Περιεχόμενα · 14 κεφάλαια
λόγος μέν ἐστʼ ἀρχαῖος ἀνθρώπων φανείς,ὡς οὐκ ἂν αἰῶνʼ ἐκμάθοις βροτῶν, πρὶν ἂνθάνῃ τις, οὔτʼ εἰ χρηστὸς οὔτʼ εἴ τῳ κακός·ἐγὼ δὲ τὸν ἐμόν, καὶ πρὶν εἰς Ἅιδου μολεῖν,ἔξοιδʼ ἔχουσα δυστυχῆ τε καὶ βαρύν,ἥτις πατρὸς μὲν ἐν δόμοισιν Οἰνέωςναίουσʼ ἔτʼ ἐν Πλευρῶνι νυμφείων ὄκνονἄλγιστον ἔσχον, εἴ τις Αἰτωλὶς γυνή.μνηστὴρ γὰρ ἦν μοι ποταμός, Ἀχελῷον λέγω,ὅς μʼ ἐν τρισὶν μορφαῖσιν ἐξῄτει πατρός,φοιτῶν ἐναργὴς ταῦρος, ἄλλοτʼ αἰόλοςδράκων ἑλικτός, ἄλλοτʼ ἀνδρείῳ κύτειβούπρῳρος· ἐκ δὲ δασκίου γενειάδοςκρουνοὶ διερραίνοντο κρηναίου ποτοῦ.τοιόνδʼ ἐγὼ μνηστῆρα προσδεδεγμένηδύστηνος αἰεὶ κατθανεῖν ἐπηυχόμην,πρὶν τῆσδε κοίτης ἐμπελασθῆναί ποτε.χρόνῳ δʼ ἐν ὑστέρῳ μέν, ἀσμένῃ δέ μοι,ὁ κλεινὸς ἦλθε Ζηνὸς Ἀλκμήνης τε παῖς·ὃς εἰς ἀγῶνα τῷδε συμπεσὼν μάχηςἐκλύεταί με· καὶ τρόπον μὲν ἂν πόνωνοὐκ ἂν διείποιμʼ· οὐ γὰρ οἶδʼ· ἀλλʼ ὅστις ἦνθακῶν ἀταρβὴς τῆς θέας, ὅδʼ ἂν λέγοι·ἐγὼ γὰρ ἥμην ἐκπεπληγμένη φόβῳμή μοι τὸ κάλλος ἄλγος ἐξεύροι ποτέ.τέλος δʼ ἔθηκε Ζεὺς ἀγώνιος καλῶς,εἰ δὴ καλῶς. λέχος γὰρ Ἡρακλεῖ κριτὸνξυστᾶσʼ ἀεί τινʼ ἐκ φόβου φόβον τρέφω,κείνου προκηραίνουσα· νὺξ γὰρ εἰσάγεικαὶ νὺξ ἀπωθεῖ διαδεδεγμένη πόνον.κἀφύσαμεν δὴ παῖδας, οὓς κεῖνός ποτε,γῄτης ὅπως ἄρουραν ἔκτοπον λαβών,σπείρων μόνον προσεῖδε κἀξαμῶν ἅπαξ.τοιοῦτος αἰὼν εἰς δόμους τε κἀκ δόμωναἰεὶ τὸν ἄνδρʼ ἔπεμπε λατρεύοντά τῳ.νῦν δʼ ἡνίκʼ ἄθλων τῶνδʼ ὑπερτελὴς ἔφυ,ἐνταῦθα δὴ μάλιστα ταρβήσασʼ ἔχω.ἐξ οὗ γὰρ ἔκτα κεῖνος Ἰφίτου βίαν,ἡμεῖς μὲν ἐν Τραχῖνι τῇδʼ ἀνάστατοιξένῳ παρʼ ἀνδρὶ ναίομεν, κεῖνος δʼ ὅπουβέβηκεν οὐδεὶς οἶδε· πλὴν ἐμοὶ πικρὰςὠδῖνας αὐτοῦ προσβαλὼν ἀποίχεται.σχεδὸν δʼ ἐπίσταμαί τι πῆμʼ ἔχοντά νιν·χρόνον γὰρ οὐχὶ βαιόν, ἀλλʼ ἤδη δέκαμῆνας πρὸς ἄλλοις πέντʼ ἀκήρυκτος μένει.κἀστίν τι δεινὸν πῆμα· τοιαύτην ἐμοὶδέλτον λιπὼν ἔστειχε, τὴν ἐγὼ θαμὰθεοῖς ἀρῶμαι πημονῆς ἄτερ λαβεῖν.δέσποινα Δῃάνειρα, πολλὰ μέν σʼ ἐγὼκατεῖδον ἤδη πανδάκρυτʼ ὀδύρματατὴν Ἡράκλειον ἔξοδον γοωμένην·νῦν δʼ, εἰ δίκαιον τοὺς ἐλευθέρους φρενοῦνγνώμαισι δούλαις, κἀμὲ χρὴ φράσαι τὸ σόν·πῶς παισὶ μὲν τοσοῖσδε πληθύεις, ἀτὰρἀνδρὸς κατὰ ζήτησιν οὐ πέμπεις τινά,μάλιστα δʼ ὅνπερ εἰκὸς Ὕλλον, εἰ πατρὸςνέμοι τινʼ ὤραν τοῦ καλῶς πράσσειν δοκεῖν;ἐγγὺς δʼ ὅδʼ αὐτὸς ἀρτίπους θρῴσκει δόμους,ὥστʼ εἴ τί σοι πρὸς καιρὸν ἐννέπειν δοκῶ,πάρεστι χρῆσθαι τἀνδρὶ τοῖς τʼ ἐμοῖς λόγοις.ὦ τέκνον, ὦ παῖ, κἀξ ἀγεννήτων ἄραμῦθοι καλῶς πίπτουσιν· ἥδε γὰρ γυνὴδούλη μέν, εἴρηκεν δʼ ἐλεύθερον λόγον.ποῖον; δίδαξον, μῆτερ, εἰ διδακτά μοι.σὲ πατρὸς οὕτω δαρὸν ἐξενωμένουτὸ μὴ πυθέσθαι ποῦ ʼστιν, αἰσχύνην φέρειν.ἀλλʼ οἶδα, μύθοις εἴ τι πιστεύειν χρεών.καὶ ποῦ κλύεις νιν, τέκνον, ἱδρῦσθαι χθονός;τὸν μὲν παρελθόντʼ ἄροτον ἐν μήκει χρόνουΛυδῇ γυναικί φασί νιν λάτριν πονεῖν.πᾶν τοίνυν, εἰ καὶ τοῦτʼ ἔτλη, κλύοι τις ἄν.ἀλλʼ ἐξαφεῖται τοῦδέ γʼ, ὡς ἐγὼ κλύω.ποῦ δῆτα νῦν ζῶν ἢ θανὼν ἀγγέλλεται;Εὐβοΐδα χώραν φασίν, Εὐρύτου πόλιν,ἐπιστρατεύειν αὐτὸν ἢ μέλλειν ἔτι.ἆρʼ οἶσθα δῆτʼ, ὦ τέκνον, ὡς ἔλειπέ μοιμαντεῖα πιστὰ τῆσδε τῆς χώρας πέρι;τὰ ποῖα, μῆτερ; τὸν λόγον γὰρ ἀγνοῶ.ὡς ἢ τελευτὴν τοῦ βίου μέλλει τελεῖνἢ τοῦτον ἄρας ἆθλον εἰς τό γʼ ὕστεροντὸν λοιπὸν ἤδη βίοτον εὐαίωνʼ ἔχειν.ἐν οὖν ῥοπῇ, τοιᾷδε κειμένῳ, τέκνον,οὐκ εἶ ξυνέρξων, ἡνίκʼ ἢ σεσώσμεθαἢ πίπτομεν σοῦ πατρὸς ἐξολωλότοςκείνου βίον σώσαντος, ἢ οἰχόμεσθʼ ἅμα;ἀλλʼ εἶμι, μῆτερ· εἰ δὲ θεσφάτων ἐγὼβάξιν κατῄδη τῶνδε, κἂν πάλαι παρῆ·νῦν δʼ ὁ ξυνήθης πότμος οὐκ εἴα πατρὸςἡμᾶς προταρβεῖν οὐδὲ δειμαίνειν ἄγαν.νῦν δʼ ὡς ξυνίημʼ, οὐδὲν ἐλλείψω τὸ μὴ οὐπᾶσαν πυθέσθαι τῶνδʼ ἀλήθειαν πέρι.χώρει νυν, ὦ παῖ· καὶ γὰρ ὑστέρῳ τό γʼ εὖπράσσειν, ἐπεὶ πύθοιτο, κέρδος ἐμπολᾷ.
ὃν αἰόλα νὺξ ἐναριζομένατίκτει κατευνάζει τε, φλογιζόμενονἍλιον Ἅλιον αἰτῶτοῦτο καρῦξαι, τὸν Ἀλκμήνας πόθι μοι πόθι παῖςναίει ποτʼ, ὦ λαμπρᾷ στεροπᾷ φλεγέθων,ἢ ποντίας αὐλῶνος ἢ δισσαῖσιν ἀπείροις κλιθείς,εἴπʼ, ὦ κρατιστεύων κατʼ ὄμμα.ποθουμένᾳ γὰρ φρενὶ πυνθάνομαιτὰν ἀμφινεικῆ Δηιάνειραν ἀεί,οἷά τινʼ ἄθλιον ὄρνιν,οὔποτʼ εὐνάζειν ἀδακρύτων βλεφάρων πόθον, ἀλλʼεὔμναστον ἀνδρὸς δεῖμα τρέφουσαν ὁδοῦἐνθυμίοις εὐναῖς ἀνανδρώτοισι τρύχεσθαι, κακὰνδύστανον ἐλπίζουσαν αἶσαν.πολλὰ γὰρ ὥστʼ ἀκάμαντος ἢ νότου ἢ βορέα τιςκύματʼ ἂν εὐρέϊ πόντῳ βάντʼ ἐπιόντα τʼ ἴδοι,οὕτῶ δὲ τὸν Καδμογενῆ στρέφει, τὸ δʼ αὔξει,βιότου πολύπονον ὥσπερ πέλαγοςΚρήσιον. ἀλλά τις θεῶν αἰὲν ἀναμπλάκητον Ἅιδασφε δόμων ἐρύκει.ὧν ἐπιμεμφομένα σʼ αἰδοῖα μέν, ἀντία δʼ οἴσω.φαμὶ γὰρ οὐκ ἀποτρύειν ἐλπίδα τὰν ἀγαθὰνχρῆναί σʼ· ἀνάλγητα γὰρ οὐδʼ ὁ πάντα κραίνων βασιλεὺς ἐπέβαλε θνατοῖς Κρονίδας·ἀλλʼ ἐπὶ πῆμα καὶ χαρὰ πᾶσι κυκλοῦσιν, οἷονἄρκτου στροφάδες κέλευθοι.μένει γὰρ οὔτʼ αἰόλανὺξ βροτοῖσιν οὔτε κῆρεςοὔτε πλοῦτος, ἀλλʼ ἄφαρβέβακε, τῷ δʼ ἐπέρχεταιχαίρειν τε καὶ στέρεσθαι.ἃ καὶ σὲ τὰν ἄνασσαν ἐλπίσιν λέγωτάδʼ αἰὲν ἴσχειν· ἐπεὶ τίς ὧδετέκνοισι Ζῆνʼ ἄβουλον εἶδεν;
πεπυσμένη μέν, ὡς ἀπεικάσαι, πάρειπάθημα τοὐμόν· ὡς δʼ ἐγὼ θυμοφθορῶ,μήτʼ ἐκμάθοις παθοῦσα νῦν τʼ ἄπειρος εἶ.τὸ γὰρ νεάζον ἐν τοιοῖσδε βόσκεταιχώροισιν αὑτοῦ, καί νιν οὐ θάλπος θεοῦοὐδʼ ὄμβρος οὐδὲ πνευμάτων οὐδὲν κλονεῖ,ἀλλʼ ἡδοναῖς ἄμοχθον ἐξαίρει βίονἐς τοῦθʼ ἕως τις ἀντὶ παρθένου γυνὴκληθῇ λάβῃ τʼ ἐν νυκτὶ φροντίδων μέρος,ἤτοι πρὸς ἀνδρὸς ἢ τέκνων φοβουμένη.τότʼ ἄν τις εἰσίδοιτο, τὴν αὑτοῦ σκοπῶνπρᾶξιν, κακοῖσιν οἷς ἐγὼ βαρύνομαι.πάθη μὲν οὖν δὴ πόλλʼ ἔγωγʼ ἐκλαυσάμην·ἓν δʼ, οἷον οὔπω πρόσθεν, αὐτίκʼ ἐξερῶ.ὁδὸν γὰρ ἦμος τὴν τελευταίαν ἄναξὡρμᾶτʼ ἀπʼ οἴκων Ἡρακλῆς, τότʼ ἐν δόμοιςλείπει παλαιὰν δέλτον ἐγγεγραμμένηνξυνθήμαθʼ, ἁμοὶ πρόσθεν οὐκ ἔτλη ποτέ,πολλοὺς ἀγῶνας ἐξιών, οὔπω φράσαι,ἀλλʼ ὥς τι δράσων εἷρπε κοὐ θανούμενος.νῦν δʼ ὡς ἔτʼ οὐκ ὢν εἶπε μὲν λέχους ὅ τιχρείη μʼ ἑλέσθαι κτῆσιν εἶπε δʼ ἣν τέκνοιςμοῖραν πατρῴας γῆς διαιρετὸν νέμοι,χρόνον προτάξας ὡς τρίμηνον ἡνίκαχώρας ἀπείη κἀνιαύσιον βεβώς,τότʼ ἢ θανεῖν χρείη σφε τῷδε τῷ χρόνῳἢ τοῦθʼ ὑπεκδραμόντα τοῦ χρόνου τέλοςτὸ λοιπὸν ἤδη ζῆν ἀλυπήτῳ βίῳ.τοιαῦτʼ ἔφραζε πρὸς θεῶν εἱμαρμένατῶν Ἡρακλείων ἐκτελευτᾶσθαι πόνων,ὡς τὴν παλαιὰν φηγὸν αὐδῆσαί ποτεΔωδῶνι δισσῶν ἐκ Πελειάδων ἔφη.καὶ τῶνδε ναμέρτεια συμβαίνει χρόνουτοῦ νῦν παρόντος, ὡς τελεσθῆναι χρεών·ὥσθʼ ἡδέως εὕδουσαν ἐκπηδᾶν ἐμὲφόβῳ, φίλαι, ταρβοῦσαν, εἴ με χρὴ μένεινπάντων ἀρίστου φωτὸς ἐστερημένην.εὐφημίαν νῦν ἴσχʼ· ἐπεὶ καταστεφῆστείχονθʼ ὁρῶ τινʼ ἄνδρα πρὸς χαρὰν λόγων.δέσποινα Δῃάνειρα, πρῶτος ἀγγέλωνὄκνου σε λύσω· τὸν γὰρ Ἀλκμήνης τόκονκαὶ ζῶντʼ ἐπίστω καὶ κρατοῦντα κἀκ μάχηςἄγοντʼ ἀπαρχὰς θεοῖσι τοῖς ἐγχωρίοις.τίνʼ εἶπας, ὦ γεραιέ, τόνδε μοι λόγον;τάχʼ ἐς δόμους σοὺς τὸν πολύζηλον πόσινἥξειν φανέντα σὺν κράτει νικηφόρῳ.καὶ τοῦ τόδʼ ἀστῶν ἢ ξένων μαθὼν λέγεις;ἐν βουθερεῖ λειμῶνι πρὸς πολλοὺς θροεῖΛίχας ὁ κῆρυξ ταῦτα· τοῦδʼ ἐγὼ κλύωνἀπῇξʼ, ὅπως τοι πρῶτος ἀγγείλας τάδεπρὸς σοῦ τι κερδάναιμι καὶ κτῴμην χάριν.αὐτὸς δὲ πῶς ἄπεστιν, εἴπερ εὐτυχεῖ;οὐκ εὐμαρείᾳ χρώμενος πολλῇ, γύναι.κύκλῳ γὰρ αὐτὸν Μηλιεὺς ἅπας λεὼςκρίνει παραστάς, οὐδʼ ἔχει βῆναι πρόσω·τὸ γὰρ ποθοῦν ἕκαστος ἐκμαθεῖν θέλωνοὐκ ἂν μεθεῖτο, πρὶν καθʼ ἡδονὴν κλύειν.οὕτως ἐκεῖνος οὐχ ἑκών, ἑκοῦσι δὲξύνεστιν· ὄψει δʼ αὐτὸν αὐτίκʼ ἐμφανῆ.ὦ Ζεῦ, τὸν Οἴτης ἄτομον ὃς λειμῶνʼ ἔχεις,ἔδωκας ἡμῖν ἀλλὰ σὺν χρόνῳ χαράν.φωνήσατʼ, ὦ γυναῖκες, αἵ τʼ εἴσω στέγηςαἵ τʼ ἐκτὸς αὐλῆς, ὡς ἄελπτον ὄμμʼ ἐμοὶφήμης ἀνασχὸν τῆσδε νῦν καρπούμεθα.
ἀνολολυξάτω δόμοις ἐφεστίοιςἀλαλαγαῖς ἁ μελλόνυμφος, ἐν δὲκοινὸς ἀρσένων ἴτωκλαγγὰ τὸν εὐφαρέτρανἈπόλλω προστάταν· ὁμοῦ δὲπαιᾶνα παιᾶνʼ ἀνάγετʼ, ὦ παρθένοι,βοᾶτε τὰν ὁμόσπορονἌρτεμιν Ὀρτυγίανἐλαφαβόλον ἀμφίπυρον,γείτονάς τε Νύμφας.ἀείρομαι οὐδʼ ἀπώσομαιτὸν αὐλόν, ὦ τύραννε τᾶς ἐμᾶς φρενός.ἰδού μʼ ἀναταράσσει,εὐοῖ μʼ,ὁ κισσὸς ἄρτι βακχίανὑποστρέφων ἅμιλλαν. ἰὼ ἰὼ Παιάν.ἴδʼ, ὦ φίλα γύναι,τάδʼ ἀντίπρῳρα δή σοιβλέπειν πάρεστʼ ἐναργῆ.ὁρῶ, φίλαι γυναῖκες, οὐδέ μʼ ὄμματοςφρουρὰν παρῆλθε, τόνδε μὴ λεύσσειν στόλον·χαίρειν δὲ τὸν κήρυκα προυννέπω, χρόνῳπολλῷ φανέντα, χαρτὸν εἴ τι καὶ φέρεις.ἀλλʼ εὖ μὲν ἵγμεθʼ, εὖ δὲ προσφωνούμεθα,γύναι, κατʼ ἔργου κτῆσιν· ἄνδρα γὰρ καλῶςπράσσοντʼ ἀνάγκη χρηστὰ κερδαίνειν ἔπη.ὦ φίλτατʼ ἀνδρῶν, πρῶθʼ ἃ πρῶτα βούλομαιδίδαξον, εἰ ζῶνθʼ Ἡρακλῆ προσδέξομαι.ἔγωγέ τοι σφʼ ἔλειπον ἰσχύοντά τεκαὶ ζῶντα καὶ θάλλοντα κοὐ νόσῳ βαρύν.ποῦ γῆς; πατρῴας εἴτε βαρβάρου; λέγε.ἀκτή τις ἔστʼ Εὐβοιίς, ἔνθʼ ὁρίζεταιβωμοὺς τέλη τʼ ἔγκαρπα Κηναίῳ Διί.εὐκταῖα φαίνων ἢ ἀπὸ μαντείας τινός;εὐχαῖς ὅθʼ ᾕρει τῶνδʼ ἀνάστατον δορὶχώραν γυναικῶν ὧν ὁρᾷς ἐν ὄμμασιν.αὗται δέ, πρὸς θεῶν, τοῦ ποτʼ εἰσὶ καὶ τίνες;οἰκτραὶ γάρ, εἰ μὴ ξυμφοραὶ κλέπτουσί με.ταύτας ἐκεῖνος Εὐρύτου πέρσας πόλινἐξείλεθʼ αὑτῷ κτῆμα καὶ θεοῖς κριτόν.ἦ κἀπὶ ταύτῃ τῇ πόλει τὸν ἄσκοπονχρόνον βεβὼς ἦν ἡμερῶν ἀνήριθμον;οὔκ, ἀλλὰ τὸν μὲν πλεῖστον ἐν Λυδοῖς χρόνονκατείχεθʼ, ὥς φησʼ αὐτός, οὐκ ἐλεύθερος,ἀλλʼ ἐμποληθείς· τοῦ λόγου δʼ οὐ χρὴ φθόνον,γύναι, προσεῖναι, Ζεὺς ὅτου πράκτωρ φανῇ.κεῖνος δὲ πραθεὶς Ὀμφάλῃ τῇ βαρβάρῳἐνιαυτὸν ἐξέπλησεν, ὡς αὐτὸς λέγει.χοὔτως ἐδήχθη τοῦτο τοὔνειδος λαβὼνὥσθʼ ὅρκον αὑτῷ προσβαλὼν διώμοσεν,ἦ μὴν τὸν ἀγχιστῆρα τοῦδε τοῦ πάθουςξὺν παιδὶ καὶ γυναικὶ δουλώσειν ἔτι.κοὐχ ἡλίωσε τοὔπος, ἀλλʼ ὅθʼ ἁγνὸς ἦν,στρατὸν λαβὼν ἐπακτὸν ἔρχεται πόλιντὴν Εὐρυτείαν. τόνδε γὰρ μεταίτιονμόνον βροτῶν ἔφασκε τοῦδʼ εἶναι πάθους·ὃς αὐτὸν ἐλθόντʼ ἐς δόμους ἐφέστιον,ξένον παλαιὸν ὄντα, πολλὰ μὲν λόγοιςἐπερρόθησε, πολλὰ δʼ ἀτηρᾷ φρενί,λέγων χεροῖν μὲν ὡς ἄφυκτʼ ἔχων βέλητῶν ὧν τέκνων λείποιτο πρὸς τόξου κρίσιν,φωνεῖ δὲ δοῦλος ἀνδρὸς ὡς ἐλευθέρουῥαίοιτο· δείπνοις δʼ ἡνίκʼ ἦν ᾠνωμένος,ἔρριψεν ἐκτὸς αὐτόν. ὧν ἔχων χόλον,ὡς ἵκετʼ αὖθις Ἴφιτος Τιρυνθίανπρὸς κλιτύν, ἵππους νομάδας ἐξιχνοσκοπῶν,τότʼ ἄλλοσʼ αὐτὸν ὄμμα, θατέρᾳ δὲ νοῦνἔχοντʼ, ἀπʼ ἄκρας ἧκε πυργώδους πλακός.ἔργου δʼ ἕκατι τοῦδε μηνίσας ἄναξὁ τῶν ἁπάντων Ζεὺς πατὴρ Ὀλύμπιοςπρατόν νιν ἐξέπεμψεν οὐδʼ ἠνέσχετο,ὁθούνεκʼ αὐτὸν μοῦνον ἀνθρώπων δόλῳἔκτεινεν· εἰ γὰρ ἐμφανῶς ἠμύνατο,Ζεύς τἂν συνέγνω ξὺν δίκῃ χειρουμένῳ·ὕβριν γὰρ οὐ στέργουσιν οὐδὲ δαίμονες.κεῖνοι δʼ ὑπερχλίοντες ἐκ γλώσσης κακῆςαὐτοὶ μὲν Ἅιδου πάντες εἴσʼ οἰκήτορες,πόλις δὲ δούλη· τάσδε δʼ ἅσπερ εἰσορᾷςἐξ ὀλβίων ἄζηλον εὑροῦσαι βίονχωροῦσι πρὸς σέ· ταῦτα γὰρ πόσις τε σὸςἐφεῖτʼ, ἐγὼ δὲ πιστὸς ὢν κείνῳ τελῶ.αὐτὸν δʼ ἐκεῖνον, εὖτʼ ἂν ἁγνὰ θύματαῥέξῃ πατρῴῳ Ζηνὶ τῆς ἁλώσεως,φρόνει νιν ὡς ἥξοντα· τοῦτο γὰρ λόγουπολλοῦ καλῶς λεχθέντος ἥδιστον κλύειν.ἄνασσα, νῦν σοι τέρψις ἐμφανὴς κυρεῖ,τῶν μὲν παρόντων, τὰ δὲ πεπυσμένῃ λόγῳ.πῶς δʼ οὐκ ἐγὼ χαίροιμʼ ἄν, ἀνδρὸς εὐτυχῆκλύουσα πρᾶξιν τήνδε, πανδίκῳ φρενί;πολλή ʼστʼ ἀνάγκη τῇδε τοῦτο συντρέχειν.ὅμως δʼ ἔνεστι τοῖσιν εὖ σκοπουμένοιςταρβεῖν τὸν εὖ πράσσοντα, μὴ σφαλῇ ποτε.ἐμοὶ γὰρ οἶκτος δεινὸς εἰσέβη, φίλαι,ταύτας ὁρώσῃ δυσπότμους ἐπὶ ξένηςχώρας ἀοίκους ἀπάτοράς τʼ ἀλωμένας,αἳ πρὶν μὲν ἦσαν ἐξ ἐλευθέρων ἴσωςἀνδρῶν, τανῦν δὲ δοῦλον ἴσχουσιν βίον.ὦ Ζεῦ τροπαῖε, μή ποτʼ εἰσίδοιμί σεπρὸς τοὐμὸν οὕτω σπέρμα χωρήσαντά ποι,μηδʼ, εἴ τι δράσεις, τῆσδέ γε ζώσης ἔτι.οὕτως ἐγὼ δέδοικα τάσδʼ ὁρωμένη.ὦ δυστάλαινα, τίς ποτʼ εἶ νεανίδων;ἄνανδρος ἢ τεκνοῦσσα; πρὸς μὲν γὰρ φύσινπάντων ἄπειρος τῶνδε, γενναία δέ τις.Λίχα, τίνος ποτʼ ἐστὶν ἡ ξένη βροτῶν;τίς ἡ τεκοῦσα, τίς δʼ ὁ φιτύσας πατήρ;ἔξειπʼ· ἐπεί νιν τῶνδε πλεῖστον ᾤκτισαβλέπουσʼ, ὅσῳπερ καὶ φρονεῖν οἶδεν μόνη.τί δʼ οἶδʼ ἐγώ, τί δʼ ἄν με καὶ κρίνοις; ἴσωςγέννημα τῶν ἐκεῖθεν οὐκ ἐν ὑστάτοις.μὴ τῶν τυράννων; Εὐρύτου σπορά τις ἦν;οὐκ οἶδα· καὶ γὰρ οὐδʼ ἀνιστόρουν μακράν.οὐδʼ ὄνομα πρός του τῶν ξυνεμπόρων ἔχεις;ἥκιστα· σιγῇ τοὐμὸν ἔργον ἤνυτον.εἴπʼ, ὦ τάλαινʼ, ἀλλʼ ἡμὶν ἐκ σαυτῆς, ἐπεὶκαὶ ξυμφορά τοι μὴ εἰδέναι σέ γʼ ἥτις εἶ.οὔ τἄρα τῷ γε πρόσθεν οὐδὲν ἐξ ἴσουχρόνῳ διήσει γλῶσσαν, ἥτις οὐδαμὰπρούφηνεν οὔτε μείζονʼ οὔτʼ ἐλάσσονα,ἀλλʼ αἰὲν ὠδίνουσα συμφορᾶς βάροςδακρυρροεῖ δύστηνος, ἐξ ὅτου πάτρανδιήνεμον λέλοιπεν· ἡ δέ τοι τύχηκακὴ μὲν αὐτῇ γʼ, ἀλλὰ συγγνώμην ἔχει.ἡ δʼ οὖν ἐάσθω, καὶ πορευέσθω στέγαςοὕτως ὅπως ἥδιστα, μηδὲ πρὸς κακοῖςτοῖς οὖσιν ἄλλην πρός γʼ ἐμοῦ λύπην λάβῃ·ἅλις γὰρ ἡ παροῦσα. πρὸς δὲ δώματαχωρῶμεν ἤδη πάντες, ὡς σύ θʼ οἷ θέλειςσπεύδῃς, ἐγώ τε τἄνδον ἐξαρκῆ τιθῶ.αὐτοῦ γε πρῶτον βαιὸν ἀμμείνασʼ, ὅπωςμάθῃς ἄνευ τῶνδʼ, οὕστινάς τʼ ἄγεις ἔσω,ὧν τʼ οὐδὲν εἰσήκουσας ἐκμάθῃς ἃ δεῖ·τούτων ἔχω γὰρ πάντʼ ἐπιστήμην ἐγώ.τί δʼ ἐστί; τοῦ με τήνδʼ ἐφίστασαι βάσιν;σταθεῖσʼ ἄκουσον· καὶ γὰρ οὐδὲ τὸν πάροςμῦθον μάτην ἤκουσας, οὐδὲ νῦν δοκῶ.πότερον ἐκείνους δῆτα δεῦρʼ αὖθις πάλινκαλῶμεν, ἢ ʼμοὶ ταῖσδέ τʼ ἐξειπεῖν θέλεις;σοὶ ταῖσδέ τʼ οὐδὲν εἴργεται, τούτους δʼ ἔα.καὶ δὴ βεβᾶσι, χὠ λόγος σημαινέτω.ἁνὴρ ὅδʼ οὐδὲν ὧν ἔλεξεν ἀρτίωςφωνεῖ δίκης ἐς ὀρθόν, ἀλλʼ ἢ νῦν κακὸςἢ πρόσθεν οὐ δίκαιος ἄγγελος παρῆν.τί φής; σαφῶς μοι φράζε πᾶν ὅσον νοεῖς.ἃ μὲν γὰρ ἐξείρηκας ἀγνοία μʼ ἔχει.τούτου λέγοντος τἀνδρὸς εἰσήκουσʼ ἐγώ,πολλῶν παρόντων μαρτύρων, ὡς τῆς κόρηςταύτης ἕκατι κεῖνος Εὔρυτόν θʼ ἕλοιτήν θʼ ὑψίπυργον Οἰχαλίαν, Ἔρως δέ νινμόνος θεῶν θέλξειεν αἰχμάσαι τάδε,οὐ τἀπὶ Λυδοῖς οὐδʼ ὑπʼ Ὀμφάλῃ πόνωνλατρεύματʼ οὐδʼ ὁ ῥιπτὸς Ἰφίτου μόρος·ὃν νῦν παρώσας οὗτος ἔμπαλιν λέγει.ἀλλʼ ἡνίκʼ οὐκ ἔπειθε τὸν φυτοσπόροντὴν παῖδα δοῦναι, κρύφιον ὡς ἔχοι λέχος,ἔγκλημα μικρὸν αἰτίαν θʼ ἑτοιμάσαςἐπιστρατεύει πατρίδα τὴν ταύτης, ἐν ᾗτὸν Εὔρυτον τόνδʼ εἶπε δεσπόζειν θρόνων,κτείνει τʼ ἄνακτα πατέρα τῆσδε καὶ πόλινἔπερσε. καὶ νῦν, ὡς ὁρᾷς, ἥκει δόμουςὡς τούσδε πέμπων οὐκ ἀφροντίστως, γύναι,οὐδʼ ὥστε δούλην· μηδὲ προσδόκα τόδε·οὐδʼ εἰκός, εἴπερ ἐντεθέρμανται πόθῳ.ἔδοξεν οὖν μοι πρὸς σὲ δηλῶσαι τὸ πᾶν,δέσποινʼ, ὃ τοῦδε τυγχάνω μαθὼν πάρα.καὶ ταῦτα πολλοὶ πρὸς μέσῃ Τραχινίωνἀγορᾷ συνεξήκουον ὡσαύτως ἐμοί,ὥστʼ ἐξελέγχειν· εἰ δὲ μὴ λέγω φίλα,οὐχ ἥδομαι, τὸ δʼ ὀρθὸν ἐξείρηχʼ ὅμως.οἴμοι τάλαινα, ποῦ ποτʼ εἰμὶ πράγματος;τίνʼ εἰσδέδεγμαι πημονὴν ὑπόστεγονλαθραῖον; ὦ δύστηνος· ἆρʼ ἀνώνυμοςπέφυκεν, ὥσπερ οὑπάγων διώμνυτο;ἦ κάρτα λαμπρὰ καὶ κατʼ ὄνομα καὶ φύσιν,πατρὸς μὲν οὖσα γένεσιν Εὐρύτου ποτὲἸόλη ʼκαλεῖτο, τῆς ἐκεῖνος οὐδαμὰβλάστας ἐφώνει, δῆθεν οὐδὲν ἱστορῶν.ὄλοιντο—μή τι πάντες οἱ κακοί, τὰ δὲλαθραῖʼ ὃς ἀσκεῖ μὴ πρέποντʼ αὐτῷ κακά.τί χρὴ ποεῖν, γυναῖκες; ὡς ἐγὼ λόγοιςτοῖς νῦν παροῦσιν ἐκπεπληγμένη κυρῶ.πεύθου μολοῦσα τἀνδρός, ὡς τάχʼ ἂν σαφῆλέξειεν, εἴ νιν πρὸς βίαν κρίνειν θέλοις.ἀλλʼ εἶμι· καὶ γὰρ οὐκ ἀπὸ γνώμης λέγεις.ἡμεῖς δὲ προσμένωμεν; ἢ τί χρὴ ποεῖν;μίμνʼ, ὡς ὅδʼ ἀνὴρ οὐκ ἐμῶν ὑπʼ ἀγγέλων,ἀλλʼ αὐτόκλητος ἐκ δόμων πορεύεται.τί χρή, γύναι, μολόντα μʼ Ἡρακλεῖ λέγειν;δίδαξον, ὡς ἕρποντος, ὡς ὁρᾷς, ἐμοῦ.ὡς ἐκ ταχείας σὺν χρόνῳ βραδεῖ μολὼνᾄσσεις, πρὶν ἡμᾶς κἀννεώσασθαι λόγους.ἀλλʼ εἴ τι χρῄζεις ἱστορεῖν, πάρειμʼ ἐγώ.ἦ καὶ τὸ πιστὸν τῆς ἀληθείας νέμεις;ἴστω μέγας Ζεύς, ὧν γʼ ἂν ἐξειδὼς κυρῶ.τίς ἡ γυνὴ δῆτʼ ἐστὶν ἣν ἥκεις ἄγων;Εὐβοιίς· ὧν δʼ ἔβλαστεν οὐκ ἔχω λέγειν.οὗτος, βλέφʼ ὧδε· πρὸς τίνʼ ἐννέπειν δοκεῖς;σὺ δʼ εἰς τί δή με τοῦτʼ ἐρωτήσας ἔχεις;τόλμησον εἰπεῖν, εἰ φρονεῖς, ὅ σʼ ἱστορῶ.πρὸς τὴν κρατοῦσαν Δῃάνειραν, Οἰνέωςκόρην δάμαρτά θʼ Ἡρακλέους, εἰ μὴ κυρῶλεύσσων μάταια, δεσπότιν τε τὴν ἐμήν.τοῦτʼ αὔτʼ ἔχρῃζον, τοῦτό σου μαθεῖν· λέγεις δέσποιναν εἶναι τήνδε σήν;δίκαια γάρ.τί δῆτα; ποίαν ἀξιοῖς δοῦναι δίκην,ἢν εὑρεθῇς ἐς τήνδε μὴ δίκαιος ὤν;πῶς μὴ δίκαιος; τί ποτε ποικίλας ἔχεις;οὐδέν· σὺ μέντοι κάρτα τοῦτο δρῶν κυρεῖς.ἄπειμι· μῶρος δʼ ἦ πάλαι κλύων σέθεν.οὔ, πρίν γʼ ἂν εἴπῃς ἱστορούμενος βραχύ.λέγʼ, εἴ τι χρῄζεις· καὶ γὰρ οὐ σιγηλὸς εἶ.τὴν αἰχμάλωτον, ἣν ἔπεμψας ἐς δόμους, κάτοισθα δήπου;φημί· πρὸς τί δʼ ἱστορεῖς;οὔκουν σὺ ταύτην, ἣν ὑπʼ ἀγνοίας ὁρᾷς,Ἰόλην ἔφασκες Εὐρύτου σπορὰν ἄγειν;ποίοις ἐν ἀνθρώποισι; τίς πόθεν μολὼνσοὶ μαρτυρήσει ταῦτʼ ἐμοῦ κλύειν πάρα;πολλοῖσιν ἀστῶν· ἐν μέσῃ Τραχινίωνἀγορᾷ πολύς σου ταῦτά γʼ εἰσήκουσʼ ὄχλος.κλύειν γʼ ἔφασκον· ταὐτὸ δʼ οὐχὶ γίγνεταιδόκησιν εἰπεῖν κἀξακριβῶσαι λόγον.ποίαν δόκησιν; οὐκ ἐπώμοτος λέγωνδάμαρτʼ ἔφασκες Ἡρακλεῖ ταύτην ἄγειν;ἐγὼ δάμαρτα; πρὸς θεῶν, φράσον, φίληδέσποινα, τόνδε τίς ποτʼ ἐστὶν ὁ ξένος.ὃς σοῦ παρὼν ἤκουσεν, ὡς ταύτης πόθῳπόλις δαμείη πᾶσα, κοὐχ ἡ Λυδίαπέρσειεν αὐτήν, ἀλλʼ ὁ τῆσδʼ ἔρως φανείς.ἅνθρωπος, ὦ δέσποινʼ, ἀποστήτω· τὸ γὰρνοσοῦντι ληρεῖν ἀνδρὸς οὐχὶ σώφρονος.μή, πρός σε τοῦ κατʼ ἄκρον Οἰταῖον νάποςΔιὸς καταστράπτοντος, ἐκκλέψῃς λόγον.οὐ γὰρ γυναικὶ τοὺς λόγους ἐρεῖς κακῇοὐδʼ ἥτις οὐ κάτοιδε τἀνθρώπων, ὅτιχαίρειν πέφυκεν οὐχὶ τοῖς αὐτοῖς ἀεί.Ἔρωτι μέν νυν ὅστις ἀντανίσταταιπύκτης ὅπως ἐς χεῖρας, οὐ καλῶς φρονεῖ·οὗτος γὰρ ἄρχει καὶ θεῶν ὅπως θέλει,κἀμοῦ γε· πῶς δʼ οὐ χἀτέρας οἵας γʼ ἐμοῦ;ὥστʼ εἴ τι τὠμῷ τʼ ἀνδρὶ τῇδε τῇ νόσῳληφθέντι μεμπτός εἰμι, κάρτα μαίνομαι,ἢ τῇδε τῇ γυναικὶ τῇ μεταιτίᾳτοῦ μηδὲν αἰσχροῦ μηδʼ ἐμοὶ κακοῦ τινος.οὐκ ἔστι ταῦτʼ· ἀλλʼ εἰ μὲν ἐκ κείνου μαθὼνψεύδει, μάθησιν οὐ καλὴν ἐκμανθάνεις.εἰ δʼ αὐτὸς αὑτὸν ὧδε παιδεύεις, ὅτανθέλῃς γενέσθαι χρηστός, ὀφθήσει κακός.ἀλλʼ εἰπὲ πᾶν τἀληθές· ὡς ἐλευθέρῳψευδεῖ καλεῖσθαι κὴρ πρόσεστιν οὐ καλή.ὅπως δὲ λήσεις, οὐδὲ τοῦτο γίγνεται·πολλοὶ γὰρ οἷς εἴρηκας, οἳ φράσουσʼ ἐμοί.κεἰ μὲν δέδοικας, οὐ καλῶς ταρβεῖς, ἐπεὶτὸ μὴ πυθέσθαι, τοῦτό μʼ ἀλγύνειεν ἄν·τὸ δʼ εἰδέναι τί δεινόν; οὐχὶ χἀτέραςπλείστας ἀνὴρ εἷς Ἡρακλῆς ἔγημε δή;κοὔπω τις αὐτῶν ἔκ γʼ ἐμοῦ λόγον κακὸνἠνέγκατʼ οὐδʼ ὄνειδος· ἥδε τʼ οὐδʼ ἂν εἰκάρτʼ ἐντακείη τῷ φιλεῖν, ἐπεί σφʼ ἐγὼᾤκτιρα δὴ μάλιστα προσβλέψασʼ, ὅτιτὸ κάλλος αὐτῆς τὸν βίον διώλεσεν,καὶ γῆν πατρῴαν οὐχ ἑκοῦσα δύσμοροςἔπερσε κἀδούλωσεν. ἀλλὰ ταῦτα μὲνῥείτω κατʼ οὖρον· σοὶ δʼ ἐγὼ φράζω κακὸνπρὸς ἄλλον εἶναι, πρὸς δʼ ἔμʼ ἀψευδεῖν ἀεί.πείθου λεγούσῃ χρηστά, κοὐ μέμψει χρόνῳγυναικὶ τῇδε κἀπʼ ἐμοῦ κτήσει χάριν.ἀλλʼ, ὦ φίλη δέσποινʼ, ἐπεί σε μανθάνωθνητὴν φρονοῦσαν θνητὰ κοὐκ ἀγνώμονα,πᾶν σοι φράσω τἀληθὲς οὐδὲ κρύψομαι.ἔστιν γὰρ οὕτως ὥσπερ οὗτος ἐννέπει.ταύτης ὁ δεινὸς ἵμερός ποθʼ Ἡρακλῆδιῆλθε, καὶ τῆσδʼ εἵνεχʼ ἡ πολύφθοροςκαθῃρέθη πατρῷος Οἰχαλία δόρει.καὶ ταῦτα, δεῖ γὰρ καὶ τὸ πρὸς κείνου λέγειν,οὔτʼ εἶπε κρύπτειν οὔτʼ ἀπηρνήθη ποτέ,ἀλλʼ αὐτός, ὦ δέσποινα, δειμαίνων τὸ σὸνμὴ στέρνον ἀλγύνοιμι τοῖσδε τοῖς λόγοις,ἥμαρτον, εἴ τι τήνδʼ ἁμαρτίαν νέμεις.ἐπεί γε μὲν δὴ πάντʼ ἐπίστασαι λόγον,κείνου τε καὶ σὴν ἐξ ἴσου κοινὴν χάρινκαὶ στέργε τὴν γυναῖκα καὶ βούλου λόγους,οὓς εἶπας ἐς τήνδʼ, ἐμπέδως εἰρηκέναι·ὡς τἄλλʼ ἐκεῖνος πάντʼ ἀριστεύων χεροῖντοῦ τῆσδʼ ἔρωτος εἰς ἅπανθʼ ἥσσων ἔφυ.ἀλλʼ ὧδε καὶ φρονοῦμεν ὥστε ταῦτα δρᾶν,κοὔτοι νόσον γʼ ἐπακτὸν ἐξαρούμεθα,θεοῖσι δυσμαχοῦντες. ἀλλʼ εἴσω στέγηςχωρῶμεν, ὡς λόγων τʼ ἐπιστολὰς φέρῃς,ἅ τʼ ἀντὶ δώρων δῶρα χρὴ προσαρμόσαι,καὶ ταῦτʼ ἄγῃς· κενὸν γὰρ οὐ δίκαιά σεχωρεῖν προσελθόνθʼ ὧδε σὺν πολλῷ στόλῳ.
μέγα τι σθένος ἁ Κύπρις ἐκφέρεται νίκας ἀεί.καὶ τὰ μὲν θεῶνπαρέβαν, καὶ ὅπως Κρονίδαν ἀπάτασεν οὐ λέγω,οὐδὲ τὸν ἔννυχον Ἅιδανἢ Ποσειδάωνα τινάκτορα γαίας·ἀλλʼ ἐπὶ τάνδʼ ἄρʼ ἄκοιτιντίνες ἀμφίγυοι κατέβαν πρὸ γάμων,τίνες πάμπληκτα παγκόνιτά τʼ ἐξῆλθον ἄεθλʼ ἀγώνων;ὁ μὲν ἦν ποταμοῦ σθένος, ὑψίκερω τετραόρουφάσμα ταύρου,Ἀχελῷος ἀπʼ Οἰνιαδᾶν, ὁ δὲ Βακχίας ἀπὸἦλθε παλίντονα Θήβαςτόξα καὶ λόγχας ῥόπαλόν τε τινάσσων,παῖς Διός· οἳ τότʼ ἀολλεῖςἴσαν ἐς μέσον ἱέμενοι λεχέων·μόνα δʼ εὔλεκτρος ἐν μέσῳ Κύπρις ῥαβδονόμει ξυνοῦσα.τότʼ ἦν χερός, ἦν δὲ τόξων πάταγος,ταυρείων τʼ ἀνάμιγδα κεράτων·ἦν δʼ ἀμφίπλεκτοι κλίμακες,ἦν δὲ μετώπων ὀλόενταπλήγματα, καὶ στόνος ἀμφοῖν.ἁ δʼ εὐῶπις ἁβρὰτηλαυγεῖ παρʼ ὄχθῳἧστο, τὸν ὃν προσμένουσʼ ἀκοίταν.ἀγὼν δὲ μαργᾷ μὲν οἷα φράζω·τὸ δʼ ἀμφινείκητον ὄμμα νύμφαςἐλεινὸν ἀμμένει·κἀπὸ ματρὸς ἄφαρ βέβακεν,ὥστε πόρτις ἐρήμα.
ἦμος, φίλαι, κατʼ οἶκον ὁ ξένος θροεῖταῖς αἰχμαλώτοις παισὶν ὡς ἐπʼ ἐξόδῳ,τῆμος θυραῖος ἦλθον ὡς ὑμᾶς λάθρᾳ,τὰ μὲν φράσουσα χερσὶν ἁτεχνησάμην,τὰ δʼ οἷα πάσχω συγκατοικτιουμένη.κόρην γάρ, οἶμαι δʼ οὐκέτʼ, ἀλλʼ ἐζευγμένην,παρεισδέδεγμαι φόρτον ὥστε ναυτίλος,λωβητὸν ἐμπόλημα τῆς ἐμῆς φρενός.καὶ νῦν δύʼ οὖσαι μίμνομεν μιᾶς ὑπὸχλαίνης ὑπαγκάλισμα. τοιάδʼ Ἡρακλῆς,ὁ πιστὸς ἡμῖν κἀγαθὸς καλούμενος,οἰκούριʼ ἀντέπεμψε τοῦ μακροῦ χρόνου.ἐγὼ δὲ θυμοῦσθαι μὲν οὐκ ἐπίσταμαινοσοῦντι κείνῳ πολλὰ τῇδε τῇ νόσῳ·τὸ δʼ αὖ ξυνοικεῖν τῇδʼ ὁμοῦ τίς ἂν γυνὴδύναιτο, κοινωνοῦσα τῶν αὐτῶν γάμων;ὁρῶ γὰρ ἥβην τὴν μὲν ἕρπουσαν πρόσω,τὴν δὲ φθίνουσαν· ὧν ἀφαρπάζειν φιλεῖὀφθαλμὸς ἄνθος, τῶν δʼ ὑπεκτρέπει πόδα.ταῦτʼ οὖν φοβοῦμαι μὴ πόσις μὲν Ἡρακλῆςἐμὸς καλῆται, τῆς νεωτέρας δʼ ἀνήρ.ἀλλʼ οὐ γάρ, ὥσπερ εἶπον, ὀργαίνειν καλὸνγυναῖκα νοῦν ἔχουσαν· ᾗ δʼ ἔχω, φίλαι,λυτήριον λώφημα, τῇδʼ ὑμῖν φράσω.ἦν μοι παλαιὸν δῶρον ἀρχαίου ποτὲθηρός, λέβητι χαλκέῳ κεκρυμμένον,ὃ παῖς ἔτʼ οὖσα τοῦ δασυστέρνου παρὰΝέσσου φθίνοντος ἐκ φονῶν ἀνειλόμην,ὃς τὸν βαθύρρουν ποταμὸν Εὔηνον βροτοὺςμισθοῦ ʼπόρευε χερσίν, οὔτε πομπίμοιςκώπαις ἐρέσσων οὔτε λαίφεσιν νεώς.ὃς κἀμέ, τὸν πατρῷον ἡνίκα στόλονξὺν Ἡρακλεῖ τὸ πρῶτον εὖνις ἑσπόμην,φέρων ἐπʼ ὤμοις, ἡνίκʼ ἦ μέσῳ πόρῳ,ψαύει ματαίαις χερσίν· ἐκ δʼ ἤυσʼ ἐγώ,χὠ Ζηνὸς εὐθὺς παῖς ἐπιστρέψας χεροῖνἧκεν κομήτην ἰόν· ἐς δὲ πλεύμοναςστέρνων διερροίζησεν. ἐκθνῄσκων δʼ ὁ θὴρτοσοῦτον εἶπε· παῖ γέροντος Οἰνέως,τοσόνδʼ ὀνήσει τῶν ἐμῶν, ἐὰν πίθῃ,πορθμῶν, ὁθούνεχʼ ὑστάτην σʼ ἔπεμψʼ ἐγώ·ἐὰν γὰρ ἀμφίθρεπτον αἷμα τῶν ἐμῶνσφαγῶν ἐνέγκῃ χερσίν, ᾗ μελαγχόλουςἔβαψεν ἰοὺς θρέμμα Λερναίας ὕδρας,ἔσται φρενός σοι τοῦτο κηλητήριοντῆς Ἡρακλείας, ὥστε μήτινʼ εἰσιδὼνστέρξει γυναῖκα κεῖνος ἀντὶ σοῦ πλέον.τοῦτʼ ἐννοήσασʼ, ὦ φίλαι, δόμοις γὰρ ἦνκείνου θανόντος ἐγκεκλῃμένον καλῶς,χιτῶνα τόνδʼ ἔβαψα, προσβαλοῦσʼ ὅσαζῶν κεῖνος εἶπε· καὶ πεπείρανται τάδε.κακὰς δὲ τόλμας μήτʼ ἐπισταίμην ἐγὼμήτʼ ἐκμάθοιμι, τάς τε τολμώσας στυγῶ·φίλτροις δʼ ἐάν πως τήνδʼ ὑπερβαλώμεθατὴν παῖδα καὶ θέλκτροισι τοῖς ἐφʼ Ἡρακλεῖ,μεμηχάνηται τοὔργον, εἴ τι μὴ δοκῶπράσσειν μάταιον· εἰ δὲ μή, πεπαύσομαι.ἀλλʼ εἴ τις ἐστὶ πίστις ἐν τοῖς δρωμένοις,δοκεῖς παρʼ ἡμῖν οὐ βεβουλεῦσθαι κακῶς.οὕτως ἔχει γʼ ἡ πίστις, ὡς τὸ μὲν δοκεῖνἔνεστι, πείρᾳ δʼ οὐ προσωμίλησά πω·ἀλλʼ εἰδέναι χρὴ δρῶσαν, ὡς οὐδʼ εἰ δοκεῖςἔχειν, ἔχοις ἂν γνῶμα, μὴ πειρωμένη.ἀλλʼ αὐτίκʼ εἰσόμεσθα, τόνδε γὰρ βλέπωθυραῖον ἤδη· διὰ τάχους δʼ ἐλεύσεται.μόνον παρʼ ὑμῶν εὖ στεγοίμεθʼ· ὡς σκότῳκἂν αἰσχρὰ πράσσῃς, οὔποτʼ αἰσχύνῃ πεσεῖ.τί χρὴ ποεῖν; σήμαινε, τέκνον Οἰνέως,ὡς ἐσμὲν ἤδη τῷ μακρῷ χρόνῳ βραδεῖς.ἀλλʼ αὐτὰ δή σοι ταῦτα καὶ πράσσω, Λίχα,ἕως σὺ ταῖς ἔσωθεν ἠγορῶ ξέναις,ὅπως φέρῃς μοι τόνδε ταναϋφῆ πέπλον,δώρημʼ ἐκείνῳ τἀνδρὶ τῆς ἐμῆς χερός.διδοὺς δὲ τόνδε φράζʼ ὅπως μηδεὶς βροτῶνκείνου πάροιθεν ἀμφιδύσεται χροΐ,μηδʼ ὄψεταί νιν μήτε φέγγος ἡλίουμήθʼ ἕρκος ἱερὸν μήτʼ ἐφέστιον σέλας,πρὶν κεῖνος αὐτὸν φανερὸς ἐμφανῶς σταθεὶςδείξῃ θεοῖσιν ἡμέρᾳ ταυροσφάγῳ.οὕτω γὰρ ηὔγμην, εἴ ποτʼ αὐτὸν ἐς δόμουςἴδοιμι σωθέντʼ ἢ κλύοιμι πανδίκως,στελεῖν χιτῶνι τῷδε καὶ φανεῖν θεοῖςθυτῆρα καινῷ καινὸν ἐν πεπλώματι.καὶ τῶνδʼ ἀποίσεις σῆμʼ, ὃ κεῖνος εὐμαθὲςσφραγῖδος ἕρκει τῷδʼ ἐπὸν μαθήσεται.ἀλλʼ ἕρπε, καὶ φύλασσε πρῶτα μὲν νόμον,τὸ μὴ ʼπιθυμεῖν πομπὸς ὢν περισσὰ δρᾶν·ἔπειθʼ ὅπως ἂν ἡ χάρις κείνου τέ σοικἀμοῦ ξυνελθοῦσʼ ἐξ ἁπλῆς διπλῆ φανῇ.ἀλλʼ εἴπερ Ἑρμοῦ τήνδε πομπεύω τέχνηνβέβαιον, οὔ τι μὴ σφαλῶ γʼ ἐν σοί ποτε,τὸ μὴ οὐ τόδʼ ἄγγος ὡς ἔχει δεῖξαι φέρων,λόγων τε πίστιν ὧν λέγεις ἐφαρμόσαι.στείχοις ἂν ἤδη· καὶ γὰρ ἐξεπίστασαιτά γʼ ἐν δόμοισιν ὡς ἔχοντα τυγχάνει.ἐπίσταμαί τε καὶ φράσω σεσωσμένα.ἀλλʼ οἶσθα μὲν δὴ καὶ τὰ τῆς ξένης ὁρῶνπροσδέγματʼ, αὐτὴν ὡς ἐδεξάμην φίλως.ὥστʼ ἐκπλαγῆναι τοὐμὸν ἡδονῇ κέαρ.τί δῆτʼ ἂν ἄλλο γʼ ἐννέποις; δέδοικα γὰρμὴ πρῲ λέγοις ἂν τὸν πόθον τὸν ἐξ ἐμοῦ,πρὶν εἰδέναι τἀκεῖθεν εἰ ποθούμεθα.
ὦ ναύλοχα καὶ πετραῖαθερμὰ λουτρὰ καὶ πάγουςΟἴτας παραναιετάοντες, οἵ τε μέσσαν Μηλίδα πὰρ λίμνανχρυσαλακάτου τʼ ἀκτὰν κόρας,ἔνθʼ Ἑλλάνων ἀγοραὶΠυλάτιδες κλέονται·ὁ καλλιβόας τάχʼ ὑμῖναὐλὸς οὐκ ἀναρσίανἀχῶν καναχὰν ἐπάνεισιν, ἀλλὰ θείας ἀντίλυρον μούσας.ὁ γὰρ Διὸς Ἀλκμήνας κόροςσοῦται πάσας ἀρετᾶςλάφυρʼ ἔχων ἐπʼ οἴκους·ὃν ἀπόπτολιν εἴχομεν παντᾷ,δυοκαιδεκάμηνον ἀμμένουσαιχρόνον, πελάγιον, ἴδριες οὐδέν·ἁ δέ οἱ φίλα δάμαρτάλαιναν δυστάλαινα καρδίανπάγκλαυτος αἰὲν ὤλλυτο·νῦν δʼ Ἄρης οἰστρηθεὶςἐξέλυσʼ ἐπίπονον ἁμέραν.ἀφίκοιτʼ ἀφίκοιτο· μὴ σταίηπολύκωπον ὄχημα ναὸς αὐτῷ,πρὶν τάνδε πρὸς πόλιν ἀνύσειε,νασιῶτιν ἑστίανἀμείψας, ἔνθα κλῄζεται θυτήρ·ὅθεν μόλοι πανίμερος,τᾶς πειθοῦς παγχρίστῳσυγκραθεὶς ἐπὶ προφάσει φάρους.
γυναῖκες, ὡς δέδοικα μὴ περαιτέρωπεπραγμένʼ ᾖ μοι πάνθʼ ὅσʼ ἀρτίως ἔδρων.τί δʼ ἔστι, Δῃάνειρα, τέκνον Οἰνέως;οὐκ οἶδʼ· ἀθυμῶ δʼ, εἰ φανήσομαι τάχακακὸν μέγʼ ἐκπράξασʼ ἀπʼ ἐλπίδος καλῆς.οὐ δή τι τῶν σῶν Ἡρακλεῖ δωρημάτων;μάλιστά γʼ, ὥστε μήποτʼ ἂν προθυμίανἄδηλον ἔργου τῳ παραινέσαι λαβεῖν.δίδαξον, εἰ διδακτόν, ἐξ ὅτου φοβεῖ.τοιοῦτον ἐκβέβηκεν οἷον, ἢν φράσω,γυναῖκες, ὑμᾶς θαῦμʼ ἀνέλπιστον μαθεῖν.ᾧ γὰρ τὸν ἐνδυτῆρα πέπλον ἀρτίωςἔχριον, ἀργὴς οἰὸς εὐέρου πόκος,τοῦτʼ ἠφάνισται διάβορον πρὸς οὐδενὸςτῶν ἔνδον, ἀλλʼ ἐδεστὸν ἐξ αὑτοῦ φθίνει,καὶ ψῇ κατʼ ἄκρας σπιλάδος· ὡς δʼ εἰδῇς ἅπαν,ᾗ τοῦτʼ ἐπράχθη, μείζονʼ ἐκτενῶ λόγον.ἐγὼ γὰρ ὧν ὁ θήρ με Κένταυρος, πονῶνπλευρὰν πικρᾷ γλωχῖνι, προυδιδάξατοπαρῆκα θεσμῶν οὐδέν, ἀλλʼ ἐσῳζόμηνχαλκῆς ὅπως δύσνιπτον ἐκ δέλτου γραφήν.καί μοι τάδʼ ἦν πρόρρητα καὶ τοιαῦτʼ ἔδρων·τὸ φάρμακον τοῦτʼ ἄπυρον ἀκτῖνός τʼ ἀεὶθερμῆς ἄθικτον ἐν μυχοῖς σῴζειν ἐμέ,ἕως νιν ἀρτίχριστον ἁρμόσαιμί που.κἄδρων τοιαῦτα. νῦν δʼ, ὅτʼ ἦν ἐργαστέον,ἔχρισα μὲν κατʼ οἶκον ἐν δόμοις κρυφῇμαλλῷ, σπάσασα κτησίου βοτοῦ λάχνην,κἄθηκα συμπτύξασʼ ἀλαμπὲς ἡλίουκοίλῳ ζυγάστρῳ δῶρον, ὥσπερ εἴδετε.εἴσω δʼ ἀποστείχουσα δέρκομαι φάτινἄφραστον, ἀξύμβλητον ἀνθρώπῳ μαθεῖν.τὸ γὰρ κάταγμα τυγχάνω ῥίψασά πωςτῆς οἰός, ᾧ προύχριον, ἐς μέσην φλόγα,ἀκτῖνʼ ἐς ἡλιῶτιν· ὡς δʼ ἐθάλπετο,ῥεῖ πᾶν ἄδηλον καὶ κατέψηκται χθονί,μορφῇ μάλιστʼ εἰκαστὸν ὥστε πρίονοςἐκβρώματʼ ἂν βλέψειας ἐν τομῇ ξύλου.τοιόνδε κεῖται προπετές· ἐκ δὲ γῆς, ὅθενπρούκειτʼ, ἀναζέουσι θρομβώδεις ἀφροί,γλαυκῆς ὀπώρας ὥστε πίονος ποτοῦχυθέντος εἰς γῆν Βακχίας ἀπʼ ἀμπέλου.ὥστʼ οὐκ ἔχω τάλαινα ποῖ γνώμης πέσω·ὁρῶ δέ μʼ ἔργον δεινὸν ἐξειργασμένην.πόθεν γὰρ ἄν ποτʼ, ἀντὶ τοῦ θνῄσκων ὁ θὴρἐμοὶ παρέσχʼ εὔνοιαν, ἧς ἔθνῃσχʼ ὕπερ;οὐκ ἔστιν, ἀλλὰ τὸν βαλόντʼ ἀποφθίσαιχρῄζων ἔθελγέ μʼ· ὧν ἐγὼ μεθύστερον,ὅτʼ οὐκέτʼ ἀρκεῖ, τὴν μάθησιν ἄρνυμαι.μόνη γὰρ αὐτόν, εἴ τι μὴ ψευσθήσομαιγνώμης, ἐγὼ δύστηνος ἐξαποφθερῶ·τὸν γὰρ βαλόντʼ ἄτρακτον οἶδα καὶ θεὸνΧείρωνα πημήναντα, χὦνπερ ἂν θίγῃ,φθείρει τὰ πάντα κνώδαλʼ· ἐκ δὲ τοῦδʼ ὅδεσφαγῶν διελθὼν ἰὸς αἵματος μέλαςπῶς οὐκ ὀλεῖ καὶ τόνδε; δόξῃ γοῦν ἐμῇ.καίτοι δέδοκται, κεῖνος εἰ σφαλήσεται,ταύτῃ σὺν ὁρμῇ κἀμὲ συνθανεῖν ἅμα·ζῆν γὰρ κακῶς κλύουσαν οὐκ ἀνασχετόν,ἥτις προτιμᾷ μὴ κακὴ πεφυκέναι.ταρβεῖν μὲν ἔργα δείνʼ ἀναγκαίως ἔχει,τὴν δʼ ἐλπίδʼ οὐ χρὴ τῆς τύχης κρίνειν πάρος.οὐκ ἔστιν ἐν τοῖς μὴ καλοῖς βουλεύμασινοὐδʼ ἐλπίς, ἥτις καὶ θράσος τι προξενεῖ.ἀλλʼ ἀμφὶ τοῖς σφαλεῖσι μὴ ʼξ ἑκουσίαςὀργὴ πέπειρα, τῆς σε τυγχάνειν πρέπει.τοιαῦτα δʼ ἂν λέξειεν οὐχ ὁ τοῦ κακοῦκοινωνός, ἀλλʼ ᾧ μηδέν ἐστʼ οἴκοι βαρύ.σιγᾶν ἂν ἁρμόζοι σε τὸν πλείω λόγον,εἰ μή τι λέξεις παιδὶ τῷ σαυτῆς· ἐπεὶπάρεστι, μαστὴρ πατρὸς ὃς πρὶν ᾤχετο.ὦ μῆτερ, ὡς ἂν ἐκ τριῶν σʼ ἓν εἱλόμην,ἢ μηκέτʼ εἶναι ζῶσαν, ἢ σεσωσμένηνἄλλου κεκλῆσθαι μητέρʼ, ἢ λῴους φρέναςτῶν νῦν παρουσῶν τῶνδʼ ἀμείψασθαί ποθεν.τί δʼ ἐστίν, ὦ παῖ, πρός γʼ ἐμοῦ στυγούμενον;τὸν ἄνδρα τὸν σὸν ἴσθι, τὸν δʼ ἐμὸν λέγωπατέρα, κατακτείνασα τῇδʼ ἐν ἡμέρᾳ.οἴμοι, τινʼ ἐξήνεγκας, ὦ τέκνον, λόγον;ὃν οὐχ οἷόν τε μὴ οὐ τελεσθῆναι· τὸ γὰρφανθὲν τίς ἂν δύναιτʼ ἂν ἀγένητον ποεῖν;πῶς εἶπας, ὦ παῖ; τοῦ παρʼ ἀνθρώπων μαθὼνἄζηλον οὕτως ἔργον εἰργάσθαι με φής;αὐτὸς βαρεῖαν ξυμφορὰν ἐν ὄμμασινπατρὸς δεδορκὼς κοὐ κατὰ γλῶσσαν κλύων.ποῦ δʼ ἐμπελάζεις τἀνδρὶ καὶ παρίστασαι;εἰ χρὴ μαθεῖν σε, πάντα δὴ φωνεῖν χρεών.ὅθʼ εἷρπε κλεινὴν Εὐρύτου πέρσας πόλιν,νίκης ἄγων τροπαῖα κἀκροθίνια,ἀκτή τις ἀμφίκλυστος Εὐβοίας ἄκρονΚήναιόν ἐστιν, ἔνθα πατρῴῳ Διὶβωμοὺς ὁρίζει τεμενίαν τε φυλλάδα·οὗ νιν τὰ πρῶτʼ ἐσεῖδον ἄσμενος πόθῳ.μέλλοντι δʼ αὐτῷ πολυθύτους τεύχειν σφαγὰςκῆρυξ ἀπʼ οἴκων ἵκετʼ οἰκεῖος Λίχας,τὸ σὸν φέρων δώρημα, θανάσιμον πέπλον·ὃν κεῖνος ἐνδύς, ὡς σὺ προυξεφίεσο,ταυροκτονεῖ μὲν δώδεκʼ ἐντελεῖς ἔχωνλείας ἀπαρχὴν βοῦς· ἀτὰρ τὰ πάνθʼ ὁμοῦἑκατὸν προσῆγε συμμιγῆ βοσκήματα.καὶ πρῶτα μὲν δείλαιος ἵλεῳ φρενί,κόσμῳ τε χαίρων καὶ στολῇ, κατηύχετο·ὅπως δὲ σεμνῶν ὀργίων ἐδαίετοφλὸξ αἱματηρὰ κἀπὸ πιείρας δρυός,ἱδρὼς ἀνῄει χρωτί, καὶ προσπτύσσεταιπλευραῖσιν ἀρτίκολλος, ὥστε τέκτονος,χιτὼν ἅπαν κατʼ ἄρθρον· ἦλθε δʼ ὀστέωνἀδαγμὸς ἀντίσπαστος· εἶτα φοινίαςἐχθρᾶς ἐχίδνης ἰὸς ὣς ἐδαίνυτο.ἐνταῦθα δὴ ʼβόησε τὸν δυσδαίμοναΛίχαν, τὸν οὐδὲν αἴτιον τοῦ σοῦ κακοῦ,ποίαις ἐνέγκοι τόνδε μηχαναῖς πέπλον·ὁ δʼ οὐδὲν εἰδὼς δύσμορος τὸ σὸν μόνηςδώρημʼ ἔλεξεν, ὥσπερ ἦν ἐσταλμένον.κἀκεῖνος ὡς ἤκουσε καὶ διώδυνοςσπαραγμὸς αὐτοῦ πλευμόνων ἀνθήψατο,μάρψας ποδός νιν, ἄρθρον ᾗ λυγίζεται,ῥιπτεῖ πρὸς ἀμφίκλυστον ἐκ πόντου πέτραν·κόμης δὲ λευκὸν μυελὸν ἐκραίνει, μέσουκρατὸς διασπαρέντος αἵματός θʼ ὁμοῦ.ἅπας δʼ ἀνηυφήμησεν οἰμωγῇ λεώς,τοῦ μὲν νοσοῦντος, τοῦ δὲ διαπεπραγμένου·κοὐδεὶς ἐτόλμα τἀνδρὸς ἀντίον μολεῖν.ἐσπᾶτο γὰρ πέδονδε καὶ μετάρσιος,βοῶν, ἰύζων· ἀμφὶ δʼ ἐκτύπουν πέτραι,Λοκρῶν τʼ ὄρειοι πρῶνες Εὐβοίας τʼ ἄκραι.ἐπεὶ δʼ ἀπεῖπε, πολλὰ μὲν τάλας χθονὶῥίπτων ἑαυτόν, πολλὰ δʼ οἰμωγῇ βοῶν,τὸ δυσπάρευνον λέκτρον ἐνδατούμενοςσοῦ τῆς ταλαίνης, καὶ τὸν Οἰνέως γάμονοἷον κατακτήσαιτο λυμαντὴν βίου,τότʼ ἐκ προσέδρου λιγνύος διάστροφονὀφθαλμὸν ἄρας εἶδέ μʼ ἐν πολλῷ στρατῷδακρυρροοῦντα, καί με προσβλέψας καλεῖ·ὦ παῖ, πρόσελθε, μὴ φύγῃς τοὐμὸν κακόν,μηδʼ εἴ σε χρὴ θανόντι συνθανεῖν ἐμοί·ἀλλʼ ἆρον ἔξω, καὶ μάλιστα μέν με θὲςἐνταῦθʼ ὅπου με μή τις ὄψεται βροτῶν·εἰ δʼ οἶκτον ἴσχεις, ἀλλά μʼ ἔκ γε τῆσδε γῆςπόρθμευσον ὡς τάχιστα, μηδʼ αὐτοῦ θάνω.τοσαῦτʼ ἐπισκήψαντος, ἐν μέσῳ σκάφειθέντες σφε πρὸς γῆν τήνδʼ ἐκέλσαμεν μόλιςβρυχώμενον σπασμοῖσι· καί νιν αὐτίκαἢ ζῶντʼ ἐσόψεσθʼ ἢ τεθνηκότʼ ἀρτίως.τοιαῦτα, μῆτερ, πατρὶ βουλεύσασʼ ἐμῷκαὶ δρῶσʼ ἐλήφθης, ὧν σε ποίνιμος Δίκητίσαιτʼ Ἐρινύς τʼ. εἰ θέμις δʼ, ἐπεύχομαι·θέμις δʼ, ἐπεί μοι τὴν θέμιν σὺ προύβαλες,πάντων ἄριστον ἄνδρα τῶν ἐπὶ χθονὶκτείνασʼ, ὁποῖον ἄλλον οὐκ ὄψει ποτέ.τί σῖγʼ ἀφέρπεις; οὐ κάτοισθʼ ὁθούνεκαξυνηγορεῖς σιγῶσα τῷ κατηγόρῳ;ἐᾶτʼ ἀφέρπειν· οὖρος ὀφθαλμῶν ἐμῶναὐτῇ γένοιτʼ ἄπωθεν ἑρπούσῃ καλός.ὄγκον γὰρ ἄλλως ὀνόματος τί δεῖ τρέφεινμητρῷον, ἥτις μηδὲν ὡς τεκοῦσα δρᾷ;ἀλλʼ ἑρπέτω χαίρουσα· τὴν δὲ τέρψιν ἣντὠμῷ δίδωσι πατρί, τήνδʼ αὐτὴ λάβοι.
ἴδʼ οἷον, ὦ παῖδες, προσέμιξεν ἄφαρτοὔπος τὸ θεοπρόπον ἡμῖντᾶς παλαιφάτου προνοίας,ὅ τʼ ἔλακεν, ὁπότε τελεόμηνος ἐκφέροιδωδέκατος ἄροτος, ἀναδοχὰν τελεῖν πόνωντῷ Διὸς αὐτόπαιδι· καὶ τάδʼ ὀρθῶςἔμπεδα κατουρίζει. πῶς γὰρ ἂν ὁ μὴ λεύσσωνἔτι ποτʼ ἔτʼ ἐπίπονον πόνων ἔχοι θανὼν λατρείαν;εἰ γάρ σφε Κενταύρου φονίᾳ νεφέλᾳχρίει δολοποιὸς ἀνάγκαπλευρά, προστακέντος ἰοῦ,ὃν τέκετο θάνατος, ἔτρεφε δʼ αἰόλος δράκων,πῶς ὅδʼ ἂν ἀέλιον ἕτερον ἢ τανῦν ἴδοι,δεινοτάτῳ μὲν ὕδρας προστετακὼςφάσματι; μελαγχαίτα δʼ ἄμμιγά νιν αἰκίζειΝέσσου ὑποφόνια δολιόμυθα κέντρʼ ἐπιζέσαντα.ὧν ἅδʼ ἁ τλάμων ἄοκνος μεγάλαν προορῶσαδόμοισι βλάβαν νέωνἀΐσσουσαν γάμων τὰ μὲν αὐτὰ προσέβαλε, τὰδʼ ἀπʼ ἀλλόθρουγνώμας μολόντʼ ὀλεθρίαισι συναλλαγαῖςἦ που ὀλοὰ στένει,ἦ που ἀδινῶν χλωρὰντέγγει δακρύων ἄχναν.ἁ δʼ ἐρχομένα μοῖρα προφαίνει δολίανκαὶ μεγάλαν ἄταν.ἔρρωγεν παγὰ δακρύων· κέχυται νόσος, ὦ πόποι,οἷον ἀναρσίωνοὔπω Ἡρακλέους ἀγακλειτὸν ἐπέμολε πάθος οἰκτίσαι.ἰὼ κελαινὰ λόγχα προμάχου δορός,ἃ τότε θοὰν νύμφανἄγαγες ἀπʼ αἰπεινᾶςτάνδʼ Οἰχαλίας αἰχμᾷ·ἁ δʼ ἀμφίπολος Κύπρις ἄναυδος φανερὰτῶνδʼ ἐφάνη πράκτωρ.
πότερον ἐγὼ μάταιος, ἢ κλύω τινὸςοἴκτου διʼ οἴκων ἀρτίως ὁρμωμένου; τί φημι;ἠχεῖ τις οὐκ ἄσημον, ἀλλὰ δυστυχῆκωκυτὸν εἴσω, καί τι καινίζει στέγη.ξύνες δὲτήνδʼ ὡς κατηφὴς καὶ συνωφρυωμένηχωρεῖ πρὸς ἡμᾶς γραῖα σημανοῦσά τι.ὦ παῖδες, ὡς ἄρʼ ἡμὶν οὐ σμικρῶν κακῶνἦρξεν τὸ δῶρον Ἡρακλεῖ τὸ πόμπιμον.τί δʼ, ὦ γεραιά, καινοποιηθὲν λέγεις;βέβηκε Δῃάνειρα τὴν πανυστάτηνὁδῶν ἁπασῶν ἐξ ἀκινήτου ποδός.οὐ δή ποθʼ ὡς θανοῦσα;πάντʼ ἀκήκοας.τέθνηκεν ἡ τάλαινα;δεύτερον κλύεις.τάλαινʼ ὀλεθρία· τίνι τρόπῳ θανεῖν σφε φής;σχετλιώτατά γε πρὸς πρᾶξιν.εἰπὲ τῷ μόρῳ,γύναι, ξυντρέχει.αὑτὴν διηΐστωσε.τίς θυμὸς ἢ τίνες νόσοιτάνδʼ αἰχμᾷ βέλεος κακοῦ ξυνεῖλε; πως ἐμήσατοπρὸς θανάτῳ θάνατον ἀνύσασα μόνα;στονόεντος ἐν τομᾷ σιδάρου.ἐπεῖδες, ὦ ματαία, τάνδε τὴν ὕβριν;ἐπεῖδον, ὡς δὴ πλησία παραστάτις.τίς ἦν; πῶς; φέρʼ εἰπέ.αὐτὴ πρὸς αὑτῆς χειροποιεῖται τάδε.τί φωνεῖς;σαφηνῆ.ἔτεκεν ἔτεκε δὴ μεγάλανἁ νέορτος ἅδε νύμφαδόμοισι τοῖσδʼ ἐρινύν.ἄγαν γε· μᾶλλον δʼ, εἰ παροῦσα πλησίαἔλευσσες οἷʼ ἔδρασε, κάρτʼ ἂν ᾤκτισας.καὶ ταῦτʼ ἔτλη τις χεὶρ γυναικεία κτίσαι;δεινῶς γε· πεύσει δʼ, ὥστε μαρτυρεῖν ἐμοί.ἐπεὶ γὰρ ἦλθε δωμάτων εἴσω μόνηκαὶ παῖδʼ ἐν αὐλαῖς εἶδε κοῖλα δέμνιαστορνύνθʼ, ὅπως ἄψορρον ἀντῴη πατρί,κρύψασʼ ἑαυτὴν ἔνθα μή τις εἰσίδοι,βρυχᾶτο μὲν βωμοῖσι προσπίπτουσʼ ὅτιγένοιντʼ ἔρημοι, ʼκλαιε δʼ ὀργάνων ὅτουψαύσειεν οἷς ἐχρῆτο δειλαία πάρος·ἄλλῃ δὲ κἄλλῃ δωμάτων στρωφωμένη,εἴ του φίλων βλέψειεν οἰκετῶν δέμας,ἔκλαιεν ἡ δύστηνος εἰσορωμένη,αὐτὴ τὸν αὑτῆς δαίμονʼ ἀνακαλουμένηκαὶ τὰς ἄπαιδας ἐς τὸ λοιπὸν οὐσίας.ἐπεὶ δὲ τῶνδʼ ἔληξεν, ἐξαίφνης σφʼ ὁρῶτὸν Ἡράκλειον θάλαμον εἰσορμωμένην.κἀγὼ λαθραῖον ὄμμʼ ἐπεσκιασμένηφρούρουν· ὁρῶ δὲ τὴν γυναῖκα δεμνίοιςτοῖς Ἡρακλείοις στρωτὰ βάλλουσαν φάρη.ὅπως δʼ ἐτέλεσε τοῦτʼ, ἐπενθοροῦσʼ ἄνωκαθέζετʼ ἐν μέσοισιν εὐνατηρίοις,καὶ δακρύων ῥήξασα θερμὰ νάματαἔλεξεν· ὦ λέχη τε καὶ νυμφεῖʼ ἐμά,τὸ λοιπὸν ἤδη χαίρεθʼ, ὡς ἔμʼ οὔποτεδέξεσθʼ ἔτʼ ἐν κοίταισι ταῖσδʼ εὐνάτριαν.τοσαῦτα φωνήσασα συντόνῳ χερὶλύει τὸν αὑτῆς πέπλον, ᾗ χρυσήλατοςπρούκειτο μαστῶν περονίς, ἐκ δʼ ἐλώπισενπλευρὰν ἅπασαν ὠλένην τʼ εὐώνυμον.κἀγὼ δρομαία βᾶσʼ, ὅσονπερ ἔσθενον,τῷ παιδὶ φράζω τῆς τεχνωμένης τάδε.κἀν ᾧ τὸ κεῖσε δεῦρό τʼ ἐξορμώμεθα,ὁρῶμεν αὐτὴν ἀμφιπλῆγι φασγάνῳπλευρὰν ὑφʼ ἧπαρ καὶ φρένας πεπληγμένην.ἰδὼν δʼ ὁ παῖς ᾤμωξεν· ἔγνω γὰρ τάλαςτοὔργον κατʼ ὀργὴν ὡς ἐφάψειεν τόδε,ὄψʼ ἐκδιδαχθεὶς τῶν κατʼ οἶκον οὕνεκαἄκουσα πρὸς τοῦ θηρὸς ἔρξειεν τάδε.κἀνταῦθʼ ὁ παῖς δύστηνος οὔτʼ ὀδυρμάτωνἐλείπετʼ οὐδέν, ἀμφί νιν γοώμενος,οὔτʼ ἀμφιπίπτων στόμασιν, ἀλλὰ πλευρόθενπλευρὰν παρεὶς ἔκειτο πόλλʼ ἀναστένων,ὥς νιν ματαίως αἰτίᾳ βάλοι κακῇ,κλαίων ὁθούνεκʼ ἐκ δυοῖν ἔσοιθʼ ἅμα,πατρός τʼ ἐκείνης τʼ, ὠρφανισμένος βίον.τοιαῦτα τἀνθάδʼ ἐστίν· ὥστʼ εἴ τις δύοἢ καί τι πλείους ἡμέρας λογίζεται,μάταιός ἐστιν· οὐ γὰρ ἔσθʼ ἥ γʼ αὔριον,πρὶν εὖ πάθῃ τις τὴν παροῦσαν ἡμέραν.
πότερα πρότερον ἐπιστένω,πότερα μέλεα περαιτέρω,δύσκριτʼ ἔμοιγε δυστάνῳ.τάδε μὲν ἔχομεν ὁρᾶν δόμοις,τάδε δὲ μένομεν ἐπʼ ἐλπίσιν·κοινὰ δʼ ἔχειν τε καὶ μέλλειν.εἴθʼ ἀνεμόεσσά τιςγένοιτʼ ἔπουρος ἑστιῶτις αὔρα,ἥτις μʼ ἀποικίσειεν ἐκ τόπων, ὅπωςτὸν Δῖον ἄλκιμον γόνονμὴ ταρβαλέα θάνοιμιμοῦνον εἰσιδοῦσʼ ἄφαρ·ἐπεὶ ἐν δυσαπαλλάκτοις ὀδύναιςχωρεῖν πρὸ δόμων λέγουσινἄσπετόν τι θαῦμα.ἀγχοῦ δʼ ἄρα κοὐ μακρὰνπρούκλαιον, ὀξύφωνος ὡς ἀηδών.ξένων γὰρ ἐξόμιλος ἥδε τις βάσις.πᾷ δʼ αὖ φορεῖ νιν; ὡς φίλουπροκηδομένα βαρεῖανἄψοφον φέρει βάσιν.αἰαῖ, ὅδʼ ἀναύδατος φέρεται.τί χρὴ θανόντα νιν ἢ καθʼὕπνον ὄντα κρῖναι;
οἴμοι ἐγὼ σοῦ,πάτερ, οἴμοι ἐγὼ σοῦ μέλεος.τί πάθω; τί δὲ μήσομαι; οἴμοι.σίγα, τέκνον, μὴ κινήσῃςἀγρίαν ὀδύνην πατρὸς ὠμόφρονος·ζῇ γὰρ προπετής· ἀλλʼ ἴσχε δακὼν στόμα σόν.πῶς φής, γέρον; ἦ ζῇ;οὐ μὴ ʼξεγερεῖς τὸν ὕπνῳ κάτοχονκἀκκινήσεις κἀναστήσειςφοιτάδα δεινὴν νόσον, ὦ τέκνον.ἀλλʼ ἐπί μοι μελέῳβάρος ἄπλετον· ἐμμέμονεν φρήν.ὦ Ζεῦ,ποῖ γᾶς ἥκω; παρὰ τοῖσι βροτῶνκεῖμαι πεπονημένος ἀλλήκτοιςὀδύναις; οἴμοι μοι ἐγὼ τλάμων·ἡ δʼ αὖ μιαρὰ βρύκει. φεῦ.ἆρʼ ἐξῄδη σʼ ὅσον ἦν κέρδοςσιγῇ κεύθειν καὶ μὴ σκεδάσαιτῷδʼ ἀπὸ κρατὸς βλεφάρων θʼ ὕπνον;οὐ γὰρ ἔχω πῶς ἂνστέρξαιμι κακὸν τόδε λεύσσων.ὦ Κηναία κρηπὶς βωμῶν,ἱερῶν οἵαν οἵων ἐπί μοιμελέῳ χάριν ἠνύσω· ὦ Ζεῦ.οἵαν μʼ ἄρʼ ἔθου λώβαν, οἵαν·ἣν μή ποτʼ ἐγὼ προσιδεῖν ὁ τάλαςὤφελον ὄσσοις, τόδʼ ἀκήλητονμανίας ἄνθος καταδερχθῆναι.τίς γὰρ ἀοιδός, τίς ὁ χειροτέχνηςἰατορίας, ὃς τήνδʼ ἄτηνχωρὶς Ζηνὸς κατακηλήσει;θαῦμʼ ἂν πόρρωθεν ἰδοίμην.
ἒ ἔ,ἐᾶτέ μʼ, ἐᾶτέ με δύσμορον ὕστατον,ἐᾶθʼ ὕστατον εὐνᾶσθαι.πᾷ πᾷ μου ψαύεις; ποῖ κλίνεις;ἀπολεῖς μʼ, ἀπολεῖς.ἀνατέτροφας ὅ τι καὶ μύσῃ.ἧπταί μου, τοτοτοῖ, ἥδʼ αὖθʼ ἕρπει. πόθεν ἔστʼ, ὦπάντων Ἑλλάνων ἀδικώτατοι ἀνέρες, οὓς δὴπολλὰ μὲν ἐν πόντῳ κατά τε δρία πάντα καθαίρωνὠλεκόμαν ὁ τάλας, καὶ νῦν ἐπὶ τῷδε νοσοῦντιοὐ πῦρ, οὐκ ἔγχος τις ὀνήσιμον οὐκ ἐπιτρέψει;ἒ ἔ,οὐδʼ ἀπαράξαι κρᾶτα βίᾳ θέλειμολὼν τοῦ στυγεροῦ; φεῦ φεῦ.ὦ παῖ τοῦδʼ ἀνδρός, τοὔργον τόδε μεῖζον ἀνήκειἢ κατʼ ἐμὰν ῥώμαν· σὺ δὲ σύλλαβε. σοὶ γὰρ ἑτοίμαἐς πλέον ἢ διʼ ἐμοῦ σῴζειν.ψαύω μὲν ἔγωγε,λαθίπονον δʼ ὀδυνᾶν οὔτʼ ἔνδοθεν οὔτε θύραθενἔστι μοι ἐξανύσαι βίοτον· τοιαῦτα νέμει Ζεύς.ὦ παῖ, ποῦ ποτʼ εἶ; τᾷδέ με τᾷδέ μεπρόσλαβε κουφίσας. ἒ ἔ, ἰὼ δαῖμον.θρῴσκει δʼ αὖ, θρῴσκει δειλαίαδιολοῦσʼ ἡμᾶςἀποτίβατος ἀγρία νόσος.ὦ Παλλὰς Παλλάς, τόδε μʼ αὖ λωβᾶται. ἰὼ παῖ,τὸν φύτορʼ οἰκτίρας, ἀνεπίφθονον εἴρυσον ἔγχος,παῖσον ἐμᾶς ὑπὸ κλῇδος· ἀκοῦ δʼ ἄχος, ᾧ μʼ ἐχόλωσενσὰ μάτηρ ἄθεος, τὰν ὧδʼ ἐπίδοιμι πεσοῦσαναὔτως, ὧδʼ αὔτως ὥς μʼ ὤλεσεν. ὦ γλυκὺς Ἅιδας,ὦ Διὸς αὐθαίμων, εὔνασον εὔνασον μʼὠκυπέτᾳ μόρῳ τὸν μέλεον φθίσας.
κλύουσʼ ἔφριξα τάσδε συμφοράς, φίλαι,ἄνακτος, οἵαις οἷος ὢν ἐλαύνεται.ὦ πολλὰ δὴ καὶ θερμὰ κοὐ λόγῳ κακὰκαὶ χερσὶ καὶ νώτοισι μοχθήσας ἐγώ·κοὔπω τοιοῦτον οὔτʼ ἄκοιτις ἡ Διὸςπρούθηκεν οὔθʼ ὁ στυγνὸς Εὐρυσθεὺς ἐμοί,οἷον τόδʼ ἡ δολῶπις Οἰνέως κόρηκαθῆψεν ὤμοις τοῖς ἐμοῖς Ἐρινύωνὑφαντὸν ἀμφίβληστρον, ᾧ διόλλυμαι.πλευραῖσι γὰρ προσμαχθὲν ἐκ μὲν ἐσχάταςβέβρωκε σάρκας, πλεύμονός τʼ ἀρτηρίαςῥοφεῖ ξυνοικοῦν, ἐκ δὲ χλωρὸν αἷμά μουπέπωκεν ἤδη, καὶ διέφθαρμαι δέμαςτὸ πᾶν, ἀφράστῳ τῇδε χειρωθεὶς πέδῃ.κοὐ ταῦτα λόγχη πεδιάς, οὔθʼ ὁ γηγενὴςστρατὸς Γιγάντων οὔτε θήρειος βία,οὔθʼ Ἑλλὰς οὔτʼ ἄγλωσσος οὔθʼ ὅσην ἐγὼγαῖαν καθαίρων ἱκόμην, ἔδρασέ πω·γυνὴ δέ, θῆλυς φῦσα κοὐκ ἀνδρὸς φύσιν,μόνη με δὴ καθεῖλε φασγάνου δίχα.ὦ παῖ, γενοῦ μοι παῖς ἐτήτυμος γεγώς,καὶ μὴ τὸ μητρὸς ὄνομα πρεσβεύσῃς πλέον.δός μοι χεροῖν σαῖν αὐτὸς ἐξ οἴκου λαβὼνἐς χεῖρα τὴν τεκοῦσαν, ὡς εἰδῶ σάφαεἰ τοὐμὸν ἀλγεῖς μᾶλλον ἢ κείνης ὁρῶνλωβητὸν εἶδος ἐν δίκῃ κακούμενον.ἴθʼ, ὦ τέκνον, τόλμησον· οἴκτιρόν τέ μεπολλοῖσιν οἰκτρόν, ὅστις ὥστε παρθένοςβέβρυχα κλαίων, καὶ τόδʼ οὐδʼ ἂν εἷς ποτετόνδʼ ἄνδρα φαίη πρόσθʼ ἰδεῖν δεδρακότα,ἀλλʼ ἀστένακτος αἰὲν εἱπόμην κακοῖς.νῦν δʼ ἐκ τοιούτου θῆλυς ηὕρημαι τάλας.καὶ νῦν προσελθὼν στῆθι πλησίον πατρός,σκέψαι θʼ ὁποίας ταῦτα συμφορᾶς ὕποπέπονθα· δείξω γὰρ τάδʼ ἐκ καλυμμάτων.ἰδού, θεᾶσθε πάντες ἄθλιον δέμας,ὁρᾶτε τὸν δύστηνον, ὡς οἰκτρῶς ἔχω.αἰαῖ, ἆ τάλας,ἔθαλψεν ἄτης σπασμὸς ἀρτίως ὅδʼ αὖ,διῇξε πλευρῶν, οὐδʼ ἀγύμναστόν μʼ ἐᾶνἔοικεν ἡ τάλαινα διάβορος νόσος.ὦναξ Ἀίδη, δέξαι μʼ,ὦ Διὸς ἀκτίς, παῖσον,ἔνσεισον, ὦναξ, ἐγκατάσκηψον βέλος,πάτερ, κεραυνοῦ· δαίνυται γὰρ αὖ πάλιν,ἤνθηκεν, ἐξωρμήκεν. ὦ χέρες χέρες,ὦ νῶτα καὶ στέρνʼ, ὦ φίλοι βραχίονες,ὑμεῖς δὲ κεῖνοι δὴ καθέσταθʼ, οἵ ποτεΝεμέας ἔνοικον, βουκόλων ἀλάστοραλέοντʼ, ἄπλατον θρέμμα κἀπροσήγορον,βίᾳ κατειργάσασθε, Λερναίαν θʼ ὕδραν,διφυῆ τʼ ἄμικτον ἱπποβάμονα στρατὸνθηρῶν, ὑβριστὴν ἄνομον, ὑπέροχον βίαν,Ἐρυμάνθιόν τε θῆρα, τόν θʼ ὑπὸ χθονὸςἍιδου τρίκρανον σκύλακʼ, ἀπρόσμαχον τέρας,δεινῆς Ἐχίδνης θρέμμα, τόν τε χρυσέωνδράκοντα μήλων φύλακʼ ἐπʼ ἐσχάτοις τόποις.ἄλλων τε μόχθων μυρίων ἐγευσάμην,κοὐδεὶς τροπαῖʼ ἔστησε τῶν ἐμῶν χερῶν.νῦν δʼ ὧδʼ ἄναρθρος καὶ κατερρακωμένοςτυφλῆς ὑπʼ ἄτης ἐκπεπόρθημαι τάλας,ὁ τῆς ἀρίστης μητρὸς ὠνομασμένος,ὁ τοῦ κατʼ ἄστρα Ζηνὸς αὐδηθεὶς γόνος.ἀλλʼ εὖ γέ τοι τόδʼ ἴστε, κἂν τὸ μηδὲν ὦκἂν μηδὲν ἕρπω, τήν γε δράσασαν τάδεχειρώσομαι κἀκ τῶνδε· προσμόλοι μόνον,ἵνʼ ἐκδιδαχθῇ πᾶσιν ἀγγέλλειν ὅτικαὶ ζῶν κακούς γε καὶ θανὼν ἐτισάμην.ὦ τλῆμον Ἑλλάς, πένθος οἷον εἰσορῶἕξουσαν, ἀνδρὸς τοῦδέ γʼ εἰ σφαλήσεται.ἐπεὶ παρέσχες ἀντιφωνῆσαι, πάτερ,σιγὴν παρασχὼν κλῦθί μου, νοσῶν ὅμως·αἰτήσομαι γάρ σʼ ὧν δίκαια τυγχάνειν.δός μοι σεαυτόν, μὴ τοσοῦτον ὡς δάκνειθυμῷ δύσοργος· οὐ γὰρ ἂν γνοίης ἐν οἷςχαίρειν προθυμεῖ κἀν ὅτοις ἀλγεῖς μάτην.εἰπὼν ὃ χρῄζεις λῆξον· ὡς ἐγὼ νοσῶνοὐδὲν ξυνίημʼ ὧν σὺ ποικίλλεις πάλαι.τῆς μητρὸς ἥκω τῆς ἐμῆς φράσων ἐν οἷςνῦν ἐστιν ὥς θʼ ἥμαρτεν οὐχ ἑκουσία.ὦ παγκάκιστε, καὶ παρεμνήσω γὰρ αὖτῆς πατροφόντου μητρός, ὡς κλύειν ἐμέ;ἔχει γὰρ οὕτως ὥστε μὴ σιγᾶν πρέπειν.οὐ δῆτα τοῖς γε πρόσθεν ἡμαρτημένοις.ἀλλʼ οὐδὲ μὲν δὴ τοῖς γʼ ἐφʼ ἡμέραν ἐρεῖς.λέγʼ, εὐλαβοῦ δὲ μὴ φανῇς κακὸς γεγώς.λέγω· τέθνηκεν ἀρτίως νεοσφαγής.πρὸς τοῦ; τέρας τοι διὰ κακῶν ἐθέσπισας.αὐτὴ πρὸς αὑτῆς, οὐδενὸς πρὸς ἐκτόπου.οἴμοι· πρὶν ὡς χρῆν σφʼ ἐξ ἐμῆς θανεῖν χερός;κἂν σοῦ στραφείη θυμός, εἰ τὸ πᾶν μάθοις.δεινοῦ λόγου κατῆρξας· εἰπὲ δʼ ᾗ νοεῖς.ἅπαν τὸ χρῆμʼ, ἥμαρτε χρηστὰ μωμένη.χρήστʼ, ὦ κάκιστε, πατέρα σὸν κτείνασα δρᾷ;στέργημα γὰρ δοκοῦσα προσβαλεῖν σέθενἀπήμπλαχʼ, ὡς προσεῖδε τοὺς ἔνδον γάμους.καὶ τίς τοσοῦτος φαρμακεὺς Τραχινίων;Νέσσος πάλαι Κένταυρος ἐξέπεισέ νιντοιῷδε φίλτρῳ τὸν σὸν ἐκμῆναι πόθον.ἰοὺ ἰοὺ δύστηνος, οἴχομαι τάλας·ὄλωλʼ ὄλωλα, φέγγος οὐκέτʼ ἔστι μοι.οἴμοι, φρονῶ δὴ ξυμφορᾶς ἵνʼ ἕσταμεν.ἴθʼ, ὦ τέκνον, πατὴρ γὰρ οὐκέτʼ ἔστι σοι·κάλει τὸ πᾶν μοι σπέρμα σῶν ὁμαιμόνων,κάλει δὲ τὴν τάλαιναν Ἀλκμήνην, Διὸςμάτην ἄκοιτιν, ὡς τελευταίαν ἐμοῦφήμην πύθησθε θεσφάτων ὅσʼ οἶδʼ ἐγώ.ἀλλʼ οὔτε μήτηρ ἐνθάδʼ, ἀλλʼ ἐπακτίᾳΤίρυνθι συμβέβηκεν ὥστʼ ἔχειν ἕδραν.παίδων δὲ τοὺς μὲν ξυλλαβοῦσʼ αὐτὴ τρέφει,τοὺς δʼ ἂν τὸ Θήβης ἄστυ ναίοντας μάθοις·ἡμεῖς δʼ ὅσοι πάρεσμεν, εἴ τι χρή, πάτερ,πράσσειν, κλύοντες ἐξυπηρετήσομεν.σὺ δʼ οὖν ἄκουε τοὔργον· ἐξήκεις δʼ ἵναφανεῖς ὁποῖος ὢν ἀνὴρ ἐμὸς καλεῖ.ἐμοὶ γὰρ ἦν πρόφαντον ἐκ πατρὸς πάλαι,τῶν ἐμπνεόντων μηδενὸς θανεῖν ὕπο,ἀλλʼ ὅστις Ἅιδου φθίμενος οἰκήτωρ πέλοι.ὅδʼ οὖν ὁ θὴρ Κένταυρος, ὡς τὸ θεῖον ἦνπρόφαντον, οὕτω ζῶντά μʼ ἔκτεινεν θανών.φανῶ δʼ ἐγὼ τούτοισι συμβαίνοντʼ ἴσαμαντεῖα καινά, τοῖς πάλαι ξυνήγορα,ἃ τῶν ὀρείων καὶ χαμαικοιτῶν ἐγὼΣελλῶν ἐσελθὼν ἄλσος εἰσεγραψάμηνπρὸς τῆς πατρῴας καὶ πολυγλώσσου δρυός,ἥ μοι χρόνῳ τῷ ζῶντι καὶ παρόντι νῦνἔφασκε μόχθων τῶν ἐφεστώτων ἐμοὶλύσιν τελεῖσθαι· κἀδόκουν πράξειν καλῶς.τὸ δʼ ἦν ἄρʼ οὐδὲν ἄλλο πλὴν θανεῖν ἐμέ.τοῖς γὰρ θανοῦσι μόχθος οὐ προσγίγνεται.ταῦτʼ οὖν ἐπειδὴ λαμπρὰ συμβαίνει, τέκνον,δεῖ σʼ αὖ γενέσθαι τῷδε τἀνδρὶ σύμμαχονκαὶ μὴ ʼπιμεῖναι τοὐμὸν ὀξῦναι στόμα,ἀλλʼ αὐτὸν εἰκαθόντα συμπράσσειν, νόμονκάλλιστον ἐξευρόντα, πειθαρχεῖν πατρί.ἀλλʼ, ὦ πάτερ, ταρβῶ μὲν εἰς λόγου στάσιντοιάνδʼ ἐπελθών, πείσομαι δʼ ἅ σοι δοκεῖ.ἔμβαλλε χεῖρα δεξιὰν πρώτιστά μοι·ὡς πρὸς τί πίστιν τήνδʼ ἄγαν ἐπιστρέφεις;οὐ θᾶσσον οἴσεις μηδʼ ἀπιστήσεις ἐμοί;ἰδοὺ προτείνω, κοὐδὲν ἀντειρήσεται.ὄμνυ Διός νυν τοῦ με φύσαντος κάρα,ἦ μὴν τί δράσειν; καὶ τόδʼ ἐξειρήσεται;ἦ μὴν ἐμοὶ τὸ λεχθὲν ἔργον ἐκτελεῖν.ὄμνυμʼ ἔγωγε, Ζῆνʼ ἔχων ἐπώμοτον.εἰ δʼ ἐκτὸς ἔλθοις, πημονὰς εὔχου λαβεῖν.οὐ μὴ λάβω· δράσω γάρ· εὔχομαι δʼ ὅμως·οἶσθʼ οὖν τὸν Οἴτης Ζηνὸς ὕψιστον πάγον;οἶδʼ, ὡς θυτήρ γε πολλὰ δὴ σταθεὶς ἄνω.ἐνταῦθά νυν χρὴ τοὐμὸν ἐξάραντά σεσῶμʼ αὐτόχειρα καὶ ξὺν οἷς χρῄζεις φίλων.πολλὴν μὲν ὕλην τῆς βαθυρρίζου δρυὸςκείραντα, πολλὸν δʼ ἄρσενʼ ἐκτεμόνθʼ ὁμοῦἄγριον ἔλαιον, σῶμα τοὐμὸν ἐμβαλεῖν,καὶ πευκίνης λαβόντα λαμπάδος σέλαςπρῆσαι. γόου δὲ μηδὲν εἰσίτω δάκρυ,ἀλλʼ ἀστένακτος κἀδάκρυτος, εἴπερ εἶτοῦδʼ ἀνδρός, ἔρξον· εἰ δὲ μή, μενῶ σʼ ἐγὼκαὶ νέρθεν ὢν ἀραῖος εἰσαεὶ βαρύς.οἴμοι, πάτερ, τί δʼ εἶπας; οἷά μʼ εἴργασαι.ὁποῖα δραστέʼ ἐστίν· εἰ δὲ μή, πατρὸςἄλλου γενοῦ του μηδʼ ἐμὸς κληθῇς ἔτι.οἴμοι μάλʼ αὖθις, οἷά μʼ ἐκκαλεῖ, πάτερ,φονέα γενέσθαι καὶ παλαμναῖον σέθεν.οὐ δῆτʼ ἔγωγʼ, ἀλλʼ ὧν ἔχω παιώνιονκαὶ μοῦνον ἰατῆρα τῶν ἐμῶν κακῶν.καὶ πῶς ὑπαίθων σῶμʼ ἂν ἰῴμην τὸ σόν;ἀλλʼ εἰ φοβεῖ πρὸς τοῦτο, τἄλλα γʼ ἔργασαι.φορᾶς γέ τοι φθόνησις οὐ γενήσεται.ἦ καὶ πυρᾶς πλήρωμα τῆς εἰρημένης;ὅσον γʼ ἂν αὐτὸς μὴ ποτιψαύων χεροῖν·τὰ δʼ ἄλλα πράξω κοὐ καμεῖ τοὐμὸν μέρος.ἀλλʼ ἀρκέσει καὶ ταῦτα· πρόσνειμαι δέ μοιχάριν βραχεῖαν πρὸς μακροῖς ἄλλοις διδούς.εἰ καὶ μακρὰ κάρτʼ ἐστίν, ἐργασθήσεται.τὴν Εὐρυτείαν οἶσθα δῆτα παρθένον;Ἰόλην ἔλεξας, ὥς γʼ ἐπεικάζειν ἐμέ.ἔγνως. τοσοῦτον δή σʼ ἐπισκήπτω, τέκνον·ταύτην ἐμοῦ θανόντος, εἴπερ εὐσεβεῖνβούλει, πατρῴων ὁρκίων μεμνημένος,προσθοῦ δάμαρτα, μηδʼ ἀπιστήσῃς πατρί·μηδʼ ἄλλος ἀνδρῶν τοῖς ἐμοῖς πλευροῖς ὁμοῦκλιθεῖσαν αὐτὴν ἀντὶ σοῦ λάβῃ ποτέ,ἀλλʼ αὐτός, ὦ παῖ, τοῦτο κήδευσον λέχος.πείθου· τὸ γάρ τοι μεγάλα πιστεύσαντʼ ἐμοὶσμικροῖς ἀπιστεῖν τὴν πάρος συγχεῖ χάριν.οἴμοι· τὸ μὲν νοσοῦντι θυμοῦσθαι κακόν,τὸ δʼ ὧδʼ ὁρᾶν φρονοῦντα τίς ποτʼ ἂν φέροι;ὡς ἐργασείων οὐδὲν ὧν λέγω θροεῖς.τίς γάρ ποθʼ, ἥ μοι μητρὶ μὲν θανεῖν μόνημεταίτιος σοί τʼ αὖθις ὡς ἔχεις ἔχειν,τίς ταῦτʼ ἄν, ὅστις μὴ ʼξ ἀλαστόρων νοσοῖ,ἕλοιτο; κρεῖσσον κἀμέ γʼ, ὦ πάτερ, θανεῖνἢ τοῖσιν ἐχθίστοισι συνναίειν ὁμοῦ.ἁνὴρ ὅδʼ, ὡς ἔοικεν, οὐ νεμεῖν ἐμοὶφθίνοντι μοῖραν· ἀλλά τοι θεῶν ἀρὰμενεῖ σʼ ἀπιστήσαντα τοῖς ἐμοῖς λόγοις.ὤμοι, τάχʼ, ὡς ἔοικας, ὡς νοσεῖς φράσεις.σὺ γάρ μʼ ἀπʼ εὐνασθέντος ἐκκινεῖς κακοῦ.δείλαιος, ὡς ἐς πολλὰ τἀπορεῖν ἔχω.οὐ γὰρ δικαιοῖς τοῦ φυτεύσαντος κλύειν.ἀλλʼ ἐκδιδαχθῶ δῆτα δυσσεβεῖν, πάτερ;οὐ δυσσέβεια, τοὐμὸν εἰ τέρψεις κέαρ.πράσσειν ἄνωγας οὖν με πανδίκως τάδε;ἔγωγε· τούτων μάρτυρας καλῶ θεούς.τοιγὰρ ποήσω κοὐκ ἀπώσομαι, τὸ σὸνθεοῖσι δεικνὺς ἔργον· οὐ γὰρ ἄν ποτεκακὸς φανείην σοί γε πιστεύσας, πάτερ.καλῶς τελευτᾷς, κἀπὶ τοῖσδε τὴν χάρινταχεῖαν, ὦ παῖ, πρόσθες, ὡς πρὶν ἐμπεσεῖνσπαραγμὸν ἤ τινʼ οἶστρον, ἐς πυράν με θῇς.ἄγʼ ἐγκονεῖτʼ, αἴρεσθε· παῦλά τοι κακῶναὕτη, τελευτὴ τοῦδε τἀνδρὸς ὑστάτη.ἀλλʼ οὐδὲν εἴργει σοὶ τελειοῦσθαι τάδε,ἐπεὶ κελεύεις κἀξαναγκάζεις, πάτερ.ἄγε νυν, πρὶν τήνδʼ ἀνακινῆσαινόσον, ὦ ψυχὴ σκληρά, χάλυβοςλιθοκόλλητον στόμιον παρέχουσʼ,ἀνάπαυε βοήν, ὡς ἐπίχαρτοντελέουσʼ ἀεκούσιον ἔργον.αἴρετʼ, ὀπαδοί, μεγάλην μὲν ἐμοὶτούτων θέμενοι συγγνωμοσύνην,μεγάλην δὲ θεῶν ἀγνωμοσύνηνεἰδότες ἔργων τῶν πρασσομένων,οἳ φύσαντες καὶ κλῃζόμενοιπατέρες τοιαῦτʼ ἐφορῶσι πάθη.τὰ μὲν οὖν μέλλοντʼ οὐδεὶς ἐφορᾷ,τὰ δὲ νῦν ἑστῶτʼ οἰκτρὰ μὲν ἡμῖν,αἰσχρὰ δʼ ἐκείνοις,χαλεπώτατα δʼ οὖν ἀνδρῶν πάντωντῷ τήνδʼ ἄτην ὑπέχοντι.λείπου μηδὲ σύ, παρθένʼ, ἀπʼ οἴκων,μεγάλους μὲν ἰδοῦσα νέους θανάτους,πολλὰ δὲ πήματα καὶ καινοπαθῆ,κοὐδὲν τούτων ὅ τι μὴ Ζεύς.