Μετάβαση στο περιεχόμενο
grecolingua.gr
Σοφοκλῆς · Ἠλέκτρα
Δρᾶμα · -410

Ἠλέκτρα

Σοφοκλῆς
Περιεχόμενα · 13 κεφάλαια
  1. Πρόλογος9 παρ.
  2. Πάροδος14 παρ.
  3. Αʹ Ἐπεισόδιον55 παρ.
  4. Αʹ Στάσιμον3 παρ.
  5. Βʹ Ἐπεισόδιον47 παρ.
  6. Βʹ Στάσιμον28 παρ.
  7. Γʹ Ἐπεισόδιον67 παρ.
  8. Γʹ Στάσιμον4 παρ.
  9. Δʹ Ἐπεισόδιον77 παρ.
  10. Δʹ Στάσιμον23 παρ.
  11. Εʹ Ἐπεισόδιον23 παρ.
  12. Εʹ Στάσιμον35 παρ.
  13. Ἔξοδος36 παρ.
ΠΑΙΔΑΓΩΓΟΣ
ὦ τοῦ στρατηγήσαντος ἐν Τροίᾳ ποτὲἈγαμέμνονος παῖ, νῦν ἐκεῖνʼ ἔξεστί σοιπαρόντι λεύσσειν, ὧν πρόθυμος ἦσθʼ ἀεί.τὸ γὰρ παλαιὸν Ἄργος οὑπόθεις τόδε,τῆς οἰστροπλῆγος ἄλσος Ἰνάχου κόρης·αὕτη δʼ, Ὀρέστα, τοῦ λυκοκτόνου θεοῦἀγορὰ Λύκειος· οὑξ ἀριστερᾶς δʼ ὅδεἭρας ὁ κλεινὸς ναός· οἷ δʼ ἱκάνομεν,φάσκειν Μυκήνας τὰς πολυχρύσους ὁρᾶνπολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε,ὅθεν σε πατρὸς ἐκ φονῶν ἐγώ ποτεπρὸς σῆς ὁμαίμου καὶ κασιγνήτης λαβὼνἤνεγκα κἀξέσωσα κἀξεθρεψάμηντοσόνδʼ ἐς ἥβης, πατρὶ τιμωρὸν φόνου.νῦν οὖν, Ὀρέστα καὶ σὺ φίλτατε ξένωνΠυλάδη, τί χρὴ δρᾶν ἐν τάχει βουλευτέον·ὡς ἡμὶν ἤδη λαμπρὸν ἡλίου σέλαςἑῷα κινεῖ φθέγματʼ ὀρνίθων σαφῆμέλαινά τʼ ἄστρων ἐκλέλοιπεν εὐφρόνη.πρὶν οὖν τινʼ ἀνδρῶν ἐξοδοιπορεῖν στέγης,ξυνάπτετον λόγοισιν· ὡς ἐνταῦθʼ ἐμέν,ἵνʼ οὐκέτʼ ὀκνεῖν καιρός, ἀλλʼ ἔργων ἀκμή.
ΟΡΕΣΤΗΣ
ὦ φίλτατʼ ἀνδρῶν προσπόλων, ὥς μοι σαφῆσημεῖα φαίνεις ἐσθλὸς εἰς ἡμᾶς γεγώς.ὥσπερ γὰρ ἵππος εὐγενής, κἂν ᾖ γέρων,ἐν τοῖσι δεινοῖς θυμὸν οὐκ ἀπώλεσεν,ἀλλʼ ὀρθὸν οὖς ἵστησιν, ὡσαύτως δὲ σὺἡμᾶς τʼ ὀτρύνεις καὐτὸς ἐν πρώτοις ἕπει.τοιγὰρ τὰ μὲν δόξαντα δηλώσω, σὺ δὲὀξεῖαν ἀκοὴν τοῖς ἐμοῖς λόγοις διδούς,εἰ μή τι καιροῦ τυγχάνω, μεθάρμοσον.ἐγὼ γὰρ ἡνίχʼ ἱκόμην τὸ Πυθικὸνμαντεῖον, ὡς μάθοιμʼ ὅτῳ τρόπῳ πατρὶδίκας ἀροίμην τῶν φονευσάντων πάρα,χρῇ μοι τοιαῦθʼ ὁ Φοῖβος ὧν πεύσει τάχα·ἄσκευον αὐτὸν ἀσπίδων τε καὶ στρατοῦδόλοισι κλέψαι χειρὸς ἐνδίκους σφαγάς.ὅτʼ οὖν τοιόνδε χρησμὸν εἰσηκούσαμεν,σὺ μὲν μολών, ὅταν σε καιρὸς εἰσάγῃ,δόμων ἔσω τῶνδʼ, ἴσθι πᾶν τὸ δρώμενον,ὅπως ἂν εἰδὼς ἡμὶν ἀγγείλῃς σαφῆ.οὐ γάρ σε μὴ γήρᾳ τε καὶ χρόνῳ μακρῷγνῶσʼ, οὐδʼ ὑποπτεύσουσιν ὧδʼ ἠνθισμένον.λόγῳ δὲ χρῶ τοιῷδʼ, ὅτι ξένος μὲν εἶΦωκέως παρʼ ἀνδρὸς Φανοτέως ἥκων· ὃ γὰρμέγιστος αὐτοῖς τυγχάνει δορυξένων.ἄγγελλε δʼ ὅρκον προστιθεὶς ὁθούνεκατέθνηκʼ Ὀρέστης ἐξ ἀναγκαίας τύχης,ἄθλοισι Πυθικοῖσιν ἐκ τροχηλάτωνδίφρων κυλισθείς· ὧδʼ ὁ μῦθος ἑστάτω.
ΟΡΕΣΤΗΣ
ἡμεῖς δὲ πατρὸς τύμβον, ὡς ἐφίετο,λοιβαῖσι πρῶτον καὶ καρατόμοις χλιδαῖςστέψαντες εἶτʼ ἄψορρον ἥξομεν πάλιν,τύπωμα χαλκόπλευρον ἠρμένοι χεροῖν,ὃ καὶ σὺ θάμνοις οἶσθά που κεκρυμμένον,ὅπως λόγῳ κλέπτοντες ἡδεῖαν φάτινφέρωμεν αὐτοῖς, τοὐμὸν ὡς ἔρρει δέμαςφλογιστὸν ἤδη καὶ κατηνθρακωμένον.τί γάρ με λυπεῖ τοῦθʼ, ὅταν λόγῳ θανὼνἔργοισι σωθῶ κἀξενέγκωμαι κλέος;δοκῶ μέν, οὐδὲν ῥῆμα σὺν κέρδει κακόν.ἤδη γὰρ εἶδον πολλάκις καὶ τοὺς σοφοὺςλόγῳ μάτην θνῄσκοντας· εἶθʼ, ὅταν δόμουςἔλθωσιν αὖθις, ἐκτετίμηνται πλέον·ὡς κἄμʼ ἐπαυχῶ τῆσδε τῆς φήμης ἄποδεδορκότʼ ἐχθροῖς ἄστρον ὣς λάμψειν ἔτι.ἀλλʼ, ὦ πατρῴα γῆ θεοί τʼ ἐγχώριοι,δέξασθέ μʼ εὐτυχοῦντα ταῖσδε ταῖς ὁδοῖς,σύ τʼ, ὦ πατρῷον δῶμα· σοῦ γὰρ ἔρχομαιδίκῃ καθαρτὴς πρὸς θεῶν ὡρμημένος·καὶ μή μʼ ἄτιμον τῆσδʼ ἀποστείλητε γῆς,ἀλλʼ ἀρχέπλουτον καὶ καταστάτην δόμων.εἴρηκα μέν νυν ταῦτα· σοὶ δʼ ἤδη, γέρον,τὸ σὸν μελέσθω βάντι φρουρῆσαι χρέος.νὼ δʼ ἔξιμεν· καιρὸς γάρ, ὅσπερ ἀνδράσινμέγιστος ἔργου παντός ἐστʼ ἐπιστάτης.
ΗΛΕΚΤΡΑ
ἰώ μοί μοι δύστηνος.
ΠΑΙΔΑΓΩΓΟΣ
καὶ μὴν θυρῶν ἔδοξα προσπόλων τινὸςὑποστενούσης ἔνδον αἰσθέσθαι, τέκνον.
ΟΡΕΣΤΗΣ
ἆρʼ ἐστὶν ἡ δύστηνος Ἠλέκτρα· θέλειςμείνωμεν αὐτοῦ κἀπακούσωμεν γόων;
ΠΑΙΔΑΓΩΓΟΣ
ἥκιστα· μηδὲν πρόσθεν ἢ τὰ Λοξίουπειρώμεθʼ ἔρδειν κἀπὸ τῶνδʼ ἀρχηγετεῖν,πατρὸς χέοντες λουτρά· ταῦτα γὰρ φέρεινίκην τʼ ἐφʼ ἡμῖν καὶ κράτος τῶν δρωμένων.
ΗΛΕΚΤΡΑ
ὦ φάος ἁγνὸνκαὶ γῆς ἰσόμοιρʼ ἀήρ, ὥς μοιπολλὰς μὲν θρήνων ᾠδάς,πολλὰς δʼ ἀντήρεις ᾔσθουστέρνων πληγὰς αἱμασσομένων,ὁπόταν δνοφερὰ νὺξ ὑπολειφθῇ·τὰ δὲ παννυχίδων ἤδη στυγεραὶξυνίσασʼ εὐναὶ μογερῶν οἴκων,ὅσα τὸν δύστηνον ἐμὸν θρηνῶπατέρʼ, ὃν κατὰ μὲν βάρβαρον αἶανφοίνιος Ἄρης οὐκ ἐξένισεν,μήτηρ δʼ ἡμὴ χὠ κοινολεχὴςΑἴγισθος ὅπως δρῦν ὑλοτόμοισχίζουσι κάρα φονίῳ πελέκει,κοὐδεὶς τούτων οἶκτος ἀπʼ ἄλληςἢ ʼμοῦ φέρεται, σοῦ, πάτερ, οὕτωςαἰκῶς οἰκτρῶς τε θανόντος.
ΗΛΕΚΤΡΑ
ἀλλʼ οὐ μὲν δὴλήξω θρήνων στυγερῶν τε γόων,ἔστʼ ἂν παμφεγγεῖς ἄστρωνῥιπάς, λεύσσω δὲ τόδʼ ἦμαρ,μὴ οὐ τεκνολέτειρʼ ὥς τις ἀηδὼνἐπὶ κωκυτῷ τῶνδε πατρῴωνπρὸ θυρῶν ἠχὼ πᾶσι προφωνεῖν.ὦ δῶμʼ Ἀΐδου καὶ Περσεφόνης,ὦ χθόνιʼ Ἑρμῆ καὶ πότνιʼ Ἀρὰσεμναί τε θεῶν παῖδες Ἐρινύες,αἳ τοὺς ἀδίκως θνῄσκοντας ὁρᾶθʼ,αἳ τοὺς εὐνὰς ὑποκλεπτομένους,ἔλθετʼ, ἀρήξατε, τίσασθε πατρὸςφόνον ἡμετέρου,καί μοι τὸν ἐμὸν πέμψατʼ ἀδελφόν·μούνη γὰρ ἄγειν οὐκέτι σωκῶλύπης ἀντίρροπον ἄχθος.
ΧΟΡΟΣ
ὦ παῖ, παῖ δυστανοτάταςἨλέκτρα ματρός, τίνʼ ἀεὶτάκεις ὧδʼ ἀκόρεστον οἰμωγὰντὸν πάλαι ἐκ δολερᾶς ἀθεώταταματρὸς ἁλόντʼ ἀπάταις Ἀγαμέμνονακακᾷ τε χειρὶ πρόδοτον; ὡς ὁ τάδε πορὼνὄλοιτʼ, εἴ μοι θέμις τάδʼ αὐδᾶν.
ΗΛΕΚΤΡΑ
ὦ γενέθλα γενναίων,ἥκετʼ ἐμῶν καμάτων παραμύθιον.οἶδά τε καὶ ξυνίημι τάδʼ, οὔ τί μεφυγγάνει, οὐδʼ ἐθέλω προλιπεῖν τόδε,μὴ οὐ τὸν ἐμὸν στενάχειν πατέρʼ ἄθλιον.ἀλλʼ ὦ παντοίας φιλότητος ἀμειβόμεναι χάριν,ἐᾶτέ μʼ ὧδʼ ἀλύειν,αἰαῖ, ἱκνοῦμαι.
ΧΟΡΟΣ
ἀλλʼ οὔτοι τόν γʼ ἐξ Ἀΐδαπαγκοίνου λίμνας πατέρʼ ἀν-στάσεις οὔτε γόοισιν οὔτʼ εὐχαῖς.ἀλλʼ ἀπὸ τῶν μετρίων ἐπʼ ἀμήχανονἄλγος ἀεὶ στενάχουσα διόλλυσαι,ἐν οἷς ἀνάλυσίς ἐστιν οὐδεμία κακῶν.τί μοι τῶν δυσφόρων ἐφίει;
ΗΛΕΚΤΡΑ
νήπιος ὃς τῶν οἰκτρῶςοἰχομένων γονέων ἐπιλάθεται.ἀλλʼ ἐμέ γʼ ἁ στονόεσσʼ ἄραρεν φρένας,ἃ Ἴτυν, αἰὲν Ἴτυν ὀλοφύρεται,ὄρνις ἀτυζομένα, Διὸς ἄγγελος.ἰὼ παντλάμων Νιόβα, σὲ δʼ ἔγωγε νέμω θεόν,ἅτʼ ἐν τάφῳ πετραίῳαἰεὶ δακρύεις.
ΧΟΡΟΣ
οὔτοι σοὶ μούνᾳ, τέκνον,ἄχος ἐφάνη βροτῶν,πρὸς ὅ τι σὺ τῶν ἔνδον εἶ περισσά,οἷς ὁμόθεν εἶ καὶ γονᾷ ξύναιμος,οἵα Χρυσόθεμις ζώει καὶ Ἰφιάνασσα,κρυπτᾷ τʼ ἀχέων ἐν ἥβᾳ,ὄλβιος, ὃν ἁ κλεινὰγᾶ ποτε Μυκηναίωνδέξεται εὐπατρίδαν, Διὸς εὔφρονιβήματι μολόντα τάνδε γᾶν Ὀρέσταν.
ΗΛΕΚΤΡΑ
ὅν γʼ ἐγὼ ἀκάματα προσμένουσʼ, ἄτεκνος,τάλαινʼ, ἀνύμφευτος αἰὲν οἰχνῶ,δάκρυσι μυδαλέα, τὸν ἀνήνυτονοἶτον ἔχουσα κακῶν· ὁ δὲ λάθεταιὧν τʼ ἔπαθʼ ὧν τʼ ἐδάη. τί γὰρ οὐκ ἐμοὶἔρχεται ἀγγελίας ἀπατώμενον;ἀεὶ μὲν γὰρ ποθεῖ,ποθῶν δʼ οὐκ ἀξιοῖ φανῆναι.
ΧΟΡΟΣ
θάρσει μοι, θάρσει, τέκνον.ἔτι μέγας οὐρανῷΖεύς, ὃς ἐφορᾷ πάντα καὶ κρατύνει·ᾧ τὸν ὑπεραλγῆ χόλον νέμουσαμήθʼ οἷς ἐχθαίρεις ὑπεράχθεο μήτʼ ἐπιλάθου·χρόνος γὰρ εὐμαρὴς θεός.οὔτε γὰρ ὁ τὰν Κρῖσανβούνομον ἔχων ἀκτὰνπαῖς Ἀγαμεμνονίδας ἀπερίτροποςοὔθʼ ὁ παρὰ τὸν Ἀχέροντα θεὸς ἀνάσσων.
ΗΛΕΚΤΡΑ
ἀλλʼ ἐμὲ μὲν ὁ πολὺς ἀπολέλοιπεν ἤδηβίοτος ἀνέλπιστος, οὐδʼ ἔτʼ ἀρκῶ·ἅτις ἄνευ τεκέων κατατάκομαι,ἇς φίλος οὔτις ἀνὴρ ὑπερίσταται,ἀλλʼ ἁπερεί τις ἔποικος ἀναξίαοἰκονομῶ θαλάμους πατρός, ὧδε μὲνἀεικεῖ σὺν στολᾷ,κεναῖς δʼ ἀμφίσταμαι τραπέζαις.
ΧΟΡΟΣ
οἰκτρὰ μὲν νόστοις αὐδά,οἰκτρὰ δʼ ἐν κοίταις πατρῴαιςὅτε οἱ παγχάλκων ἀνταίαγενύων ὡρμάθη πλαγά.δόλος ἦν ὁ φράσας, ἔρος ὁ κτείνας,δεινὰν δεινῶς προφυτεύσαντεςμορφάν, εἴτʼ οὖν θεὸς εἴτε βροτῶνἦν ὁ ταῦτα πράσσων.
ΗΛΕΚΤΡΑ
ὦ πασᾶν κείνα πλέον ἁμέραἐλθοῦσʼ ἐχθίστα δή μοι·ὦ νύξ, ὦ δείπνων ἀρρήτωνἔκπαγλʼ ἄχθη,τοὺς ἐμὸς ἴδε πατὴρθανάτους αἰκεῖς διδύμαιν χειροῖν,αἳ τὸν ἐμὸν εἷλον βίον πρόδοτον, αἵ μʼ ἀπώλεσαν·οἷς θεὸς ὁ μέγας Ὀλύμπιοςποίνιμα πάθεα παθεῖν πόροι,μηδέ ποτʼ ἀγλαΐας ἀποναίατοτοιάδʼ ἀνύσαντες ἔργα.
ΧΟΡΟΣ
φράζου μὴ πόρσω φωνεῖν.οὐ γνώμαν ἴσχεις ἐξ οἵωντὰ παρόντʼ οἰκείας εἰς ἄταςἐμπίπτεις οὕτως αἰκῶς;πολὺ γάρ τι κακῶν ὑπερεκτήσω,σᾷ δυσθύμῳ τίκτουσʼ ἀεὶψυχᾷ πολέμους· τὰ δὲ τοῖς δυνατοῖςοὐκ ἐριστὰ πλάθειν.
ΗΛΕΚΤΡΑ
δεινοῖς ἠναγκάσθην, δεινοῖς·ἔξοιδʼ, οὐ λάθει μʼ ὀργά.ἀλλʼ ἐν γὰρ δεινοῖς οὐ σχήσωταύτας ἄτας,ὄφρα με βίος ἔχῃ.τίνι γάρ ποτʼ ἄν, ὦ φιλία γενέθλα,πρόσφορον ἀκούσαιμʼ ἔπος, τίνι φρονοῦντι καίρια;ἄνετέ μʼ ἄνετε, παράγοροι·τάδε γὰρ ἄλυτα κεκλήσεται,οὐδέ ποτʼ ἐκ καμάτων ἀποπαύσομαιἀνάριθμος ὧδε θρήνων.
ΧΟΡΟΣ
ἀλλʼ οὖν εὐνοίᾳ γʼ αὐδῶ,μάτηρ ὡσεί τις πιστά,μὴ τίκτειν σʼ ἄταν ἄταις.
ΗΛΕΚΤΡΑ
καὶ τί μέτρον κακότατος ἔφυ; φέρε,πῶς ἐπὶ τοῖς φθιμένοις ἀμελεῖν καλόν;ἐν τίνι τοῦτʼ ἔβλαστʼ ἀνθρώπων;μήτʼ εἴην ἔντιμος τούτοιςμήτʼ, εἴ τῳ πρόσκειμαι χρηστῷ,ξυνναίοιμʼ εὔκηλος, γονέωνἐκτίμους ἴσχουσα πτέρυγαςὀξυτόνων γόων.εἰ γὰρ ὁ μὲν θανὼν γᾶ τε καὶ οὐδὲν ὢνκείσεται τάλας,οἱ δὲ μὴ πάλινδώσουσʼ ἀντιφόνους δίκας,ἔρροι τʼ ἂν αἰδὼςἁπάντων τʼ εὐσέβεια θνατῶν.
ΧΟΡΟΣ
ἐγὼ μέν, ὦ παῖ, καὶ τὸ σὸν σπεύδουσʼ ἅμακαὶ τοὐμὸν αὐτῆς ἦλθον· εἰ δὲ μὴ καλῶςλέγω, σὺ νίκα· σοὶ γὰρ ἑψόμεσθʼ ἅμα.
ΗΛΕΚΤΡΑ
αἰσχύνομαι μέν, ὦ γυναῖκες, εἰ δοκῶπολλοῖσι θρήνοις δυσφορεῖν ὑμῖν ἄγαν.ἀλλʼ ἡ βία γὰρ ταῦτʼ ἀναγκάζει με δρᾶν,σύγγνωτε· πῶς γὰρ ἥτις εὐγενὴς γυνή,πατρῷʼ ὁρῶσα πήματʼ, οὐ δρῴη τάδʼ ἄν;ἁγὼ κατʼ ἦμαρ καὶ κατʼ εὐφρόνην ἀεὶθάλλοντα μᾶλλον ἢ καταφθίνονθʼ ὁρῶ·ᾗ πρῶτα μὲν τὰ μητρός, ἥ μʼ ἐγείνατο,ἔχθιστα συμβέβηκεν· εἶτα δώμασινἐν τοῖς ἐμαυτῆς τοῖς φονεῦσι τοῦ πατρὸςξύνειμι, κἀκ τῶνδʼ ἄρχομαι κἀκ τῶνδέ μοιλαβεῖν θʼ ὁμοίως καὶ τὸ τητᾶσθαι πέλει.ἔπειτα ποίας ἡμέρας δοκεῖς μʼ ἄγειν,ὅταν θρόνοις Αἴγισθον ἐνθακοῦντʼ ἴδωτοῖσιν πατρῴοις, εἰσίδω δʼ ἐσθήματαφοροῦντʼ ἐκείνῳ ταὐτὰ καὶ παρεστίουςσπένδοντα λοιβὰς ἔνθʼ ἐκεῖνον ὤλεσεν,ἴδω δὲ τούτων τὴν τελευταίαν ὕβριν,τὸν αὐτοέντην ἡμὶν ἐν κοίτῃ πατρὸςξὺν τῇ ταλαίνῃ μητρί, μητέρʼ εἰ χρεὼνταύτην προσαυδᾶν τῷδε συγκοιμωμένην·ἡ δʼ ὧδε τλήμων ὥστε τῷ μιάστοριξύνεστʼ, ἐρινὺν οὔτινʼ ἐκφοβουμένη·ἀλλʼ ὥσπερ ἐγγελῶσα τοῖς ποιουμένοις,εὑροῦσʼ ἐκείνην ἡμέραν, ἐν ᾗ τότεπατέρα τὸν ἀμὸν ἐκ δόλου κατέκτανεν,ταύτῃ χοροὺς ἵστησι καὶ μηλοσφαγεῖθεοῖσιν ἔμμηνʼ ἱερὰ τοῖς σωτηρίοις.
ΗΛΕΚΤΡΑ
ἐγὼ δʼ ὁρῶσʼ ἡ δύσμορος κατὰ στέγαςκλαίω, τέτηκα, κἀπικωκύω πατρὸςτὴν δυστάλαιναν δαῖτʼ ἐπωνομασμένηναὐτὴ πρὸς αὑτήν. οὐδὲ γὰρ κλαῦσαι πάρατοσόνδʼ ὅσον μοι θυμὸς ἡδονὴν φέρει.αὕτη γὰρ ἡ λόγοισι γενναία γυνὴφωνοῦσα τοιάδʼ ἐξονειδίζει κακά·ὦ δύσθεον μίσημα, σοὶ μόνῃ πατὴρτέθνηκεν; ἄλλος δʼ οὔτις ἐν πένθει βροτῶν;κακῶς ὄλοιο, μηδέ σʼ ἐκ γόων ποτὲτῶν νῦν ἀπαλλάξειαν οἱ κάτω θεοί.τάδʼ ἐξυβρίζει· πλὴν ὅταν κλύῃ τινὸςἥξοντʼ Ὀρέστην· τηνικαῦτα δʼ ἐμμανὴςβοᾷ παραστᾶσʼ· οὐ σύ μοι τῶνδʼ αἰτία;οὐ σὸν τόδʼ ἐστὶ τοὔργον, ἥτις ἐκ χερῶνκλέψασʼ Ὀρέστην τῶν ἐμῶν ὑπεξέθου;ἀλλʼ ἴσθι τοι τίσουσά γʼ ἀξίαν δίκην.τοιαῦθʼ ὑλακτεῖ, σὺν δʼ ἐποτρύνει πέλαςὁ κλεινὸς αὐτῇ ταὐτὰ νυμφίος παρών,ὁ πάντʼ ἄναλκις οὗτος, ἡ πᾶσα βλάβη,ὁ σὺν γυναιξὶ τὰς μάχας ποιούμενος.ἐγὼ δʼ Ὀρέστην τῶνδε προσμένουσʼ ἀεὶπαυστῆρʼ ἐφήξειν ἡ τάλαινʼ ἀπόλλυμαι.μέλλων γὰρ ἀεὶ δρᾶν τι τὰς οὔσας τέ μουκαὶ τὰς ἀπούσας ἐλπίδας διέφθορεν.ἐν οὖν τοιούτοις οὔτε σωφρονεῖν, φίλαι,οὔτʼ εὐσεβεῖν πάρεστιν· ἀλλʼ ἔν τοι κακοῖςπολλή ʼστʼ ἀνάγκη κἀπιτηδεύειν κακά.
ΧΟΡΟΣ
φέρʼ εἰπέ, πότερον ὄντος Αἰγίσθου πέλαςλέγεις τάδʼ ἡμῖν ἢ βεβῶτος ἐκ δόμων;
ΗΛΕΚΤΡΑ
ἦ κάρτα· μὴ δόκει μʼ ἄν, εἴπερ ἦν πέλας,θυραῖον οἰχνεῖν· νῦν δʼ ἀγροῖσι τυγχάνει.
ΧΟΡΟΣ
ἦ κἂν ἐγὼ θαρσοῦσα μᾶλλον ἐς λόγουςτοὺς σοὺς ἱκοίμην, εἴπερ ὧδε ταῦτʼ ἔχει;
ΗΛΕΚΤΡΑ
ὡς νῦν ἀπόντος ἱστόρει· τί σοι φίλον;
ΧΟΡΟΣ
καὶ δή σʼ ἐρωτῶ· τοῦ κασιγνήτου τί φής,ἥξοντος ἢ μέλλοντος; εἰδέναι θέλω.
ΗΛΕΚΤΡΑ
φησίν γε· φάσκων δʼ οὐδὲν ὧν λέγει ποεῖ.
ΧΟΡΟΣ
φιλεῖ γὰρ ὀκνεῖν πρᾶγμʼ ἀνὴρ πράσσων μέγα.
ΗΛΕΚΤΡΑ
καὶ μὴν ἔγωγʼ ἔσωσʼ ἐκεῖνον οὐκ ὄκνῳ.
ΧΟΡΟΣ
θάρσει· πέφυκεν ἐσθλός, ὥστʼ ἀρκεῖν φίλοις.
ΗΛΕΚΤΡΑ
πέποιθʼ, ἐπεί τἂν οὐ μακρὰν ἔζων ἐγώ.
ΧΟΡΟΣ
μὴ νῦν ἔτʼ εἴπῃς μηδέν· ὡς δόμων ὁρῶτὴν σὴν ὅμαιμον ἐκ πατρὸς ταὐτοῦ φύσιν,Χρυσόθεμιν, ἔκ τε μητρός, ἐντάφια χεροῖνφέρουσαν, οἷα τοῖς κάτω νομίζεται.
ΧΡΥΣΟΘΕΜΙΣ
τίνʼ αὖ σὺ τήνδε πρὸς θυρῶνος ἐξόδοιςἐλθοῦσα φωνεῖς, ὦ κασιγνήτη, φάτιν,κοὐδʼ ἐν χρόνῳ μακρῷ διδαχθῆναι θέλειςθυμῷ ματαίῳ μὴ χαρίζεσθαι κενά;καίτοι τοσοῦτόν γʼ οἶδα κἀμαυτήν, ὅτιἀλγῶ ʼπὶ τοῖς παροῦσιν· ὥστʼ ἄν, εἰ σθένοςλάβοιμι, δηλώσαιμʼ ἂν οἷʼ αὐτοῖς φρονῶ.νῦν δʼ ἐν κακοῖς μοι πλεῖν ὑφειμένῃ δοκεῖ,καὶ μὴ δοκεῖν μὲν δρᾶν τι, πημαίνειν δὲ μή·τοιαῦτα δʼ ἄλλα καὶ σὲ βούλομαι ποεῖν.καίτοι τὸ μὲν δίκαιον οὐχ ᾗ ʼγὼ λέγω,ἀλλʼ ᾗ σὺ κρίνεις· εἰ δʼ ἐλευθέραν με δεῖζῆν, τῶν κρατούντων ἐστὶ πάντʼ ἀκουστέα.
ΗΛΕΚΤΡΑ
δεινόν γέ σʼ οὖσαν πατρὸς οὗ σὺ παῖς ἔφυς,κείνου λελῆσθαι, τῆς δὲ τικτούσης μέλειν.ἅπαντα γάρ σοι τἀμὰ νουθετήματακείνης διδακτά, κοὐδὲν ἐκ σαυτῆς λέγεις.ἔπειθʼ ἑλοῦ γε θάτερʼ, ἢ φρονεῖν κακῶςἢ τῶν φίλων φρονοῦσα μὴ μνήμην ἔχειν·ἥτις λέγεις μὲν ἀρτίως ὡς, εἰ λάβοιςσθένος, τὸ τούτων μῖσος ἐκδείξειας ἄν,ἐμοῦ δὲ πατρὶ πάντα τιμωρουμένηςοὔτε ξυνέρδεις τήν τε δρῶσαν ἐκτρέπεις.οὐ ταῦτα πρὸς κακοῖσι δειλίαν ἔχει;ἐπεὶ δίδαξον, ἢ μάθʼ ἐξ ἐμοῦ, τί μοικέρδος γένοιτʼ ἂν τῶνδε ληξάσῃ γόων.οὐ ζῶ; κακῶς μέν, οἶδʼ, ἐπαρκούντως δʼ ἐμοί.λυπῶ δὲ τούτους, ὥστε τῷ τεθνηκότιτιμὰς προσάπτειν, εἴ τις ἔστʼ ἐκεῖ χάρις.σὺ δʼ ἡμὶν ἡ μισοῦσα μισεῖς μὲν λόγῳ,ἔργῳ δὲ τοῖς φονεῦσι τοῦ πατρὸς ξύνει.ἐγὼ μὲν οὖν οὐκ ἄν ποτʼ, οὐδʼ εἴ μοι τὰ σὰμέλλοι τις οἴσειν δῶρʼ, ἐφʼ οἷσι νῦν χλιδᾷς,τούτοις ὑπεικάθοιμι· σοὶ δὲ πλουσίατράπεζα κείσθω καὶ περιρρείτω βίος.ἐμοὶ γὰρ ἔστω τοὐμὲ μὴ λυπεῖν μόνονβόσκημα· τῆς σῆς δʼ οὐκ ἐρῶ τιμῆς τυχεῖν,οὐδʼ ἂν σύ, σώφρων γʼ οὖσα. νῦν δʼ ἐξὸν πατρὸςπάντων ἀρίστου παῖδα κεκλῆσθαι, καλοῦτῆς μητρός· οὕτω γὰρ φανεῖ πλείστοις κακή,θανόντα πατέρα καὶ φίλους προδοῦσα σούς.
ΧΟΡΟΣ
μηδὲν πρὸς ὀργήν, πρὸς θεῶν· ὡς τοῖς λόγοιςἔνεστιν ἀμφοῖν κέρδος, εἰ σὺ μὲν μάθοιςτοῖς τῆσδε χρῆσθαι, τοῖς δὲ σοῖς αὕτη πάλιν.
ΧΡΥΣΟΘΕΜΙΣ
ἐγὼ μέν, ὦ γυναῖκες, ἠθάς εἰμί πωςτῶν τῆσδε μύθων· οὐδʼ ἂν ἐμνήσθην ποτέ,εἰ μὴ κακὸν μέγιστον εἰς αὐτὴν ἰὸνἤκουσʼ, ὃ ταύτην τῶν μακρῶν σχήσει γόων.
ΗΛΕΚΤΡΑ
φέρʼ εἰπὲ δὴ τὸ δεινόν· εἰ γὰρ τῶνδέ μοιμεῖζόν τι λέξεις, οὐκ ἂν ἀντείποιμʼ ἔτι.
ΧΡΥΣΟΘΕΜΙΣ
ἀλλʼ ἐξερῶ σοι πᾶν ὅσον κάτοιδʼ ἐγώ.μέλλουσι γάρ σʼ, εἰ τῶνδε μὴ λήξεις γόων,ἐνταῦθα πέμψειν ἔνθα μή ποθʼ ἡλίουφέγγος προσόψει, ζῶσα δʼ ἐν κατηρεφεῖστέγῃ χθονὸς τῆσδʼ ἐκτὸς ὑμνήσεις κακά.πρὸς ταῦτα φράζου καί με μή ποθʼ ὕστερονπαθοῦσα μέμψῃ· νῦν γὰρ ἐν καλῷ φρονεῖν.
ΗΛΕΚΤΡΑ
ἦ ταῦτα δή με καὶ βεβούλευνται ποεῖν;
ΧΡΥΣΟΘΕΜΙΣ
μάλισθʼ· ὅταν περ οἴκαδʼ Αἴγισθος μόλῃ.
ΗΛΕΚΤΡΑ
ἀλλʼ ἐξίκοιτο τοῦδέ γʼ οὕνεκʼ ἐν τάχει.
ΧΡΥΣΟΘΕΜΙΣ
τίνʼ, ὦ τάλαινα, τόνδʼ ἐπηράσω λόγον;
ΗΛΕΚΤΡΑ
ἐλθεῖν ἐκεῖνον, εἴ τι τῶνδε δρᾶν νοεῖ.
ΧΡΥΣΟΘΕΜΙΣ
ὅπως πάθῃς τί χρῆμα; ποῦ ποτʼ εἶ φρενῶν;
ΗΛΕΚΤΡΑ
ὅπως ἀφʼ ὑμῶν ὡς προσωτάτω φύγω.
ΧΡΥΣΟΘΕΜΙΣ
βίου δὲ τοῦ παρόντος οὐ μνείαν ἔχεις;
ΗΛΕΚΤΡΑ
καλὸς γὰρ οὑμὸς βίοτος ὥστε θαυμάσαι.
ΧΡΥΣΟΘΕΜΙΣ
ἀλλʼ ἦν ἄν, εἰ σύ γʼ εὖ φρονεῖν ἠπίστασο.
ΗΛΕΚΤΡΑ
μή μʼ ἐκδίδασκε τοῖς φίλοις εἶναι κακήν.
ΧΡΥΣΟΘΕΜΙΣ
ἀλλʼ οὐ διδάσκω· τοῖς κρατοῦσι δʼ εἰκαθεῖν.
ΗΛΕΚΤΡΑ
σὺ ταῦτα θώπευʼ· οὐκ ἐμοὺς τρόπους λέγεις.
ΧΡΥΣΟΘΕΜΙΣ
καλόν γε μέντοι μὴ ʼξ ἀβουλίας πεσεῖν.
ΗΛΕΚΤΡΑ
πεσούμεθʼ, εἰ χρή, πατρὶ τιμωρούμενοι.
ΧΡΥΣΟΘΕΜΙΣ
πατὴρ δὲ τούτων, οἶδα, συγγνώμην ἔχει.
ΗΛΕΚΤΡΑ
ταῦτʼ ἐστὶ τἄπη πρὸς κακῶν ἐπαινέσαι.
ΧΡΥΣΟΘΕΜΙΣ
σὺ δʼ οὐχὶ πείσει καὶ συναινέσεις ἐμοί;
ΗΛΕΚΤΡΑ
οὐ δῆτα· μή πω νοῦ τοσόνδʼ εἴην κενή.
ΧΡΥΣΟΘΕΜΙΣ
χωρήσομαί τἄρʼ οἷπερ ἐστάλην ὁδοῦ.
ΗΛΕΚΤΡΑ
ποῖ δʼ ἐμπορεύει; τῷ φέρεις τάδʼ ἔμπυρα;
ΧΡΥΣΟΘΕΜΙΣ
μήτηρ με πέμπει πατρὶ τυμβεῦσαι χοάς.
ΗΛΕΚΤΡΑ
πῶς εἶπας; ἦ τῷ δυσμενεστάτῳ βροτῶν;
ΧΡΥΣΟΘΕΜΙΣ
ὃν ἔκτανʼ αὐτή· τοῦτο γὰρ λέξαι θέλεις.
ΗΛΕΚΤΡΑ
ἐκ τοῦ φίλων πεισθεῖσα; τῷ τοῦτʼ ἤρεσεν;
ΧΡΥΣΟΘΕΜΙΣ
ἐκ δείματός του νυκτέρου, δοκεῖν ἐμοί;
ΗΛΕΚΤΡΑ
ὦ θεοὶ πατρῷοι, συγγένεσθέ γʼ ἀλλὰ νῦν.
ΧΡΥΣΟΘΕΜΙΣ
ἔχεις τι θάρσος τοῦδε τοῦ τάρβους πέρι;
ΗΛΕΚΤΡΑ
εἴ μοι λέγοις τὴν ὄψιν, εἴποιμʼ ἂν τότε.
ΧΡΥΣΟΘΕΜΙΣ
ἀλλʼ οὐ κάτοιδα πλὴν ἐπὶ σμικρὸν φράσαι.
ΗΛΕΚΤΡΑ
λέγʼ ἀλλὰ τοῦτο· πολλά τοι σμικροὶ λόγοιἔσφηλαν ἤδη καὶ κατώρθωσαν βροτούς.
ΧΡΥΣΟΘΕΜΙΣ
λόγος τις αὐτήν ἐστιν εἰσιδεῖν πατρὸςτοῦ σοῦ τε κἀμοῦ δευτέραν ὁμιλίανἐλθόντος ἐς φῶς· εἶτα τόνδʼ ἐφέστιονπῆξαι λαβόντα σκῆπτρον οὑφόρει ποτὲαὐτός, τανῦν δʼ Αἴγισθος· ἐκ δὲ τοῦδʼ ἄνωβλαστεῖν βρύοντα θαλλόν, ᾧ κατάσκιονπᾶσαν γενέσθαι τὴν Μυκηναίων χθόνα.τοιαῦτά του παρόντος, ἡνίχʼ Ἡλίῳδείκνυσι τοὔναρ, ἔκλυον ἐξηγουμένου.πλείω δὲ τούτων οὐ κάτοιδα, πλὴν ὅτιπέμπει με κείνη τοῦδε τοῦ φόβου χάριν.πρός νυν θεῶν σε λίσσομαι τῶν ἐγγενῶνἐμοὶ πιθέσθαι μηδʼ ἀβουλίᾳ πεσεῖν·εἰ γάρ μʼ ἀπώσει, σὺν κακῷ μέτει πάλιν.
ΗΛΕΚΤΡΑ
ἀλλʼ, ὦ φίλη, τούτων μὲν ὧν ἔχεις χεροῖντύμβῳ προσάψῃς μηδέν· οὐ γάρ σοι θέμιςοὐδʼ ὅσιον ἐχθρᾶς ἀπὸ γυναικὸς ἱστάναικτερίσματʼ οὐδὲ λουτρὰ προσφέρειν πατρί·ἀλλʼ ἢ πνοαῖσιν ἢ βαθυσκαφεῖ κόνεικρύψον νιν, ἔνθα μή ποτʼ εἰς εὐνὴν πατρὸςτούτων πρόσεισι μηδέν· ἀλλʼ ὅταν θάνῃκειμήλιʼ αὐτῇ ταῦτα σῳζέσθω κάτω.ἀρχὴν δʼ ἄν, εἰ μὴ τλημονεστάτη γυνὴπασῶν ἔβλαστε, τάσδε δυσμενεῖς χοὰςοὐκ ἄν ποθʼ ὅν γʼ ἔκτεινε, τῷδʼ ἐπέστεφε.σκέψαι γὰρ εἴ σοι προσφιλῶς αὐτῇ δοκεῖγέρα τάδʼ οὑν τάφοισι δέξεσθαι νέκυς,ὑφʼ ἧς θανὼν ἄτιμος, ὥστε δυσμενής,ἐμασχαλίσθη, κἀπὶ λουτροῖσιν κάρᾳκηλῖδας ἐξέμαξεν. ἆρα μὴ δοκεῖςλυτήριʼ αὐτῇ ταῦτα τοῦ φόνου φέρειν;οὐχ ἔστιν. ἀλλὰ ταῦτα μὲν μέθες· σὺ δὲτεμοῦσα κρατὸς βοστρύχων ἄκρας φόβαςκἀμοῦ ταλαίνης, σμικρὰ μὲν τάδʼ, ἀλλʼ ὅμωςἅχω, δὸς αὐτῷ, τήνδʼ ἀλιπαρῆ τρίχακαὶ ζῶμα τοὐμὸν οὐ χλιδαῖς ἠσκημένον.αἰτοῦ δὲ προσπίτνουσα γῆθεν εὐμενῆἡμῖν ἀρωγὸν αὐτὸν εἰς ἐχθροὺς μολεῖν,καὶ παῖδʼ Ὀρέστην ἐξ ὑπερτέρας χερὸςἐχθροῖσιν αὐτοῦ ζῶντʼ ἐπεμβῆναι ποδί,ὅπως τὸ λοιπὸν αὐτὸν ἀφνεωτέραιςχερσὶν στέφωμεν ἢ τανῦν δωρούμεθα.οἶμαι μὲν οὖν, οἶμαί τι κἀκείνῳ μέλονπέμψαι τάδʼ αὐτῇ δυσπρόσοπτʼ ὀνείρατα·ὅμως δʼ, ἀδελφή, σοί θʼ ὑπούργησον τάδεἐμοί τʼ ἀρωγὰ τῷ τε φιλτάτῳ βροτῶνπάντων, ἐν Ἅιδου κειμένῳ κοινῷ πατρί.
ΧΟΡΟΣ
πρὸς εὐσέβειαν ἡ κόρη λέγει· σὺ δέ,εἰ σωφρονήσεις, ὦ φίλη, δράσεις τάδε.
ΧΡΥΣΟΘΕΜΙΣ
δράσω· τὸ γὰρ δίκαιον οὐχ ἔχει λόγονδυοῖν ἐρίζειν, ἀλλʼ ἐπισπεύδειν τὸ δρᾶν.πειρωμένῃ δὲ τῶνδε τῶν ἔργων ἐμοὶσιγὴ παρʼ ὑμῶν, πρὸς θεῶν, ἔστω, φίλαι·ὡς εἰ τάδʼ ἡ τεκοῦσα πεύσεται, πικρὰνδοκῶ με πεῖραν τήνδε τολμήσειν ἔτι.
ΧΟΡΟΣ
εἰ μὴ ʼγὼ παράφρων μάντις ἔφυν καὶ γνώμαςλειπομένα σοφᾶς,εἶσιν ἁ πρόμαντιςΔίκα δίκαια φερομένα χεροῖν κράτη·μέτεισιν, ὦ τέκνον, οὐ μακροῦ χρόνου.ὕπεστί μοι θάρσος,ἁδυπνόων κλύουσανἀρτίως ὀνειράτων.οὐ γάρ ποτʼ ἀμναστεῖ γʼ ὁ φύσας σʼ Ἑλλάνων ἄναξ,οὐδʼ ἁ παλαιὰ χαλκόπλακτος ἀμφάκης γένυς,ἅ νιν κατέπεφνεν αἰσχίσταις ἐν αἰκίαις.
ΧΟΡΟΣ
ἥξει καὶ πολύπους καὶ πολύχειρ ἁ δεινοῖςκρυπτομένα λόχοιςχαλκόπους Ἐρινύς.ἄλεκτρʼ ἄνυμφα γὰρ ἐπέβα μιαιφόνωνγάμων ἁμιλλήμαθʼ οἷσιν οὐ θέμις.πρὸ τῶνδέ τοί μʼ ἔχειμή ποτε μή ποθʼ ἡμῖνἀψεγὲς πελᾶν τέραςτοῖς δρῶσι καὶ συνδρῶσιν. ἤ τοι μαντεῖαι βροτῶνοὐκ εἰσὶν ἐν δεινοῖς ὀνείροις οὐδʼ ἐν θεσφάτοις,εἰ μὴ τόδε φάσμα νυκτὸς εὖ κατασχήσει.
ΧΟΡΟΣ
ὦ Πέλοπος ἁ πρόσθενπολύπονος ἱππεία,ὡς ἔμολες αἰανὴςτᾷδε γᾷ.εὖτε γὰρ ὁ ποντισθεὶςΜυρτίλος ἐκοιμάθη,παγχρύσων δίφρωνδυστάνοις αἰκίαιςπρόρριζος ἐκριφθείς,οὔ τί πωἔλειπεν ἐκ τοῦδʼ οἴκουπολύπονος αἰκία.
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
ἀνειμένη μέν, ὡς ἔοικας, αὖ στρέφει·οὐ γὰρ πάρεστʼ Αἴγισθος, ὅς σʼ ἐπεῖχʼ ἀεὶμή τοι θυραίαν γʼ οὖσαν αἰσχύνειν φίλους·νῦν δʼ ὡς ἄπεστʼ ἐκεῖνος, οὐδὲν ἐντρέπειἐμοῦ γε· καίτοι πολλὰ πρὸς πολλούς με δὴἐξεῖπας ὡς θρασεῖα καὶ πέρα δίκηςἄρχω, καθυβρίζουσα καὶ σὲ καὶ τὰ σά·ἐγὼ δʼ ὕβριν μὲν οὐκ ἔχω, κακῶς δέ σελέγω κακῶς κλύουσα πρὸς σέθεν θαμά.πατὴρ γάρ, οὐδὲν ἄλλο, σοὶ πρόσχημʼ ἀεὶὡς ἐξ ἐμοῦ τέθνηκεν. ἐξ ἐμοῦ· καλῶςἔξοιδα· τῶνδʼ ἄρνησις οὐκ ἔνεστί μοι·ἡ γὰρ Δίκη νιν εἷλεν, οὐκ ἐγὼ μόνη,ᾗ χρῆν σʼ ἀρήγειν, εἰ φρονοῦσʼ ἐτύγχανες·ἐπεὶ πατὴρ σὸς οὗτος, ὃν θρηνεῖς ἀεί,τὴν σὴν ὅμαιμον μοῦνος Ἑλλήνων ἔτληθῦσαι θεοῖσιν, οὐκ ἴσον καμὼν ἐμοὶλύπης, ὅς ἔσπειρʼ, ὥσπερ ἡ τίκτουσʼ ἐγώ.εἶεν, δίδαξον δή με τοῦ χάριν, τίνωνἔθυσεν αὐτήν· πότερον Ἀργείων ἐρεῖς;ἀλλʼ οὐ μετῆν αὐτοῖσι τήν γʼ ἐμὴν κτανεῖν.ἀλλʼ ἀντʼ ἀδελφοῦ δῆτα Μενέλεω κτανὼντἄμʼ, οὐκ ἔμελλε τῶνδέ μοι δώσειν δίκην;πότερον ἐκείνῳ παῖδες οὐκ ἦσαν διπλοῖ,οὓς τῆσδε μᾶλλον εἰκὸς ἦν θνῄσκειν, πατρὸςκαὶ μητρὸς ὄντας, ἧς ὁ πλοῦς ὅδʼ ἦν χάριν;ἢ τῶν ἐμῶν Ἅιδης τινʼ ἵμερον τέκνωνἢ τῶν ἐκείνης ἔσχε δαίσασθαι πλέον;ἢ τῷ πανώλει πατρὶ τῶν μὲν ἐξ ἐμοῦπαίδων πόθος παρεῖτο, Μενέλεω δʼ ἐνῆν;οὐ ταῦτʼ ἀβούλου καὶ κακοῦ γνώμην πατρός;δοκῶ μέν, εἰ καὶ σῆς δίχα γνώμης λέγω·φαίη δʼ ἂν ἡ θανοῦσά γʼ, εἰ φωνὴν λάβοι.ἐγὼ μὲν οὖν οὐκ εἰμὶ τοῖς πεπραγμένοιςδύσθυμος· εἰ δὲ σοὶ δοκῶ φρονεῖν κακῶς,γνώμην δικαίαν σχοῦσα τοὺς πέλας ψέγε.
ΗΛΕΚΤΡΑ
ἐρεῖς μὲν οὐχὶ νῦν γέ μʼ ὡς ἄρξασά τιλυπηρὸν εἶτα σοῦ τάδʼ ἐξήκουσʼ ὕπο·ἀλλʼ ἢν ἐφῇς μοι, τοῦ τεθνηκότος θʼ ὕπερλέξαιμʼ ἂν ὀρθῶς τῆς κασιγνήτης θʼ ὁμοῦ.
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
καὶ μὴν ἐφίημʼ· εἰ δέ μʼ ὧδʼ ἀεὶ λόγουςἐξῆρχες, οὐκ ἂν ἦσθα λυπηρὰ κλύειν.
ΗΛΕΚΤΡΑ
καὶ δὴ λέγω σοι. πατέρα φὴς κτεῖναι. τίς ἂντούτου λόγος γένοιτʼ ἂν αἰσχίων ἔτι,εἴτʼ οὖν δικαίως εἴτε μή; λέξω δέ σοιὡς οὐ δίκῃ γʼ ἔκτεινας, ἀλλά σʼ ἔσπασενπειθὼ κακοῦ πρὸς ἀνδρός, ᾧ τανῦν ξύνει.ἐροῦ δὲ τὴν κυναγὸν Ἄρτεμιν, τίνοςποινὰς τὰ πολλὰ πνεύματʼ ἔσχʼ ἐν Αὐλίδι·ἢ ʼγὼ φράσω· κείνης γὰρ οὐ θέμις μαθεῖν.πατήρ ποθʼ οὑμός, ὡς ἐγὼ κλύω, θεᾶςπαίζων κατʼ ἄλσος ἐξεκίνησεν ποδοῖνστικτὸν κεράστην ἔλαφον, οὗ κατὰ σφαγὰςἐκκομπάσας ἔπος τι τυγχάνει βαλών.κἀκ τοῦδε μηνίσασα Λητῴα κόρηκατεῖχʼ Ἀχαιούς, ὡς πατὴρ ἀντίσταθμοντοῦ θηρὸς ἐκθύσειε τὴν αὑτοῦ κόρην.ὧδʼ ἦν τὰ κείνης θύματʼ· οὐ γὰρ ἦν λύσιςἄλλη στρατῷ πρὸς οἶκον οὐδʼ εἰς Ἴλιον.ἀνθʼ ὧν, βιασθεὶς πολλὰ κἀντιβάς, μόλιςἔθυσεν αὐτήν, οὐχὶ Μενέλεω χάριν.εἰ δʼ οὖν, ἐρῶ γὰρ καὶ τὸ σόν, κεῖνον θέλωνἐπωφελῆσαι ταῦτʼ ἔδρα, τούτου θανεῖνχρῆν αὐτὸν οὕνεκʼ ἐκ σέθεν; ποίῳ νόμῳ;ὅρα τιθεῖσα τόνδε τὸν νόμον βροτοῖςμὴ πῆμα σαυτῇ καὶ μετάγνοιαν τιθῇς.εἰ γὰρ κτενοῦμεν ἄλλον ἀντʼ ἄλλου, σύ τοιπρώτη θάνοις ἄν, εἰ δίκης γε τυγχάνοις.ἀλλʼ εἰσόρα μὴ σκῆψιν οὐκ οὖσαν τίθης.εἰ γὰρ θέλεις, δίδαξον ἀνθʼ ὅτου τανῦναἴσχιστα πάντων ἔργα δρῶσα τυγχάνεις,ἥτις ξυνεύδεις τῷ παλαμναίῳ, μεθʼ οὗπατέρα τὸν ἀμὸν πρόσθεν ἐξαπώλεσας,καὶ παιδοποιεῖς, τοὺς δὲ πρόσθεν εὐσεβεῖςκἀξ εὐσεβῶν βλαστόντας ἐκβαλοῦσʼ ἔχεις.πῶς ταῦτʼ ἐπαινέσαιμʼ ἄν; ἢ καὶ ταῦτʼ ἐρεῖςὡς τῆς θυγατρὸς ἀντίποινα λαμβάνεις;αἰσχρῶς δʼ, ἐάν περ καὶ λέγῃς· οὐ γὰρ καλὸνἐχθροῖς γαμεῖσθαι τῆς θυγατρὸς οὕνεκα.ἀλλʼ οὐ γὰρ οὐδὲ νουθετεῖν ἔξεστί σε,ἣ πᾶσαν ἵης γλῶσσαν ὡς τὴν μητέρακακοστομοῦμεν. καί σʼ ἔγωγε δεσπότινἢ μητέρʼ οὐκ ἔλασσον εἰς ἡμᾶς νέμω,ἣ ζῶ βίον μοχθηρόν, ἔκ τε σοῦ κακοῖςπολλοῖς ἀεὶ ξυνοῦσα τοῦ τε συννόμου·ὃ δʼ ἄλλος ἔξω, χεῖρα σὴν μόλις φυγών,τλήμων Ὀρέστης δυστυχῆ τρίβει βίον·ὃν πολλὰ δή με σοὶ τρέφειν μιάστοραἐπῃτιάσω· καὶ τόδʼ, εἴπερ ἔσθενον,ἔδρων ἄν, εὖ τοῦτʼ ἴσθι· τοῦδέ γʼ οὕνεκακήρυσσέ μʼ εἰς ἅπαντας, εἴτε χρῇς κακὴνεἴτε στόμαργον εἴτʼ ἀναιδείας πλέαν.εἰ γὰρ πέφυκα τῶνδε τῶν ἔργων ἴδρις,σχεδόν τι τὴν σὴν οὐ καταισχύνω φύσιν.
ΧΟΡΟΣ
ὁρῶ μένος πνέουσαν· εἰ δὲ σὺν δίκῃξύνεστι, τοῦδε φροντίδʼ οὐκέτʼ εἰσορῶ.
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
ποίας δʼ ἐμοὶ δεῖ πρός γε τήνδε φροντίδος,ἥτις τοιαῦτα τὴν τεκοῦσαν ὕβρισεν,καὶ ταῦτα τηλικοῦτος; ἆρά σοι δοκεῖχωρεῖν ἂν εἰς πᾶν ἔργον αἰσχύνης ἄτερ;
ΗΛΕΚΤΡΑ
εὖ νυν ἐπίστω τῶνδέ μʼ αἰσχύνην ἔχειν,κεἰ μὴ δοκῶ σοι· μανθάνω δʼ ὁθούνεκαἔξωρα πράσσω κοὐκ ἐμοὶ προσεικότα.ἀλλʼ ἡ γὰρ ἐκ σοῦ δυσμένεια καὶ τὰ σὰἔργʼ ἐξαναγκάζει με ταῦτα δρᾶν βίᾳ·αἰσχροῖς γὰρ αἰσχρὰ πράγματʼ ἐκδιδάσκεται.
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
ὦ θρέμμʼ ἀναιδές, ἦ σʼ ἐγὼ καὶ τἄμʼ ἔπηκαὶ τἄργα τἀμὰ πόλλʼ ἄγαν λέγειν ποεῖ.
ΗΛΕΚΤΡΑ
σύ τοι λέγεις νιν, οὐκ ἐγώ· σὺ γὰρ ποεῖςτοὔργον· τὰ δʼ ἔργα τοὺς λόγους εὑρίσκεται.
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
ἀλλʼ οὐ μὰ τὴν δέσποιναν Ἄρτεμιν θράσουςτοῦδʼ οὐκ ἀλύξεις, εὖτʼ ἂν Αἴγισθος μόλῃ.
ΗΛΕΚΤΡΑ
ὁρᾷς; πρὸς ὀργὴν ἐκφέρει, μεθεῖσά μοιλέγειν ἃ χρῄζοιμʼ, οὐδʼ ἐπίστασαι κλύειν.
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
οὔκουν ἐάσεις οὐδʼ ὑπʼ εὐφήμου βοῆςθῦσαί μʼ, ἐπειδὴ σοί γʼ ἐφῆκα πᾶν λέγειν;
ΗΛΕΚΤΡΑ
ἐῶ, κελεύω, θῦε· μηδʼ ἐπαιτιῶτοὐμὸν στόμʼ, ὡς οὐκ ἂν πέρα λέξαιμʼ ἔτι.
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
ἔπαιρε δὴ σὺ θύμαθʼ ἡ παροῦσά μοιπάγκαρπʼ, ἄνακτι τῷδʼ ὅπως λυτηρίουςεὐχὰς ἀνάσχω δειμάτων, ἃ νῦν ἔχω.κλύοις ἂν ἤδη, Φοῖβε προστατήριε,κεκρυμμένην μου βάξιν· οὐ γὰρ ἐν φίλοιςὁ μῦθος, οὐδὲ πᾶν ἀναπτύξαι πρέπειπρὸς φῶς παρούσης τῆσδε πλησίας ἐμοί,μὴ σὺν φθόνῳ τε καὶ πολυγλώσσῳ βοῇσπείρῃ ματαίαν βάξιν εἰς πᾶσαν πόλιν.ἀλλʼ ὧδʼ ἄκουε· τῇδε γὰρ κἀγὼ φράσω.ἃ γὰρ προσεῖδον νυκτὶ τῇδε φάσματαδισσῶν ὀνείρων, ταῦτά μοι, Λύκειʼ ἄναξ,εἰ μὲν πέφηνεν ἐσθλά, δὸς τελεσφόρα,εἰ δʼ ἐχθρά, τοῖς ἐχθροῖσιν ἔμπαλιν μέθες·καὶ μή με πλούτου τοῦ παρόντος εἴ τινεςδόλοισι βουλεύουσιν ἐκβαλεῖν, ἐφῇς,ἀλλʼ ὧδέ μʼ αἰεὶ ζῶσαν ἀβλαβεῖ βίῳδόμους Ἀτρειδῶν σκῆπτρά τʼ ἀμφέπειν τάδε,φίλοισί τε ξυνοῦσαν οἷς ξύνειμι νῦνεὐημεροῦσαν καὶ τέκνων ὅσων ἐμοὶδύσνοια μὴ πρόσεστιν ἢ λύπη πικρά.ταῦτʼ, ὦ Λύκειʼ Ἄπολλον, ἵλεως κλύωνδὸς πᾶσιν ἡμῖν ὥσπερ ἐξαιτούμεθα.τὰ δʼ ἄλλα πάντα καὶ σιωπώσης ἐμοῦἐπαξιῶ σε δαίμονʼ ὄντʼ ἐξειδέναι·τοὺς ἐκ Διὸς γὰρ εἰκός ἐστι πάνθʼ ὁρᾶν.
ΠΑΙΔΑΓΩΓΟΣ
ξέναι γυναῖκες, πῶς ἂν εἰδείην σαφῶςεἰ τοῦ τυράννου δώματʼ Αἰγίσθου τάδε;
ΧΟΡΟΣ
τάδʼ ἐστίν, ὦ ξένʼ· αὐτὸς ᾔκασας καλῶς.
ΠΑΙΔΑΓΩΓΟΣ
ἦ καὶ δάμαρτα τήνδʼ ἐπεικάζων κυρῶκείνου; πρέπει γὰρ ὡς τύραννος εἰσορᾶν.
ΧΟΡΟΣ
μάλιστα πάντων· ἥδε σοι κείνη πάρα.
ΠΑΙΔΑΓΩΓΟΣ
ὦ χαῖρʼ, ἄνασσα· σοὶ φέρων ἥκω λόγουςἡδεῖς φίλου παρʼ ἀνδρὸς Αἰγίσθῳ θʼ ὁμοῦ.
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
ἐδεξάμην τὸ ῥηθέν· εἰδέναι δέ σουπρώτιστα χρῄζω τίς σʼ ἀπέστειλεν βροτῶν.
ΠΑΙΔΑΓΩΓΟΣ
Φανοτεὺς ὁ Φωκεύς, πρᾶγμα πορσύνων μέγα.
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
τὸ ποῖον, ὦ ξένʼ; εἰπέ· παρὰ φίλου γὰρ ὢνἀνδρός, σάφʼ οἶδα, προσφιλεῖς λέξεις λόγους.
ΠΑΙΔΑΓΩΓΟΣ
τέθνηκʼ Ὀρέστης· ἐν βραχεῖ ξυνθεὶς λέγω.
ΗΛΕΚΤΡΑ
οἲ ʼγὼ τάλαινʼ, ὄλωλα τῇδʼ ἐν ἡμέρᾳ.
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
τί φής, τί φής, ὦ ξεῖνε; μὴ ταύτης κλύε.
ΠΑΙΔΑΓΩΓΟΣ
θανόντʼ Ὀρέστην νῦν τε καὶ πάλαι λέγω.
ΗΛΕΚΤΡΑ
ἀπωλόμην δύστηνος, οὐδέν εἰμʼ ἔτι.
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
σὺ μὲν τὰ σαυτῆς πρᾶσσʼ, ἐμοὶ δὲ σύ, ξένε,τἀληθὲς εἰπέ, τῷ τρόπῳ διόλλυται;
ΠΑΙΔΑΓΩΓΟΣ
κἀπεμπόμην πρὸς ταῦτα καὶ τὸ πᾶν φράσω.κεῖνος γὰρ ἐλθὼν εἰς τὸ κλεινὸν Ἑλλάδοςπρόσχημʼ ἀγῶνος Δελφικῶν ἄθλων χάριν,ὅτʼ ᾔσθετʼ ἀνδρὸς ὀρθίων κηρυγμάτωνδρόμον προκηρύξαντος, οὗ πρώτη κρίσις,εἰσῆλθε λαμπρός, πᾶσι τοῖς ἐκεῖ σέβας·δρόμου δʼ ἰσώσας τἀφέσει τὰ τέρματανίκης ἔχων ἐξῆλθε πάντιμον γέρας.χὤπως μὲν ἐν πολλοῖσι παῦρά σοι λέγωοὐκ οἶδα τοιοῦδʼ ἀνδρὸς ἔργα καὶ κράτη·ἓν δʼ ἴσθʼ· ὅσων γὰρ εἰσεκήρυξαν βραβῆςδρόμων διαύλων πένταθλʼ ἃ νομίζεται,τούτων ἐνεγκὼν πάντα τἀπινίκιαὠλβίζετʼ, Ἀργεῖος μὲν ἀνακαλούμενος,ὄνομα δʼ Ὀρέστης, τοῦ τὸ κλεινὸν ἙλλάδοςἈγαμέμνονος στράτευμʼ ἀγείραντός ποτε.καὶ ταῦτα μὲν τοιαῦθʼ· ὅταν δέ τις θεῶνβλάπτῃ, δύναιτʼ ἂν οὐδʼ ἂν ἰσχύων φυγεῖν.κεῖνος γὰρ ἄλλης ἡμέρας, ὅθʼ ἱππικῶνἦν ἡλίου τέλλοντος ὠκύπους ἀγών,εἰσῆλθε πολλῶν ἁρματηλατῶν μέτα.εἷς ἦν Ἀχαιός, εἷς ἀπὸ Σπάρτης, δύοΛίβυες ζυγωτῶν ἁρμάτων ἐπιστάται·κἀκεῖνος ἐν τούτοισι, Θεσσαλὰς ἔχωνἵππους, ὁ πέμπτος· ἕκτος ἐξ Αἰτωλίαςξανθαῖσι πώλοις· ἕβδομος Μάγνης ἀνήρ·ὁ δʼ ὄγδοος λεύκιππος, Αἰνιὰν γένος·ἔνατος Ἀθηνῶν τῶν θεοδμήτων ἄπο·Βοιωτὸς ἄλλος, δέκατον ἐκπληρῶν ὄχον.στάντες δʼ ἵνʼ αὐτοὺς οἱ τεταγμένοι βραβῆςκλήροις ἔπηλαν καὶ κατέστησαν δίφρους,χαλκῆς ὑπαὶ σάλπιγγος ᾖξαν· οἱ δʼ ἅμαἵπποις ὁμοκλήσαντες ἡνίας χεροῖνἔσεισαν· ἐν δὲ πᾶς ἐμεστώθη δρόμοςκτύπου κροτητῶν ἁρμάτων· κόνις δʼ ἄνωφορεῖθʼ· ὁμοῦ δὲ πάντες ἀναμεμιγμένοιφείδοντο κέντρων οὐδέν, ὡς ὑπερβάλοιχνόας τις αὐτῶν καὶ φρυάγμαθʼ ἱππικά.ὁμοῦ γὰρ ἀμφὶ νῶτα καὶ τροχῶν βάσειςἤφριζον, εἰσέβαλλον ἱππικαὶ πνοαί.κεῖνος δʼ ὑπʼ αὐτὴν ἐσχάτην στήλην ἔχωνἔχριμπτʼ ἀεὶ σύριγγα, δεξιὸν δʼ ἀνεὶςσειραῖον ἵππον εἶργε τὸν προσκείμενον.καὶ πρὶν μὲν ὀρθοὶ πάντες ἕστασαν δίφροι·ἔπειτα δʼ Αἰνιᾶνος ἀνδρὸς ἄστομοιπῶλοι βίᾳ φέρουσιν· ἐκ δʼ ὑποστροφῆςτελοῦντες ἕκτον ἕβδομόν τʼ ἤδη δρόμονμέτωπα συμπαίουσι Βαρκαίοις ὄχοις·κἀντεῦθεν ἄλλος ἄλλον ἐξ ἑνὸς κακοῦἔθραυε κἀνέπιπτε, πᾶν δʼ ἐπίμπλατοναυαγίων Κρισαῖον ἱππικῶν πέδον.
ΠΑΙΔΑΓΩΓΟΣ
γνοὺς δʼ οὑξ Ἀθηνῶν δεινὸς ἡνιοστρόφοςἔξω παρασπᾷ κἀνακωχεύει παρεὶςκλύδωνʼ ἔφιππον ἐν μέσῳ κυκώμενον.ἤλαυνε δʼ ἔσχατος μέν, ὑστέρας δʼ ἔχωνπώλους Ὀρέστης, τῷ τέλει πίστιν φέρων·ὅπως δʼ ὁρᾷ μόνον νιν ἐλλελειμμένον,ὀξὺν διʼ ὤτων κέλαδον ἐνσείσας θοαῖςπώλοις διώκει, κἀξισώσαντε ζυγὰἠλαυνέτην, τότʼ ἄλλος, ἄλλοθʼ ἅτεροςκάρα προβάλλων ἱππικῶν ὀχημάτων.καὶ τοὺς μὲν ἄλλους πάντας ἀσφαλεῖς δρόμουςὡρμᾶθʼ ὁ τλήμων ὀρθὸς ἐξ ὀρθῶν δίφρων·ἔπειτα λύων ἡνίαν ἀριστερὰνκάμπτοντος ἵππου λανθάνει στήλην ἄκρανπαίσας· ἔθραυσε δʼ ἄξονος μέσας χνόαςκἀξ ἀντύγων ὤλισθεν· ἐν δʼ ἑλίσσεταιτμητοῖς ἱμᾶσι· τοῦ δὲ πίπτοντος πέδῳπῶλοι διεσπάρησαν ἐς μέσον δρόμον.στρατὸς δʼ ὅπως ὁρᾷ νιν ἐκπεπτωκόταδίφρων, ἀνωλόλυξε τὸν νεανίαν,οἷʼ ἔργα δράσας οἷα λαγχάνει κακά,φορούμενος πρὸς οὖδας, ἄλλοτʼ οὐρανῷσκέλη προφαίνων, ἔς τέ νιν διφρηλάται,μόλις κατασχεθόντες ἱππικὸν δρόμον,ἔλυσαν αἱματηρόν, ὥστε μηδέναγνῶναι φίλων ἰδόντʼ ἂν ἄθλιον δέμας.καί νιν πυρᾷ κέαντες εὐθὺς ἐν βραχεῖχαλκῷ μέγιστον σῶμα δειλαίας σποδοῦφέρουσιν ἄνδρες Φωκέων τεταγμένοι,ὅπως πατρῴας τύμβον ἐκλάχῃ χθονός.τοιαῦτά σοι ταῦτʼ ἐστίν, ὡς μὲν ἐν λόγῳἀλγεινά, τοῖς δʼ ἰδοῦσιν, οἵπερ εἴδομεν,μέγιστα πάντων ὧν ὄπωπʼ ἐγὼ κακῶν.
ΧΟΡΟΣ
φεῦ φεῦ· τὸ πᾶν δὴ δεσπόταισι τοῖς πάλαιπρόρριζον, ὡς ἔοικεν, ἔφθαρται γένος.
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
ὦ Ζεῦ, τί ταῦτα, πότερον εὐτυχῆ λέγω,ἢ δεινὰ μέν, κέρδη δέ; λυπηρῶς δʼ ἔχει,εἰ τοῖς ἐμαυτῆς τὸν βίον σῴζω κακοῖς.
ΠΑΙΔΑΓΩΓΟΣ
τί δʼ ὧδʼ ἀθυμεῖς, ὦ γύναι, τῷ νῦν λόγῳ;
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
δεινὸν τὸ τίκτειν ἐστίν· οὐδὲ γὰρ κακῶςπάσχοντι μῖσος ὧν τέκῃ προσγίγνεται.
ΠΑΙΔΑΓΩΓΟΣ
μάτην ἄρʼ ἡμεῖς, ὡς ἔοικεν, ἥκομεν.
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
οὔτοι μάτην γε· πῶς γὰρ ἂν μάτην λέγοις,εἴ μοι θανόντος πίστʼ ἔχων τεκμήριαπροσῆλθες, ὅστις τῆς ἐμῆς ψυχῆς γεγώς,μαστῶν ἀποστὰς καὶ τροφῆς ἐμῆς, φυγὰςἀπεξενοῦτο καί μʼ, ἐπεὶ τῆσδε χθονὸςἐξῆλθεν, οὐκέτʼ εἶδεν, ἐγκαλῶν δέ μοιφόνους πατρῴους δείνʼ ἐπηπείλει τελεῖν;ὥστʼ οὔτε νυκτὸς ὕπνον οὔτʼ ἐξ ἡμέραςἐμὲ στεγάζειν ἡδύν, ἀλλʼ ὁ προστατῶνχρόνος διῆγέ μʼ αἰὲν ὡς θανουμένην.νῦν δʼ—ἡμέρᾳ γὰρ τῇδʼ ἀπήλλαγμαι φόβουπρὸς τῆσδʼ ἐκείνου θʼ· ἥδε γὰρ μείζων βλάβηξύνοικος ἦν μοι, τοὐμὸν ἐκπίνουσʼ ἀεὶψυχῆς ἄκρατον αἷμα—νῦν δʼ ἕκηλά πουτῶν τῆσδʼ ἀπειλῶν οὕνεχʼ ἡμερεύσομεν.
ΗΛΕΚΤΡΑ
οἴμοι τάλαινα· νῦν γὰρ οἰμῶξαι πάρα,Ὀρέστα, τὴν σὴν ξυμφοράν, ὅθʼ ὧδʼ ἔχωνπρὸς τῆσδʼ ὑβρίζει μητρός. ἆρʼ ἔχει καλῶς;
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
οὔτοι σύ· κεῖνος δʼ ὡς ἔχει καλῶς ἔχει.
ΗΛΕΚΤΡΑ
ἄκουε, Νέμεσι τοῦ θανόντος ἀρτίως.
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
ἤκουσεν ὧν δεῖ κἀπεκύρωσεν καλῶς.
ΗΛΕΚΤΡΑ
ὕβριζε· νῦν γὰρ εὐτυχοῦσα τυγχάνεις.
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
οὔκουν Ὀρέστης καὶ σὺ παύσετον τάδε.
ΗΛΕΚΤΡΑ
πεπαύμεθʼ ἡμεῖς, οὐχ ὅπως σὲ παύσομεν.
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
πολλῶν ἂν ἥκοις, ὦ ξένʼ, ἄξιος τυχεῖν,εἰ τήνδʼ ἔπαυσας τῆς πολυγλώσσου βοῆς.
ΠΑΙΔΑΓΩΓΟΣ
οὐκοῦν ἀποστείχοιμʼ ἄν, εἰ τάδʼ εὖ κυρεῖ.
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
ἥκιστʼ· ἐπείπερ οὔτʼ ἐμοῦ κατάξιʼ ἂνπράξειας οὔτε τοῦ πορεύσαντος ξένου.ἀλλʼ εἴσιθʼ εἴσω· τήνδε δʼ ἔκτοθεν βοᾶνἔα τά θʼ αὑτῆς καὶ τὰ τῶν φίλων κακά.
ΗΛΕΚΤΡΑ
ἆρʼ ὑμὶν ὡς ἀλγοῦσα κὠδυνωμένηδεινῶς δακρῦσαι κἀπικωκῦσαι δοκεῖτὸν υἱὸν ἡ δύστηνος ὧδʼ ὀλωλότα;ἀλλʼ ἐγγελῶσα φροῦδος· ὦ τάλαινʼ ἐγώ.Ὀρέστα φίλταθʼ, ὥς μʼ ἀπώλεσας θανών.ἀποσπάσας γὰρ τῆς ἐμῆς οἴχει φρενὸςαἵ μοι μόναι παρῆσαν ἐλπίδων ἔτι,σὲ πατρὸς ἥξειν ζῶντα τιμωρόν ποτεκἀμοῦ ταλαίνης. νῦν δὲ ποῖ με χρὴ μολεῖν;μόνη γάρ εἰμι, σοῦ τʼ ἀπεστερημένηκαὶ πατρός. ἤδη δεῖ με δουλεύειν πάλινἐν τοῖσιν ἐχθίστοισιν ἀνθρώπων ἐμοὶφονεῦσι πατρός. ἆρά μοι καλῶς ἔχει;ἀλλʼ οὔ τι μὴν ἔγωγε τοῦ λοιποῦ χρόνουξύνοικος, εἴσειμʼ, ἀλλὰ τῇδε πρὸς πύλῃπαρεῖσʼ ἐμαυτὴν ἄφιλος αὐανῶ βίον.πρὸς ταῦτα καινέτω τις, εἰ βαρύνεται,τῶν ἔνδον ὄντων· ὡς χάρις μέν, ἢν κτάνῃ,λύπη δʼ, ἐὰν ζῶ· τοῦ βίου δʼ οὐδεὶς πόθος.
ΧΟΡΟΣ
ποῦ ποτε κεραυνοὶ Διὸς ἢ ποῦ φαέθωνἍλιος, εἰ ταῦτʼ ἐφορῶντες κρύπτουσιν ἕκηλοι;
ΗΛΕΚΤΡΑ
ἒ ἔ, αἰαῖ.
ΧΟΡΟΣ
ὦ παῖ, τί δακρύεις;
ΗΛΕΚΤΡΑ
φεῦ.
ΧΟΡΟΣ
μηδὲν μέγʼ ἀΰσῃς.
ΗΛΕΚΤΡΑ
ἀπολεῖς.
ΧΟΡΟΣ
πῶς;
ΗΛΕΚΤΡΑ
εἰ τῶν φανερῶς οἰχομένωνεἰς Ἀΐδαν ἐλπίδʼ ὑποίσεις, κατʼ ἐμοῦ τακομέναςμᾶλλον ἐπεμβάσει.
ΧΟΡΟΣ
οἶδα γὰρ ἄνακτʼ Ἀμφιάρεων χρυσοδέτοιςἕρκεσι κρυφθέντα γυναικῶν· καὶ νῦν ὑπὸ γαίας
ΗΛΕΚΤΡΑ
ἒ ἔ, ἰώ.
ΧΟΡΟΣ
πάμψυχος ἀνάσσει.
ΗΛΕΚΤΡΑ
φεῦ.
ΧΟΡΟΣ
φεῦ δῆτʼ· ὀλοὰ γὰρ
ΗΛΕΚΤΡΑ
ἐδάμη.
ΧΟΡΟΣ
ναί.
ΗΛΕΚΤΡΑ
οἶδʼ οἶδʼ· ἐφάνη γὰρ μελέτωρἀμφὶ τὸν ἐν πένθει· ἐμοὶ δʼ οὔτις ἔτʼ ἔσθʼ· ὃς γὰρ ἔτʼ ἦν,φροῦδος ἀναρπασθείς.
ΧΟΡΟΣ
δειλαία δειλαίων κυρεῖς.
ΗΛΕΚΤΡΑ
κἀγὼ τοῦδʼ ἴστωρ, ὑπερίστωρ,πανσύρτῳ παμμήνῳ πολλῶνδεινῶν στυγνῶν τʼ αἰῶνι.
ΧΟΡΟΣ
εἴδομεν ἁθρήνεις.
ΗΛΕΚΤΡΑ
μή μέ νυν μηκέτιπαραγάγῃς, ἵνʼ οὐ
ΧΟΡΟΣ
τί φής;
ΗΛΕΚΤΡΑ
πάρεισιν ἐλπίδων ἔτι κοινοτόκωνεὐπατριδᾶν ἀρωγαί.
ΧΟΡΟΣ
πᾶσι θνατοῖς ἔφυ μόρος.
ΗΛΕΚΤΡΑ
ἦ καὶ χαλάργοις ἐν ἁμίλλαιςοὕτως, ὡς κείνῳ δυστάνῳ,τμητοῖς ὁλκοῖς ἐγκῦρσαι;
ΧΟΡΟΣ
ἄσκοπος ἁ λώβα.
ΗΛΕΚΤΡΑ
πῶς γὰρ οὔκ; εἰ ξένοςἄτερ ἐμᾶν χερῶν
ΧΟΡΟΣ
παπαῖ.
ΗΛΕΚΤΡΑ
κέκευθεν, οὔτε του τάφου ἀντιάσαςοὔτε γόων παρʼ ἡμῶν.
ΧΡΥΣΟΘΕΜΙΣ
ὑφʼ ἡδονῆς τοι, φιλτάτη, διώκομαιτὸ κόσμιον μεθεῖσα σὺν τάχει μολεῖν·φέρω γὰρ ἡδονάς τε κἀνάπαυλαν ὧνπάροιθεν εἶχες καὶ κατέστενες κακῶν
ΗΛΕΚΤΡΑ
πόθεν δʼ ἂν εὕροις τῶν ἐμῶν σὺ πημάτωνἄρηξιν, οἷς ἴασιν οὐκ ἔνεστʼ ἰδεῖν;
ΧΡΥΣΟΘΕΜΙΣ
πάρεστʼ Ὀρέστης ἡμίν, ἴσθι τοῦτʼ ἐμοῦκλύουσʼ, ἐναργῶς, ὥσπερ εἰσορᾷς ἐμέ.
ΗΛΕΚΤΡΑ
ἀλλʼ ἦ μέμηνας, ὦ τάλαινα, κἀπὶ τοῖςσαυτῆς κακοῖσι κἀπὶ τοῖς ἐμοῖς γελᾷς;
ΧΡΥΣΟΘΕΜΙΣ
μὰ τὴν πατρῴαν ἑστίαν, ἀλλʼ οὐχ ὕβρειλέγω τάδʼ, ἀλλʼ ἐκεῖνον ὡς παρόντα νῷν.
ΗΛΕΚΤΡΑ
οἴμοι τάλαινα· καὶ τίνος βροτῶν λόγοντόνδʼ εἰσακούσασʼ ὧδε πιστεύεις ἄγαν;
ΧΡΥΣΟΘΕΜΙΣ
ἐγὼ μὲν ἐξ ἐμοῦ τε κοὐκ ἄλλης, σαφῆσημεῖʼ ἰδοῦσα, τῷδε πιστεύω λόγῳ.
ΗΛΕΚΤΡΑ
τίνʼ, ὦ τάλαινʼ, ἔχουσα πίστιν; ἐς τί μοιβλέψασα θάλπει τῷδʼ ἀνηκέστῳ πυρί;
ΧΡΥΣΟΘΕΜΙΣ
πρός νυν θεῶν ἄκουσον, ὡς μαθοῦσά μουτὸ λοιπὸν ἢ φρονοῦσαν ἢ μωρὰν λέγῃς.
ΗΛΕΚΤΡΑ
σὺ δʼ οὖν λέγʼ, εἴ σοι τῷ λόγῳ τις ἡδονή.
ΧΡΥΣΟΘΕΜΙΣ
καὶ δὴ λέγω σοι πᾶν ὅσον κατειδόμην.ἐπεὶ γὰρ ἦλθον πατρὸς ἀρχαῖον τάφον,ὁρῶ κολώνης ἐξ ἄκρας νεορρύτουςπηγὰς γάλακτος καὶ περιστεφῆ κύκλῳπάντων ὅσʼ ἐστὶν ἀνθέων θήκην πατρός.ἰδοῦσα δʼ ἔσχον θαῦμα, καὶ περισκοπῶμή πού τις ἡμῖν ἐγγὺς ἐγχρίμπτῃ βροτῶν.ὡς δʼ ἐν γαλήνῃ πάντʼ ἐδερκόμην τόπον,τύμβου προσεῖρπον ἆσσον· ἐσχάτης δʼ ὁρῶπυρᾶς νεώρη βόστρυχον τετμημένον·κεὐθὺς τάλαινʼ ὡς εἶδον, ἐμπαίει τί μοιψυχῇ σύνηθες ὄμμα, φιλτάτου βροτῶνπάντων Ὀρέστου τοῦθʼ ὁρᾶν τεκμήριον·καὶ χερσὶ βαστάσασα δυσφημῶ μὲν οὔ,χαρᾷ δὲ πίμπλημʼ εὐθὺς ὄμμα δακρύων.καὶ νῦν θʼ ὁμοίως καὶ τότʼ ἐξεπίσταμαιμή του τόδʼ ἀγλάϊσμα πλὴν κείνου μολεῖν·τῷ γὰρ προσήκει πλήν γʼ ἐμοῦ καὶ σοῦ τόδε;κἀγὼ μὲν οὐκ ἔδρασα, τοῦτʼ ἐπίσταμαι,οὐδʼ αὖ σύ· πῶς γάρ; ᾗ γε μηδὲ πρὸς θεοὺςἔξεστʼ ἀκλαύστῳ τῆσδʼ ἀποστῆναι στέγης.ἀλλʼ οὐδὲ μὲν δὴ μητρὸς οὔθʼ ὁ νοῦς φιλεῖτοιαῦτα πράσσειν οὔτε δρῶσʼ ἐλάνθανʼ ἄν·ἀλλʼ ἔστʼ Ὀρέστου ταῦτα τἀπιτύμβια.ἀλλʼ, ὦ φίλη, θάρσυνε· τοῖς αὐτοῖσί τοιοὐχ αὑτὸς αἰεὶ δαιμόνων παραστατεῖ.νῷν ἦν τὰ πρόσθεν στυγνός· ἡ δὲ νῦν ἴσωςπολλῶν ὑπάρξει κῦρος ἡμέρα καλῶν.
ΗΛΕΚΤΡΑ
φεῦ, τῆς ἀνοίας ὥς σʼ ἐποικτίρω πάλαι.
ΧΡΥΣΟΘΕΜΙΣ
τί δʼ ἔστιν; οὐ πρὸς ἡδονὴν λέγω τάδε;
ΗΛΕΚΤΡΑ
οὐκ οἶσθʼ ὅποι γῆς οὐδʼ ὅποι γνώμης φέρει.
ΧΡΥΣΟΘΕΜΙΣ
πῶς δʼ οὐκ ἐγὼ κάτοιδʼ ἅ γʼ εἶδον ἐμφανῶς;
ΗΛΕΚΤΡΑ
τέθνηκεν, ὦ τάλαινα, τἀκείνου δέ σοισωτήριʼ ἔρρει· μηδὲν εἰς κεῖνόν γʼ ὅρα.
ΧΡΥΣΟΘΕΜΙΣ
οἴμοι τάλαινα· τοῦ τάδʼ ἤκουσας βροτῶν;
ΗΛΕΚΤΡΑ
τοῦ πλησίον παρόντος, ἡνίκʼ ὤλλυτο.
ΧΡΥΣΟΘΕΜΙΣ
καὶ ποῦ ʼστιν οὗτος; θαῦμά τοί μʼ ὑπέρχεται.
ΗΛΕΚΤΡΑ
κατʼ οἶκον, ἡδὺς οὐδὲ μητρὶ δυσχερής.
ΧΡΥΣΟΘΕΜΙΣ
οἴμοι τάλαινα· τοῦ γὰρ ἀνθρώπων ποτʼ ἦντὰ πολλὰ πατρὸς πρὸς τάφον κτερίσματα;
ΗΛΕΚΤΡΑ
οἶμαι μάλιστʼ ἔγωγε τοῦ τεθνηκότοςμνημεῖʼ Ὀρέστου ταῦτα προσθεῖναί τινα.
ΧΡΥΣΟΘΕΜΙΣ
ὦ δυστυχής· ἐγὼ δὲ σὺν χαρᾷ λόγουςτοιούσδʼ ἔχουσʼ ἔσπευδον, οὐκ εἰδυῖʼ ἄραἵνʼ ἦμεν ἄτης· ἀλλὰ νῦν, ὅθʼ ἱκόμην,τά τʼ ὄντα πρόσθεν ἄλλα θʼ εὑρίσκω κακά.
ΗΛΕΚΤΡΑ
οὕτως ἔχει σοι ταῦτʼ· ἐὰν δέ μοι πίθῃ,τῆς νῦν παρούσης πημονῆς λύσεις βάρος.
ΧΡΥΣΟΘΕΜΙΣ
ἦ τοὺς θανόντας ἐξαναστήσω ποτέ;
ΗΛΕΚΤΡΑ
οὐκ ἔσθʼ ὅ γʼ εἶπον· οὐ γὰρ ὧδʼ ἄφρων ἔφυν.
ΧΡΥΣΟΘΕΜΙΣ
τί γὰρ κελεύεις ὧν ἐγὼ φερέγγυος;
ΗΛΕΚΤΡΑ
τλῆναί σε δρῶσαν ἃν ἐγὼ παραινέσω.
ΧΡΥΣΟΘΕΜΙΣ
ἀλλʼ εἴ τις ὠφέλειά γʼ, οὐκ ἀπώσομαι.
ΗΛΕΚΤΡΑ
ὅρα, πόνου τοι χωρὶς οὐδὲν εὐτυχεῖ.
ΧΡΥΣΟΘΕΜΙΣ
ὁρῶ. ξυνοίσω πᾶν ὅσονπερ ἂν σθένω.
ΗΛΕΚΤΡΑ
ἄκουε δή νυν ᾗ βεβούλευμαι ποεῖν.παρουσίαν μὲν οἶσθα καὶ σύ που φίλωνὡς οὔτις ἡμῖν ἔστιν, ἀλλʼ Ἅιδης λαβὼνἀπεστέρηκε καὶ μόνα λελείμμεθον.ἐγὼ δʼ ἕως μὲν τὸν κασίγνητον βίῳθάλλοντʼ ἔτʼ εἰσήκουον, εἶχον ἐλπίδαςφόνου ποτʼ αὐτὸν πράκτορʼ ἵξεσθαι πατρός·νῦν δʼ ἡνίκʼ οὐκέτʼ ἔστιν, εἰς σὲ δὴ βλέπω,ὅπως τὸν αὐτόχειρα πατρῴου φόνουξὺν τῇδʼ ἀδελφῇ μὴ κατοκνήσεις κτανεῖνΑἴγισθον· οὐδὲν γάρ σε δεῖ κρύπτειν μʼ ἔτι.ποῖ γὰρ μενεῖς ῥᾴθυμος, εἰς τίνʼ ἐλπίδωνβλέψασʼ ἔτʼ ὀρθήν; ᾗ πάρεστι μὲν στένεινπλούτου πατρῴου κτῆσιν ἐστερημένῃ,πάρεστι δʼ ἀλγεῖν ἐς τοσόνδε τοῦ χρόνουἄλεκτρα γηράσκουσαν ἀνυμέναιά τε.καὶ τῶνδε μέντοι μηκέτʼ ἐλπίσῃς ὅπωςτεύξει ποτʼ· οὐ γὰρ ὧδʼ ἄβουλός ἐστʼ ἀνὴρΑἴγισθος ὥστε σόν ποτʼ ἢ κἀμὸν γένοςβλαστεῖν ἐᾶσαι, πημονὴν αὑτῷ σαφῆ.ἀλλʼ ἢν ἐπίσπῃ τοῖς ἐμοῖς βουλεύμασιν,πρῶτον μὲν εὐσέβειαν ἐκ πατρὸς κάτωθανόντος οἴσει τοῦ κασιγνήτου θʼ ἅμα·ἔπειτα δʼ, ὥσπερ ἐξέφυς, ἐλευθέρακαλεῖ τὸ λοιπὸν καὶ γάμων ἐπαξίωντεύξει· φιλεῖ γὰρ πρὸς τὰ χρηστὰ πᾶς ὁρᾶν.λόγων γε μὴν εὔκλειαν οὐχ ὁρᾷς ὅσηνσαυτῇ τε κἀμοὶ προσβαλεῖς πεισθεῖσʼ ἐμοί;τίς γάρ ποτʼ ἀστῶν ἢ ξένων ἡμᾶς ἰδὼντοιοῖσδʼ ἐπαίνοις οὐχὶ δεξιώσεται·ἴδεσθε τώδε τὼ κασιγνήτω, φίλοι,ὣ τὸν πατρῷον οἶκον ἐξεσωσάτην,ὣ τοῖσιν ἐχθροῖς εὖ βεβηκόσιν ποτὲψυχῆς ἀφειδήσαντε προὐστήτην φόνου·τούτω φιλεῖν χρή, τώδε χρὴ πάντας σέβειν,τώδʼ ἔν θʼ ἑορταῖς ἔν τε πανδήμῳ πόλειτιμᾶν ἅπαντας οὕνεκʼ ἀνδρείας χρεών.τοιαῦτά τοι νὼ πᾶς τις ἐξερεῖ βροτῶν,ζώσαιν θανούσαιν θʼ ὥστε μὴ ʼκλιπεῖν κλέος.ἀλλʼ, ὦ φίλη, πείσθητι, συμπόνει πατρί,σύγκαμνʼ ἀδελφῷ, παῦσον ἐκ κακῶν ἐμέ,παῦσον δὲ σαυτήν, τοῦτο γιγνώσκουσʼ ὅτιζῆν αἰσχρὸν αἰσχρῶς τοῖς καλῶς πεφυκόσιν.
ΧΟΡΟΣ
ἐν τοῖς τοιούτοις ἐστὶν ἡ προμηθίακαὶ τῷ λέγοντι καὶ κλύοντι σύμμαχος.
ΧΡΥΣΟΘΕΜΙΣ
καὶ πρίν γε φωνεῖν, ὦ γυναῖκες, εἰ φρενῶνἐτύγχανʼ αὕτη μὴ κακῶν, ἐσῴζετʼ ἂντὴν εὐλάβειαν, ὥσπερ οὐχὶ σῴζεται.ποῖ γάρ ποτʼ ἐμβλέψασα τοιοῦτον θράσοςαὐτή θʼ ὁπλίζει κἄμʼ ὑπηρετεῖν καλεῖς;οὐκ εἰσορᾷς; γυνὴ μὲν οὐδʼ ἀνὴρ ἔφυς,σθένεις δʼ ἔλασσον τῶν ἐναντίων χερί.δαίμων δὲ τοῖς μὲν εὐτυχεῖ καθʼ ἡμέραν,ἡμῖν δʼ ἀπορρεῖ κἀπὶ μηδὲν ἔρχεται.τίς οὖν τοιοῦτον ἄνδρα βουλεύων ἑλεῖνἄλυπος ἄτης ἐξαπαλλαχθήσεται;ὅρα κακῶς πράσσοντε μὴ μείζω κακὰκτησώμεθʼ, εἴ τις τούσδʼ ἀκούσεται λόγους.λύει γὰρ ἡμῖν οὐδὲν οὐδʼ ἐπωφελεῖβάξιν καλὴν λαβόντε δυσκλεῶς θανεῖν.οὐ γὰρ θανεῖν ἔχθιστον, ἀλλʼ ὅταν θανεῖνχρῄζων τις εἶτα μηδὲ τοῦτʼ ἔχῃ λαβεῖν.ἀλλʼ ἀντιάζω, πρὶν πανωλέθρους τὸ πᾶνἡμᾶς τʼ ὀλέσθαι κἀξερημῶσαι γένος,κατάσχες ὀργήν. καὶ τὰ μὲν λελεγμέναἄρρητʼ ἐγώ σοι κἀτελῆ φυλάξομαι,αὐτὴ δὲ νοῦν σχὲς ἀλλὰ τῷ χρόνῳ ποτέ,σθένουσα μηδὲν τοῖς κρατοῦσιν εἰκαθεῖν.
ΧΟΡΟΣ
πείθου· προνοίας οὐδὲν ἀνθρώποις ἔφυκέρδος λαβεῖν ἄμεινον οὐδὲ νοῦ σοφοῦ.
ΗΛΕΚΤΡΑ
ἀπροσδόκητον οὐδὲν εἴρηκας· καλῶς δʼᾔδη σʼ ἀπορρίψουσαν ἁπηγγελλόμην.ἀλλʼ αὐτόχειρί μοι μόνῃ τε δραστέοντοὔργον τόδʼ· οὐ γὰρ δὴ κενόν γʼ ἀφήσομεν.
ΧΡΥΣΟΘΕΜΙΣ
φεῦ·εἴθʼ ὤφελες τοιάδε τὴν γνώμην πατρὸςθνῄσκοντος εἶναι· πᾶν γὰρ ἂν κατειργάσω.
ΗΛΕΚΤΡΑ
ἀλλʼ ἦ φύσιν γε, τὸν δὲ νοῦν ἥσσων τότε.
ΧΡΥΣΟΘΕΜΙΣ
ἄσκει τοιαύτη νοῦν διʼ αἰῶνος μένειν.
ΗΛΕΚΤΡΑ
ὡς οὐχὶ συνδράσουσα νουθετεῖς τάδε.
ΧΡΥΣΟΘΕΜΙΣ
εἰκὸς γὰρ ἐγχειροῦντα καὶ πράσσειν κακῶς.
ΗΛΕΚΤΡΑ
ζηλῶ σε τοῦ νοῦ, τῆς δὲ δειλίας στυγῶ.
ΧΡΥΣΟΘΕΜΙΣ
ἀνέξομαι κλύουσα χὤταν εὖ λέγῃς.
ΗΛΕΚΤΡΑ
ἀλλʼ οὔ ποτʼ ἐξ ἐμοῦ γε μὴ πάθῃς τόδε.
ΧΡΥΣΟΘΕΜΙΣ
μακρὸς τὸ κρῖναι ταῦτα χὠ λοιπὸς χρόνος.
ΗΛΕΚΤΡΑ
ἄπελθε· σοὶ γὰρ ὠφέλησις οὐκ ἔνι.
ΧΡΥΣΟΘΕΜΙΣ
ἔνεστιν· ἀλλὰ σοὶ μάθησις οὐ πάρα.
ΗΛΕΚΤΡΑ
ἐλθοῦσα μητρὶ ταῦτα πάντʼ ἔξειπε σῇ.
ΧΡΥΣΟΘΕΜΙΣ
οὐδʼ αὖ τοσοῦτον ἔχθος ἐχθαίρω σʼ ἐγώ.
ΗΛΕΚΤΡΑ
ἀλλʼ οὖν ἐπίστω γʼ οἷ μʼ ἀτιμίας ἄγεις.
ΧΡΥΣΟΘΕΜΙΣ
ἀτιμίας μὲν οὔ, προμηθίας δὲ σοῦ.
ΗΛΕΚΤΡΑ
τῷ σῷ δικαίῳ δῆτʼ ἐπισπέσθαι με δεῖ;
ΧΡΥΣΟΘΕΜΙΣ
ὅταν γὰρ εὖ φρονῇς, τόθʼ ἡγήσει σὺ νῷν.
ΗΛΕΚΤΡΑ
ἦ δεινὸν εὖ λέγουσαν ἐξαμαρτάνειν.
ΧΡΥΣΟΘΕΜΙΣ
εἴρηκας ὀρθῶς ᾧ σὺ πρόσκεισαι κακῷ.
ΗΛΕΚΤΡΑ
τί δʼ; οὐ δοκῶ σοι ταῦτα σὺν δίκῃ λέγειν;
ΧΡΥΣΟΘΕΜΙΣ
ἀλλʼ ἔστιν ἔνθα χἠ δίκη βλάβην φέρει.
ΗΛΕΚΤΡΑ
τούτοις ἐγὼ ζῆν τοῖς νόμοις οὐ βούλομαι.
ΧΡΥΣΟΘΕΜΙΣ
ἀλλʼ εἰ ποήσεις ταῦτʼ, ἐπαινέσεις ἐμέ.
ΗΛΕΚΤΡΑ
καὶ μὴν ποήσω γʼ οὐδὲν ἐκπλαγεῖσά σε.
ΧΡΥΣΟΘΕΜΙΣ
καὶ τοῦτʼ ἀληθές, οὐδὲ βουλεύσει πάλιν;
ΗΛΕΚΤΡΑ
βουλῆς γὰρ οὐδέν ἐστιν ἔχθιον κακῆς.
ΧΡΥΣΟΘΕΜΙΣ
φρονεῖν ἔοικας οὐδὲν ὧν ἐγὼ λέγω.
ΗΛΕΚΤΡΑ
πάλαι δέδοκται ταῦτα κοὐ νεωστί μοι.
ΧΡΥΣΟΘΕΜΙΣ
ἄπειμι τοίνυν· οὔτε γὰρ σὺ τἄμʼ ἔπητολμᾷς ἐπαινεῖν οὔτʼ ἐγὼ τοὺς σοὺς τρόπους.
ΗΛΕΚΤΡΑ
ἀλλʼ εἴσιθʼ. οὔ σοι μὴ μεθέψομαί ποτε,οὐδʼ ἢν σφόδρʼ ἱμείρουσα τυγχάνῃς· ἐπεὶπολλῆς ἀνοίας καὶ τὸ θηρᾶσθαι κενά.
ΧΡΥΣΟΘΕΜΙΣ
ἀλλʼ εἰ σεαυτῇ τυγχάνεις δοκοῦσά τιφρονεῖν, φρόνει τοιαῦθʼ. ὅταν γὰρ ἐν κακοῖςἤδη βεβήκῃς, τἄμʼ ἐπαινέσεις ἔπη.
ΧΟΡΟΣ
τί τοὺς ἄνωθεν φρονιμωτάτους οἰωνοὺς ἐσορώμενοι τροφᾶςκηδομένους ἀφʼ ὧν τε βλάστωσιν ἀφʼ ὧν τʼ ὄνασιν εὕρ-ωσι, τάδʼ οὐκ ἐπʼ ἴσας τελοῦμεν;ἀλλʼ οὐ τὰν Διὸς ἀστραπὰνκαὶ τὰν οὐρανίαν Θέμιν,δαρὸν οὐκ ἀπόνητοι.ὦ χθονία βροτοῖσι φάμα, κατά μοι βόασον οἰκτρὰνὄπα τοῖς ἔνερθʼ Ἀτρείδαις, ἀχόρευτα φέρουσʼὀνείδη·
ΧΟΡΟΣ
ὅτι σφὶν ἤδη τὰ μὲν ἐκ δόμων νοσεῖ δή, τὰ δὲ πρὸς τέκνων διπλῆφύλοπις οὐκέτʼ ἐξισοῦται φιλοτασίῳ διαί-τᾳ· πρόδοτος δὲ μόνα σαλεύειἨλέκτρα, τὸν ἀεὶ πατρὸςδειλαία στενάχουσʼ, ὅπωςἁ πάνδυρτος ἀηδών,οὔτε τι τοῦ θανεῖν προμηθὴς τό τε μὴ βλέπειν ἑτοίμα,διδύμαν ἑλοῦσʼ Ἐρινύν· τίς ἂν εὔπατρις ὧδε βλάστοι;
ΧΟΡΟΣ
οὐδεὶς τῶν ἀγαθῶν γὰρζῶν κακῶς εὔκλειαν αἰσχῦναι θέλεινώνυμος, ὦ παῖ παῖ.ὡς καὶ σὺ πάγκλαυτον αἰῶνα κοινὸν εἵλου,τὸ μὴ καλὸν καθοπλίσασα, δύο φέρειν ἐν ἑνὶ λόγῳ,σοφά τʼ ἀρίστα τε παῖς κεκλῆσθαι.
ΧΟΡΟΣ
ζῴης μοι καθύπερθενχειρὶ καὶ πλούτῳ τεῶν ἐχθρῶν ὅσοννῦν ὑπόχειρ ναίεις·ἐπεί σʼ ἐφηύρηκα μοίρᾳ μὲν οὐκ ἐν ἐσθλᾷβεβῶσαν, ἃ δὲ μέγιστʼ ἔβλαστε νόμιμα, τῶνδε φερομένανἄριστα τᾷ Ζηνὸς εὐσεβείᾳ.
ΟΡΕΣΤΗΣ
ἆρʼ, ὦ γυναῖκες, ὀρθά τʼ εἰσηκούσαμενὀρθῶς θʼ ὁδοιποροῦμεν ἔνθα χρῄζομεν;
ΧΟΡΟΣ
τί δʼ ἐξερευνᾷς καὶ τί βουληθεὶς πάρει;
ΟΡΕΣΤΗΣ
Αἴγισθον ἔνθʼ ᾤκηκεν ἱστορῶ πάλαι.
ΧΟΡΟΣ
ἀλλʼ εὖ θʼ ἱκάνεις χὠ φράσας ἀζήμιος.
ΟΡΕΣΤΗΣ
τίς οὖν ἂν ὑμῶν τοῖς ἔσω φράσειεν ἂνἡμῶν ποθεινὴν κοινόπουν παρουσίαν;
ΧΟΡΟΣ
ἥδʼ, εἰ τὸν ἄγχιστόν γε κηρύσσειν χρεών.
ΟΡΕΣΤΗΣ
ἴθʼ, ὦ γύναι, δήλωσον εἰσελθοῦσʼ ὅτιΦωκῆς ματεύουσʼ ἄνδρες Αἴγισθόν τινες,
ΗΛΕΚΤΡΑ
οἴμοι τάλαινʼ, οὐ δή ποθʼ ἧς ἠκούσαμενφήμης φέροντες ἐμφανῆ τεκμήρια;
ΟΡΕΣΤΗΣ
οὐκ οἶδα τὴν σὴν κληδόνʼ· ἀλλά μοι γέρωνἐφεῖτʼ Ὀρέστου Στρόφιος ἀγγεῖλαι πέρι.
ΗΛΕΚΤΡΑ
τί δʼ ἔστιν, ὦ ξένʼ; ὥς μʼ ὑπέρχεται φόβος.
ΟΡΕΣΤΗΣ
φέροντες αὐτοῦ σμικρὰ λείψανʼ ἐν βραχεῖτεύχει θανόντος, ὡς ὁρᾷς, κομίζομεν.
ΗΛΕΚΤΡΑ
οἲ ʼγὼ τάλαινα, τοῦτʼ ἐκεῖνʼ ἤδη σαφὲςπρόχειρον ἄχθος, ὡς ἔοικε, δέρκομαι.
ΟΡΕΣΤΗΣ
εἴπερ τι κλαίεις τῶν Ὀρεστείων κακῶν,τόδʼ ἄγγος ἴσθι σῶμα τοὐκείνου στέγον.
ΗΛΕΚΤΡΑ
ὦ ξεῖνε, δός νυν, πρὸς θεῶν, εἴπερ τόδεκέκευθεν αὐτὸν τεῦχος, εἰς χεῖρας λαβεῖν,ὅπως ἐμαυτὴν καὶ γένος τὸ πᾶν ὁμοῦξὺν τῇδε κλαύσω κἀποδύρωμαι σποδῷ.
ΟΡΕΣΤΗΣ
δόθʼ, ἥτις ἐστί, προσφέροντες· οὐ γὰρ ὡςἐν δυσμενείᾳ γʼ οὖσʼ ἐπαιτεῖται τάδε,ἀλλʼ ἢ φίλων τις ἢ πρὸς αἵματος φύσιν.
ΗΛΕΚΤΡΑ
ὦ φιλτάτου μνημεῖον ἀνθρώπων ἐμοὶψυχῆς Ὀρέστου λοιπόν, ὥς σʼ ἀπʼ ἐλπίδωνοὐχ ὧνπερ ἐξέπεμπον εἰσεδεξάμην.νῦν μὲν γὰρ οὐδὲν ὄντα βαστάζω χεροῖν,δόμων δέ σʼ, ὦ παῖ, λαμπρὸν ἐξέπεμψʼ ἐγώ.ὡς ὤφελον πάροιθεν ἐκλιπεῖν βίον,πρὶν ἐς ξένην σε γαῖαν ἐκπέμψαι χεροῖνκλέψασα ταῖνδε κἀνασώσασθαι φόνου,ὅπως θανὼν ἔκεισο τῇ τόθʼ ἡμέρᾳ,τύμβου πατρῴου κοινὸν εἰληχὼς μέρος.νῦν δʼ ἐκτὸς οἴκων κἀπὶ γῆς ἄλλης φυγὰςκακῶς ἀπώλου, σῆς κασιγνήτης δίχα,κοὔτʼ ἐν φίλαισι χερσὶν ἡ τάλαινʼ ἐγὼλουτροῖς σʼ ἐκόσμησʼ οὔτε παμφλέκτου πυρὸςἀνειλόμην, ὡς εἰκός, ἄθλιον βάρος,ἀλλʼ ἐν ξέναισι χερσὶ κηδευθεὶς τάλαςσμικρὸς προσήκεις ὄγκος ἐν σμικρῷ κύτει.οἴμοι τάλαινα τῆς ἐμῆς πάλαι τροφῆςἀνωφελήτου, τὴν ἐγὼ θάμʼ ἀμφὶ σοὶπόνῳ γλυκεῖ παρέσχον· οὔτε γάρ ποτεμητρὸς σύ γʼ ἦσθα μᾶλλον ἢ κἀμοῦ φίλος,οὔθʼ οἱ κατʼ οἶκον ἦσαν, ἀλλʼ ἐγὼ τροφός,ἐγὼ δʼ ἀδελφὴ σοὶ προσηυδώμην ἀεί.νῦν δʼ ἐκλέλοιπε ταῦτʼ ἐν ἡμέρᾳ μιᾷθανόντι σὺν σοί· πάντα γὰρ συναρπάσαςθύελλʼ ὅπως βέβηκας. οἴχεται πατήρ·τέθνηκʼ ἐγὼ σοί· φροῦδος αὐτὸς εἶ θανών·γελῶσι δʼ ἐχθροί· μαίνεται δʼ ὑφʼ ἡδονῆςμήτηρ ἀμήτωρ, ἧς ἐμοὶ σὺ πολλάκιςφήμας λάθρᾳ προύπεμπες ὡς φανούμενοςτιμωρὸς αὐτός. ἀλλὰ ταῦθʼ ὁ δυστυχὴςδαίμων ὁ σός τε κἀμὸς ἐξαφείλετο,ὅς σʼ ὧδέ μοι προύπεμψεν ἀντὶ φιλτάτηςμορφῆς σποδόν τε καὶ σκιὰν ἀνωφελῆ.
ΗΛΕΚΤΡΑ
οἴμοι μοι.ὦ δέμας οἰκτρόν. φεῦ φεῦ.ὦ δεινοτάτας, οἴμοι μοι,πεμφθεὶς κελεύθους, φίλταθʼ, ὥς μʼ ἀπώλεσας·ἀπώλεσας δῆτʼ, ὦ κασίγνητον κάρα.τοιγὰρ σὺ δέξαι μʼ ἐς τὸ σὸν τόδε στέγος,τὴν μηδὲν εἰς τὸ μηδέν, ὡς σὺν σοὶ κάτωναίω τὸ λοιπόν· καὶ γὰρ ἡνίκʼ ἦσθʼ ἄνω,ξὺν σοὶ μετεῖχον τῶν ἴσων, καὶ νῦν ποθῶτοῦ σοῦ θανοῦσα μὴ ἀπολείπεσθαι τάφου.τοὺς γὰρ θανόντας οὐχ ὁρῶ λυπουμένους.
ΧΟΡΟΣ
θνητοῦ πέφυκας πατρός, Ἠλέκτρα, φρόνει,θνητὸς δʼ Ὀρέστης. ὥστε μὴ λίαν στένε.πᾶσιν γὰρ ἡμῖν τοῦτʼ ὀφείλεται παθεῖν.
ΟΡΕΣΤΗΣ
φεῦ φεῦ. τί λέξω; ποῖ λόγων ἀμηχανῶνἔλθω; κρατεῖν γὰρ οὐκέτι γλώσσης σθένω.
ΗΛΕΚΤΡΑ
τί δʼ ἔσχες ἄλγος; πρὸς τί τοῦτʼ εἰπὼν κυρεῖς;
ΟΡΕΣΤΗΣ
ἦ σὸν τὸ κλεινὸν εἶδος Ἠλέκτρας τόδε;
ΗΛΕΚΤΡΑ
τόδʼ ἔστʼ ἐκεῖνο, καὶ μάλʼ ἀθλίως ἔχον.
ΟΡΕΣΤΗΣ
οἴμοι ταλαίνης ἆρα τῆσδε συμφορᾶς.
ΗΛΕΚΤΡΑ
οὐ δή ποτʼ, ὦ ξένʼ, ἀμφʼ ἐμοὶ στένεις τάδε;
ΟΡΕΣΤΗΣ
ὦ σῶμʼ ἀτίμως κἀθέως ἐφθαρμένον.
ΗΛΕΚΤΡΑ
οὔτοι ποτʼ ἄλλην ἢ ʼμὲ δυσφημεῖς, ξένε.
ΟΡΕΣΤΗΣ
φεῦ τῆς ἀνύμφου δυσμόρου τε σῆς τροφῆς,
ΗΛΕΚΤΡΑ
τί δή ποτʼ, ὦ ξένʼ, ὧδʼ ἐπισκοπῶν στένεις;
ΟΡΕΣΤΗΣ
ὡς οὐκ ἄρʼ ᾔδη τῶν ἐμῶν οὐδὲν κακῶν.
ΗΛΕΚΤΡΑ
ἐν τῷ διέγνως τοῦτο τῶν εἰρημένων;
ΟΡΕΣΤΗΣ
ὁρῶν σε πολλοῖς ἐμπρέπουσαν ἄλγεσιν.
ΗΛΕΚΤΡΑ
καὶ μὴν ὁρᾷς γε παῦρα τῶν ἐμῶν κακῶν.
ΟΡΕΣΤΗΣ
καὶ πῶς γένοιτʼ ἂν τῶνδʼ ἔτʼ ἐχθίω βλέπειν;
ΗΛΕΚΤΡΑ
ὁθούνεκʼ εἰμὶ τοῖς φονεῦσι σύντροφος
ΟΡΕΣΤΗΣ
τοῖς τοῦ; πόθεν τοῦτʼ ἐξεσήμηνας κακόν;
ΗΛΕΚΤΡΑ
τοῖς πατρός· εἶτα τοῖσδε δουλεύω βίᾳ.
ΟΡΕΣΤΗΣ
τίς γάρ σʼ ἀνάγκῃ τῇδε προτρέπει βροτῶν;
ΗΛΕΚΤΡΑ
μήτηρ καλεῖται, μητρὶ δʼ οὐδὲν ἐξισοῖ.
ΟΡΕΣΤΗΣ
τί δρῶσα; πότερα χερσὶν ἢ λύμῃ βίου;
ΗΛΕΚΤΡΑ
καὶ χερσὶ καὶ λύμαισι καὶ πᾶσιν κακοῖς.
ΟΡΕΣΤΗΣ
οὐδʼ οὑπαρήξων οὐδʼ ὁ κωλύσων πάρα;
ΗΛΕΚΤΡΑ
οὐ δῆθʼ. ὃς ἦν γάρ μοι σὺ προὔθηκας σποδόν.
ΟΡΕΣΤΗΣ
ὦ δύσποτμʼ, ὡς ὁρῶν σʼ ἐποικτίρω πάλαι.
ΗΛΕΚΤΡΑ
μόνος βροτῶν νυν ἴσθʼ ἐποικτίρας ποτέ.
ΟΡΕΣΤΗΣ
μόνος γὰρ ἥκω τοῖς ἴσοις ἀλγῶν κακοῖς.
ΗΛΕΚΤΡΑ
οὐ δή ποθʼ ἡμῖν ξυγγενὴς ἥκεις ποθέν;
ΟΡΕΣΤΗΣ
ἐγὼ φράσαιμʼ ἄν, εἰ τὸ τῶνδʼ εὔνουν πάρα.
ΗΛΕΚΤΡΑ
ἀλλʼ ἐστὶν εὔνουν, ὥστε πρὸς πιστὰς ἐρεῖς.
ΟΡΕΣΤΗΣ
μέθες τόδʼ ἄγγος νῦν, ὅπως τὸ πᾶν μάθῃς.
ΗΛΕΚΤΡΑ
μὴ δῆτα πρὸς θεῶν τοῦτό μʼ ἐργάσῃ, ξένε.
ΟΡΕΣΤΗΣ
πείθου λέγοντι κοὐχ ἁμαρτήσει ποτέ.
ΗΛΕΚΤΡΑ
μή, πρὸς γενείου, μὴ ʼξέλῃ τὰ φίλτατα.
ΟΡΕΣΤΗΣ
οὔ φημʼ ἐάσειν.
ΗΛΕΚΤΡΑ
ὦ τάλαινʼ ἐγὼ σέθεν,Ὀρέστα, τῆς σῆς εἰ στερήσομαι ταφῆς.
ΟΡΕΣΤΗΣ
εὔφημα φώνει· πρὸς δίκης γὰρ οὐ στένεις.
ΗΛΕΚΤΡΑ
πῶς τὸν θανόντʼ ἀδελφὸν οὐ δίκῃ στένω;
ΟΡΕΣΤΗΣ
οὔ σοι προσήκει τήνδε προσφωνεῖν φάτιν.
ΗΛΕΚΤΡΑ
οὕτως ἄτιμός εἰμι τοῦ τεθνηκότος;
ΟΡΕΣΤΗΣ
ἄτιμος οὐδενὸς σύ· τοῦτο δʼ οὐχὶ σόν.
ΗΛΕΚΤΡΑ
εἴπερ γʼ Ὀρέστου σῶμα βαστάζω τόδε;
ΟΡΕΣΤΗΣ
ἀλλʼ οὐκ Ὀρέστου, πλὴν λόγῳ γʼ ἠσκημένον.
ΗΛΕΚΤΡΑ
ποῦ δʼ ἔστʼ ἐκείνου τοῦ ταλαιπώρου τάφος;
ΟΡΕΣΤΗΣ
οὐκ ἔστι· τοῦ γὰρ ζῶντος οὐκ ἔστιν τάφος.
ΗΛΕΚΤΡΑ
πῶς εἶπας, ὦ παῖ;
ΟΡΕΣΤΗΣ
ψεῦδος οὐδὲν ὧν λέγω.
ΗΛΕΚΤΡΑ
ἦ ζῇ γὰρ ἁνήρ;
ΟΡΕΣΤΗΣ
εἴπερ ἔμψυχός γʼ ἐγώ.
ΗΛΕΚΤΡΑ
ἦ γὰρ σὺ κεῖνος;
ΟΡΕΣΤΗΣ
τήνδε προσβλέψασά μουσφραγῖδα πατρὸς ἔκμαθʼ εἰ σαφῆ λέγω.
ΗΛΕΚΤΡΑ
ὦ φίλτατον φῶς.
ΟΡΕΣΤΗΣ
φίλτατον, συμμαρτυρῶ.
ΗΛΕΚΤΡΑ
ὦ φθέγμʼ, ἀφίκου;
ΟΡΕΣΤΗΣ
μηκέτʼ ἄλλοθεν πύθῃ,
ΗΛΕΚΤΡΑ
ἔχω σε χερσίν;
ΟΡΕΣΤΗΣ
ὡς τὰ λοίπʼ ἔχοις ἀεί.
ΗΛΕΚΤΡΑ
ὦ φίλταται γυναῖκες, ὦ πολίτιδες,ὁρᾶτʼ Ὀρέστην τόνδε, μηχαναῖσι μὲνθανόντα, νῦν δὲ μηχαναῖς σεσωσμένον.
ΧΟΡΟΣ
ὁρῶμεν, ὦ παῖ, κἀπὶ συμφοραῖσί μοιγεγηθὸς ἕρπει δάκρυον ὀμμάτων ἄπο.
ΗΛΕΚΤΡΑ
ἰὼ γοναί,γοναὶ σωμάτων ἐμοὶ φιλτάτων,ἐμόλετʼ ἀρτίως,ἐφηύρετʼ, ἤλθετʼ, εἴδεθʼ οὓς ἐχρῄζετε.
ΟΡΕΣΤΗΣ
πάρεσμεν· ἀλλὰ σῖγʼ ἔχουσα πρόσμενε.
ΗΛΕΚΤΡΑ
τί δʼ ἔστιν;
ΟΡΕΣΤΗΣ
σιγᾶν ἄμεινον, μή τις ἔνδοθεν κλύῃ.
ΗΛΕΚΤΡΑ
ἀλλʼ οὐ μὰ τὴν ἄδμητον αἰὲν Ἄρτεμιν,τόδε μὲν οὔ ποτʼ ἀξιώσω τρέσαι,περισσὸν ἄχθος ἔνδονγυναικῶν ὂν αἰεί.
ΟΡΕΣΤΗΣ
ὅρα γε μὲν δὴ κἀν γυναιξὶν ὡς Ἄρηςἔνεστιν· εὖ δʼ ἔξοισθα πειραθεῖσά που.
ΗΛΕΚΤΡΑ
ὀτοτοτοτοῖ τοτοῖ,ἀνέφελον ἐνέβαλες οὔ ποτε καταλύσιμον,οὐδέ ποτε λησόμενον ἁμέτερονοἷον ἔφυ κακόν.
ΟΡΕΣΤΗΣ
ἔξοιδα, παῖ, ταῦτʼ· ἀλλʼ ὅταν παρουσίαφράζῃ, τότʼ ἔργων τῶνδε μεμνῆσθαι χρεών.
ΗΛΕΚΤΡΑ
ὁ πᾶς ἐμοί,ὁ πᾶς ἂν πρέποι παρὼν ἐννέπειντάδε δίκᾳ χρόνος·μόλις γὰρ ἔσχον νῦν ἐλεύθερον στόμα.
ΟΡΕΣΤΗΣ
ξύμφημι κἀγώ· τοιγαροῦν σῴζου τόδε.
ΗΛΕΚΤΡΑ
τί δρῶσα;
ΟΡΕΣΤΗΣ
οὗ μή ʼστι καιρὸς μὴ μακρὰν βούλου λέγειν.
ΗΛΕΚΤΡΑ
τίς οὖν ἂν ἀξίαν γε σοῦ πεφηνότοςμεταβάλοιτʼ ἂν ὧδε σιγὰν λόγων;ἐπεί σε νῦν ἀφράστωςἀέλπτως τʼ ἐσεῖδον.
ΟΡΕΣΤΗΣ
τότʼ εἶδες, εὖτε θεοί μʼ ἐπώτρυναν μολεῖν
ΗΛΕΚΤΡΑ
ἔφρασας ὑπερτέραντᾶς πάρος ἔτι χάριτος, εἴ σε θεὸς ἐπόρισενἁμέτερα πρὸς μέλαθρα· δαιμόνιοναὐτὸ τίθημʼ ἐγώ.
ΟΡΕΣΤΗΣ
τὰ μέν σʼ ὀκνῶ χαίρουσαν εἰργαθεῖν, τὰ δὲδέδοικα λίαν ἡδονῇ νικωμένην.
ΗΛΕΚΤΡΑ
ἰὼ χρόνῳ μακρῷ φιλτάταν ὁδὸνἐπαξιώσας ὧδέ μοι φανῆναι,μή τί με, πολύπονον ὧδʼ ἰδὼν
ΟΡΕΣΤΗΣ
τί μὴ ποήσω;
ΗΛΕΚΤΡΑ
μή μʼ ἀποστερήσῃςτῶν σῶν προσώπων ἁδονὰν μεθέσθαι.
ΟΡΕΣΤΗΣ
ἦ κάρτα κἂν ἄλλοισι θυμοίμην ἰδών.
ΗΛΕΚΤΡΑ
ξυναινεῖς;
ΟΡΕΣΤΗΣ
τί μὴν οὔ;
ΗΛΕΚΤΡΑ
ὦ φίλαι, ἔκλυον ἃν ἐγὼ οὐδʼ ἂν ἤλπισʼ αὐδάν,οὐδʼ ἂν ἔσχον ὁρμὰνἄναυδον οὐδὲ σὺν βοᾷ κλύουσα,τάλαινα. νῦν δʼ ἔχω σε· προυφάνης δὲφιλτάταν ἔχων πρόσοψιν,ἇς ἐγὼ οὐδʼ ἂν ἐν κακοῖς λαθοίμαν.
ΟΡΕΣΤΗΣ
τὰ μὲν περισσεύοντα τῶν λόγων ἄφες,καὶ μήτε μήτηρ ὡς κακὴ δίδασκέ με,μήθʼ ὡς πατρῴαν κτῆσιν Αἴγισθος δόμωνἀντλεῖ, τὰ δʼ ἐκχεῖ, τὰ δὲ διασπείρει μάτην·χρόνου γὰρ ἄν σοι καιρὸν ἐξείργοι λόγος.ἃ δʼ ἁρμόσει μοι τῷ παρόντι νῦν χρόνῳσήμαινʼ, ὅπου φανέντες ἢ κεκρυμμένοιγελῶντας ἐχθροὺς παύσομεν τῇ νῦν ὁδῷ.οὕτω δʼ ὅπως μήτηρ σε μὴ ʼπιγνώσεταιφαιδρῷ προσώπῳ νῷν ἐπελθόντοιν δόμους·ἀλλʼ ὡς ἐπʼ ἄτῃ τῇ μάτην λελεγμένῃστέναζʼ· ὅταν γὰρ εὐτυχήσωμεν, τότεχαίρειν παρέσται καὶ γελᾶν ἐλευθέρως.
ΗΛΕΚΤΡΑ
ἀλλʼ ὦ κασίγνηθʼ, ὧδʼ ὅπως καὶ σοὶ φίλονκαὶ τοὐμὸν ἔσται τῇδʼ· ἐπεὶ τὰς ἡδονὰςπρὸς σοῦ λαβοῦσα κοὐκ ἐμὰς ἐκτησάμην,κοὐδʼ ἄν σε λυπήσασα δεξαίμην βραχὺαὐτὴ μέγʼ εὑρεῖν κέρδος· οὐ γὰρ ἂν καλῶςὑπηρετοίην τῷ παρόντι δαίμονι.ἀλλʼ οἶσθα μὲν τἀνθένδε, πῶς γὰρ οὔ; κλύωνὁθούνεκʼ Αἴγισθος μὲν οὐ κατὰ στέγας,μήτηρ δʼ ἐν οἴκοις· ἣν σὺ μὴ δείσῃς ποθʼ ὡςγέλωτι τοὐμὸν φαιδρὸν ὄψεται κάρα.μῖσός τε γὰρ παλαιὸν ἐντέτηκέ μοι,κἀπεί σʼ ἐσεῖδον, οὔ ποτʼ ἐκλήξω χαρᾷδακρυρροοῦσα· πῶς γὰρ ἂν λήξαιμʼ ἐγώ,ἥτις μιᾷ σε τῇδʼ ὁδῷ θανόντα τεκαὶ ζῶντʼ ἐσεῖδον; εἴργασαι δέ μʼ ἄσκοπα·ὥστʼ εἰ πατήρ μοι ζῶν ἵκοιτο, μηκέτʼ ἂντέρας νομίζειν αὐτό, πιστεύειν δʼ ὁρᾶν.ὅτʼ οὖν τοιαύτην ἡμὶν ἐξήκεις ὁδόν,ἄρχʼ αὐτὸς ὥς σοι θυμός· ὡς ἐγὼ μόνηοὐκ ἂν δυοῖν ἥμαρτον· ἢ γὰρ ἂν καλῶςἔσωσʼ ἐμαυτὴν ἢ καλῶς ἀπωλόμην.
ΟΡΕΣΤΗΣ
σιγᾶν ἐπῄνεσʼ ὡς ἐπʼ ἐξόδῳ κλύω τῶν ἔνδοθεν χωροῦντος.
ΗΛΕΚΤΡΑ
εἴσιτʼ, ὦ ξένοι,ἄλλως τε καὶ φέροντες οἷʼ ἂν οὔτε τιςδόμων ἀπώσαιτʼ οὔτʼ ἂν ἡσθείη λαβών.
ΠΑΙΔΑΓΩΓΟΣ
ὦ πλεῖστα μῶροι καὶ φρενῶν τητώμενοι,πότερα παρʼ οὐδὲν τοῦ βίου κήδεσθʼ ἔτιἢ νοῦς ἔνεστιν οὔτις ὑμὶν ἐγγενής,ὅτʼ οὐ παρʼ αὐτοῖς, ἀλλʼ ἐν αὐτοῖσιν κακοῖςτοῖσιν μεγίστοις ὄντες οὐ γιγνώσκετε;ἀλλʼ εἰ σταθμοῖσι τοῖσδε μὴ ʼκύρουν ἐγὼπάλαι φυλάσσων, ἦν ἂν ὑμὶν ἐν δόμοιςτὰ δρώμενʼ ὑμῶν πρόσθεν ἢ τὰ σώματα·νῦν δʼ εὐλάβειαν τῶνδε προυθέμην ἐγώ.καὶ νῦν ἀπαλλαχθέντε τῶν μακρῶν λόγωνκαὶ τῆς ἀπλήστου τῆσδε σὺν χαρᾷ βοῆςεἴσω παρέλθεθʼ, ὡς τὸ μὲν μέλλειν κακὸνἐν τοῖς τοιούτοις ἔστʼ, ἀπηλλάχθαι δʼ ἀκμή.
ΟΡΕΣΤΗΣ
πῶς οὖν ἔχει τἀντεῦθεν εἰσιόντι μοι;
ΠΑΙΔΑΓΩΓΟΣ
καλῶς· ὑπάρχει γάρ σε μὴ γνῶναί τινα.
ΟΡΕΣΤΗΣ
ἤγγειλας, ὡς ἔοικεν, ὡς τεθνηκότα.
ΠΑΙΔΑΓΩΓΟΣ
εἷς τῶν ἐν Ἅιδου μάνθανʼ ἐνθάδʼ ὢν ἀνήρ.
ΟΡΕΣΤΗΣ
χαίρουσιν οὖν τούτοισιν; ἢ τίνες λόγοι;
ΠΑΙΔΑΓΩΓΟΣ
τελουμένων εἴποιμʼ ἄν· ὡς δὲ νῦν ἔχει,καλῶς τὰ κείνων πάντα, καὶ τὰ μὴ καλῶς.
ΗΛΕΚΤΡΑ
τίς οὗτός ἐστʼ, ἀδελφέ; πρὸς θεῶν φράσον.
ΟΡΕΣΤΗΣ
οὐχὶ ξυνίης;
ΗΛΕΚΤΡΑ
οὐδέ γʼ ἐς θυμὸν φέρω.
ΟΡΕΣΤΗΣ
οὐκ οἶσθʼ ὅτῳ μʼ ἔδωκας εἰς χέρας ποτέ;
ΗΛΕΚΤΡΑ
ποίῳ; τί φωνεῖς;
ΟΡΕΣΤΗΣ
οὗ τὸ Φωκέων πέδονὑπεξεπέμφθην σῇ προμηθίᾳ χεροῖν.
ΗΛΕΚΤΡΑ
ἦ κεῖνος οὗτος, ὅν ποτʼ ἐκ πολλῶν ἐγὼμόνον προσηῦρον πιστὸν ἐν πατρὸς φόνῳ;
ΟΡΕΣΤΗΣ
ὅδʼ ἐστί· μή μʼ ἔλεγχε πλείοσιν λόγοις.
ΗΛΕΚΤΡΑ
ὦ φίλτατον φῶς, ὦ μόνος σωτὴρ δόμωνἈγαμέμνονος, πῶς ἦλθες; ἦ σὺ κεῖνος εἶ,ὃς τόνδε κἄμʼ ἔσωσας ἐκ πολλῶν πόνων;ὦ φίλταται μὲν χεῖρες, ἥδιστον δʼ ἔχωνποδῶν ὑπηρέτημα, πῶς οὕτω πάλαιξυνών μʼ ἔληθες οὐδʼ ἔφαινες, ἀλλά μελόγοις ἀπώλλυς, ἔργʼ ἔχων ἥδιστʼ ἐμοί;χαῖρʼ, ὦ πάτερ· πατέρα γὰρ εἰσορᾶν δοκῶ·χαῖρʼ· ἴσθι δʼ ὡς μάλιστά σʼ ἀνθρώπων ἐγὼἤχθηρα κἀφίλησʼ ἐν ἡμέρᾳ μιᾷ.
ΠΑΙΔΑΓΩΓΟΣ
ἀρκεῖν δοκεῖ μοι· τοὺς γὰρ ἐν μέσῳ λόγουςπολλαὶ κυκλοῦνται νύκτες ἡμέραι τʼ ἴσαι,αἳ ταῦτά σοι δείξουσιν, Ἠλέκτρα, σαφῆ.σφῷν δʼ ἐννέπω γε τοῖν παρεστώτοιν ὅτινῦν καιρὸς ἔρδειν· νῦν Κλυταιμνήστρα μόνη,νῦν οὔτις ἀνδρῶν ἔνδον· εἰ δʼ ἐφέξετον,φροντίζεθʼ ὡς τούτοις τε καὶ σοφωτέροιςἄλλοισι τούτων πλείοσιν μαχούμενοι.
ΟΡΕΣΤΗΣ
οὐκ ἂν μακρῶν ἔθʼ ἡμὶν οὐδὲν ἂν λόγων,Πυλάδη, τόδʼ εἴη τοὔργον, ἀλλʼ ὅσον τάχοςχωρεῖν ἔσω, πατρῷα προσκύσανθʼ ἕδηθεῶν, ὅσοιπερ πρόπυλα ναίουσιν τάδε.
ΗΛΕΚΤΡΑ
ἄναξ Ἄπολλον, ἵλεως αὐτοῖν κλύεἐμοῦ τε πρὸς τούτοισιν, ἥ σε πολλὰ δὴἀφʼ ὧν ἔχοιμι λιπαρεῖ προύστην χερί.νῦν δʼ, ὦ Λύκειʼ Ἄπολλον, ἐξ οἵων ἔχωαἰτῶ, προπίτνω, λίσσομαι, γενοῦ πρόφρωνἡμῖν ἀρωγὸς τῶνδε τῶν βουλευμάτων,καὶ δεῖξον ἀνθρώποισι τἀπιτίμιατῆς δυσσεβείας οἷα δωροῦνται θεοί.
ΧΟΡΟΣ
ἴδεθʼ ὅποι προνέμεταιτὸ δυσέριστον αἷμα φυσῶν Ἄρης.βεβᾶσιν ἄρτι δωμάτων ὑπόστεγοιμετάδρομοι κακῶν πανουργημάτων ἄφυκτοι κύνες,ὥστʼ οὐ μακρὰν ἔτʼ ἀμμενεῖτοὐμὸν φρενῶν ὄνειρον αἰωρούμενον.
ΧΟΡΟΣ
παράγεται γὰρ ἐνέρωνδολιόπους ἀρωγὸς εἴσω στέγας,ἀρχαιόπλουτα πατρὸς εἰς ἑδώλια,νεακόνητον αἷμα χειροῖν ἔχων· ὁ Μαίας δὲ παῖςἙρμῆς σφʼ ἄγει δόλον σκότῳκρύψας πρὸς αὐτὸ τέρμα κοὐκέτʼ ἀμμένει.
ΗΛΕΚΤΡΑ
ὦ φίλταται γυναῖκες, ἅνδρες αὐτίκατελοῦσι τοὔργον· ἀλλὰ σῖγα πρόσμενε.
ΧΟΡΟΣ
πῶς δή; τί νῦν πράσσουσιν;
ΗΛΕΚΤΡΑ
ἡ μὲν ἐς τάφονλέβητα κοσμεῖ, τὼ δʼ ἐφέστατον πέλας.
ΧΟΡΟΣ
σὺ δʼ ἐκτὸς ᾖξας πρὸς τί;
ΗΛΕΚΤΡΑ
φρουρήσουσʼ ὅπωςΑἴγισθος ἡμᾶς μὴ λάθῃ μολὼν ἔσω.
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
αἰαῖ. ἰὼ στέγαιφίλων ἔρημοι, τῶν δʼ ἀπολλύντων πλέαι.
ΗΛΕΚΤΡΑ
βοᾷ τις ἔνδον· οὐκ ἀκούετʼ, ὦ φίλαι;
ΧΟΡΟΣ
ἤκουσʼ ἀνήκουστα δύστανος, ὥστε φρῖξαι.
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
οἴμοι τάλαινʼ· Αἴγισθε, ποῦ ποτʼ ὢν κυρεῖς;
ΗΛΕΚΤΡΑ
ἰδοὺ μάλʼ αὖ θροεῖ τις.
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
ὦ τέκνον τέκνον, οἴκτιρε τὴν τεκοῦσαν.
ΗΛΕΚΤΡΑ
ἀλλʼ οὐκ ἐκ σέθενᾠκτίρεθʼ οὗτος οὐδʼ ὁ γεννήσας πατήρ.
ΧΟΡΟΣ
ὦ πόλις, ὦ γενεὰ τάλαινα, νῦν σοιμοῖρα καθαμερία φθίνει φθίνει.
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
ὤμοι πέπληγμαι.
ΗΛΕΚΤΡΑ
παῖσον, εἰ σθένεις, διπλῆν.
ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ
ὤμοι μάλʼ αὖθις.
ΗΛΕΚΤΡΑ
εἰ γὰρ Αἰγίσθῳ θʼ ὁμοῦ.
ΧΟΡΟΣ
τελοῦσʼ ἀραί· ζῶσιν οἱ γᾶς ὑπαὶ κείμενοι.παλίρρυτον γὰρ αἷμʼ ὑπεξαιροῦσι τῶνκτανόντων οἱ πάλαι θανόντες.
ΧΟΡΟΣ
καὶ μὴν πάρεισιν οἵδε· φοινία δὲ χεὶρστάζει θυηλῆς Ἄρεος, οὐδʼ ἔχω ψέγειν.
ΗΛΕΚΤΡΑ
Ὀρέστα, πῶς κυρεῖτε;
ΟΡΕΣΤΗΣ
τἀν δόμοισι μὲνκαλῶς, Ἀπόλλων εἰ καλῶς ἐθέσπισεν.
ΗΛΕΚΤΡΑ
τέθνηκεν ἡ τάλαινα;
ΟΡΕΣΤΗΣ
μηκέτʼ ἐκφοβοῦμητρῷον ὥς σε λῆμʼ ἀτιμάσει ποτέ.
ΧΟΡΟΣ
παύσασθε· λεύσσω γὰρ Αἴγισθον ἐκ προδήλου.
ΗΛΕΚΤΡΑ
ὦ παῖδες, οὐκ ἄψορρον;
ΟΡΕΣΤΗΣ
εἰσορᾶτε ποῦ τὸν ἄνδρʼ;
ΗΛΕΚΤΡΑ
ἐφʼ ἡμῖν οὗτος ἐκ προαστίουχωρεῖ γεγηθὼς
ΧΟΡΟΣ
βᾶτε κατʼ ἀντιθύρων ὅσον τάχιστα,νῦν, τὰ πρὶν εὖ θέμενοι, τάδʼ ὡς πάλιν.
ΟΡΕΣΤΗΣ
θάρσει· τελοῦμεν.
ΗΛΕΚΤΡΑ
ᾗ νοεῖς ἔπειγέ νυν.
ΟΡΕΣΤΗΣ
καὶ δὴ βέβηκα.
ΗΛΕΚΤΡΑ
τἀνθάδʼ ἂν μέλοιτʼ ἐμοί.
ΧΟΡΟΣ
διʼ ὠτὸς ἂν παῦρά γʼ ὡς ἠπίως ἐννέπεινπρὸς ἄνδρα τόνδε συμφέροι, λαθραῖον ὡςὀρούσῃ πρὸς δίκας ἀγῶνα.
ΑΙΓΙΣΘΟΣ
τίς οἶδεν ὑμῶν ποῦ ποθʼ οἱ Φωκῆς ξένοι,οὕς φασʼ Ὀρέστην ἡμὶν ἀγγεῖλαι βίονλελοιπόθʼ ἱππικοῖσιν ἐν ναυαγίοις;σέ τοι, σὲ κρίνω, ναὶ σέ, τὴν ἐν τῷ πάροςχρόνῳ θρασεῖαν· ὡς μάλιστα σοὶ μέλεινοἶμαι, μάλιστα δʼ ἂν κατειδυῖαν φράσαι.
ΗΛΕΚΤΡΑ
ἔξοιδα· πῶς γὰρ οὐχί; συμφορᾶς γὰρ ἂνἔξωθεν εἴην τῶν ἐμῶν τῆς φιλτάτης.
ΑΙΓΙΣΘΟΣ
ποῦ δῆτʼ ἂν εἶεν οἱ ξένοι; δίδασκέ με.
ΗΛΕΚΤΡΑ
ἔνδον· φίλης γὰρ προξένου κατήνυσαν.
ΑΙΓΙΣΘΟΣ
ἦ καὶ θανόντʼ ἤγγειλαν ὡς ἐτητύμως;
ΗΛΕΚΤΡΑ
οὔκ, ἀλλὰ κἀπέδειξαν, οὐ λόγῳ μόνον.
ΑΙΓΙΣΘΟΣ
πάρεστʼ ἄρʼ ἡμῖν ὥστε κἀμφανῆ μαθεῖν;
ΗΛΕΚΤΡΑ
πάρεστι δῆτα, καὶ μάλʼ ἄζηλος θέα.
ΑΙΓΙΣΘΟΣ
ἦ πολλὰ χαίρειν μʼ εἶπας οὐκ εἰωθότως.
ΗΛΕΚΤΡΑ
χαίροις ἄν, εἴ σοι χαρτὰ τυγχάνοι τάδε.
ΑΙΓΙΣΘΟΣ
σιγᾶν ἄνωγα κἀναδεικνύναι πύλαςπᾶσιν Μυκηναίοισιν Ἀργείοις θʼ ὁρᾶν,ὡς εἴ τις αὐτῶν ἐλπίσιν κεναῖς πάροςἐξῄρετʼ ἀνδρὸς τοῦδε, νῦν ὁρῶν νεκρὸνστόμια δέχηται τἀμὰ μηδὲ πρὸς βίανἐμοῦ κολαστοῦ προστυχὼν φύσῃ φρένας.
ΗΛΕΚΤΡΑ
καὶ δὴ τελεῖται τἀπʼ ἐμοῦ· τῷ γὰρ χρόνῳνοῦν ἔσχον, ὥστε συμφέρειν τοῖς κρείσσοσιν.
ΑΙΓΙΣΘΟΣ
ὦ Ζεῦ, δέδορκα φάσμʼ ἄνευ φθόνου μὲν οὐπεπτωκός· εἰ δʼ ἔπεστι νέμεσις, οὐ λέγω.χαλᾶτε πᾶν κάλυμμʼ ἀπʼ ὀφθαλμῶν, ὅπωςτὸ συγγενές τοι κἀπʼ ἐμοῦ θρήνων τύχῃ.
ΟΡΕΣΤΗΣ
αὐτὸς σὺ βάσταζʼ· οὐκ ἐμὸν τόδʼ, ἀλλὰ σόν,τὸ ταῦθʼ ὁρᾶν τε καὶ προσηγορεῖν φίλως.
ΑΙΓΙΣΘΟΣ
ἀλλʼ εὖ παραινεῖς κἀπιπείσομαι· σὺ δέ,εἴ που κατʼ οἶκόν μοι Κλυταιμνήστρα, κάλει.
ΟΡΕΣΤΗΣ
αὕτη πέλας σοῦ· μηκέτʼ ἄλλοσε σκόπει.
ΑΙΓΙΣΘΟΣ
οἴμοι, τί λεύσσω;
ΟΡΕΣΤΗΣ
τίνα φοβεῖ; τίνʼ ἀγνοεῖς;
ΑΙΓΙΣΘΟΣ
τίνων ποτʼ ἀνδρῶν ἐν μέσοις ἀρκυστάτοις πέπτωχʼ ὁ τλήμων;
ΟΡΕΣΤΗΣ
οὐ γὰρ αἰσθάνει πάλαιζῶντας θανοῦσιν οὕνεκʼ ἀνταυδᾷς ἴσα;
ΑΙΓΙΣΘΟΣ
οἴμοι, ξυνῆκα τοὔπος· οὐ γὰρ ἔσθʼ ὅπωςὅδʼ οὐκ Ὀρέστης ἔσθʼ ὁ προσφωνῶν ἐμέ.
ΟΡΕΣΤΗΣ
καὶ μάντις ὢν ἄριστος ἐσφάλλου πάλαι.
ΑΙΓΙΣΘΟΣ
ὄλωλα δὴ δείλαιος. ἀλλά μοι πάρεςκἂν σμικρὸν εἰπεῖν.
ΗΛΕΚΤΡΑ
μὴ πέρα λέγειν ἔαπρὸς θεῶν, ἀδελφέ, μηδὲ μηκύνειν λόγους.τί γὰρ βροτῶν ἂν σὺν κακοῖς μεμιγμένωνθνῄσκειν ὁ μέλλων οὐ χρόνου κέρδος φέροι;ἀλλʼ ὡς τάχιστα κτεῖνε καὶ κτανὼν πρόθεςταφεῦσιν, ὧν τόνδʼ εἰκός ἐστι τυγχάνειν,ἄποπτον ἡμῶν· ὡς ἐμοὶ τόδʼ ἂν κακῶνμόνον γένοιτο τῶν πάλαι λυτήριον.
ΟΡΕΣΤΗΣ
χωροῖς ἂν εἴσω σὺν τάχει· λόγων γὰρ οὐνῦν ἐστιν ἁγών, ἀλλὰ σῆς ψυχῆς πέρι.
ΑΙΓΙΣΘΟΣ
τί δʼ ἐς δόμους ἄγεις με; πῶς, τόδʼ εἰ καλὸντοὔργον, σκότου δεῖ κοὐ πρόχειρος εἶ κτανεῖν;
ΟΡΕΣΤΗΣ
μὴ τάσσε· χώρει δʼ ἔνθαπερ κατέκτανεςπατέρα τὸν ἀμόν, ὡς ἂν ἐν ταὐτῷ θάνῃς.
ΑΙΓΙΣΘΟΣ
ἦ πᾶσʼ ἀνάγκη τήνδε τὴν στέγην ἰδεῖντά τʼ ὄντα καὶ μέλλοντα Πελοπιδῶν κακά;
ΟΡΕΣΤΗΣ
τὰ γοῦν σʼ· ἐγώ σοι μάντις εἰμὶ τῶνδʼ ἄκρος.
ΑΙΓΙΣΘΟΣ
ἀλλʼ οὐ πατρῴαν τὴν τέχνην ἐκόμπασας.
ΟΡΕΣΤΗΣ
πόλλʼ ἀντιφωνεῖς, ἡ δʼ ὁδὸς βραδύνεται.ἀλλʼ ἕρφʼ.
ΑΙΓΙΣΘΟΣ
ὑφηγοῦ.
ΟΡΕΣΤΗΣ
σοὶ βαδιστέον πάρος.
ΑΙΓΙΣΘΟΣ
ἦ μὴ φύγω σε;
ΟΡΕΣΤΗΣ
μὴ μὲν οὖν καθʼ ἡδονὴνθάνῃς· φυλάξαι δεῖ με τοῦτό σοι πικρόν.χρῆν δʼ εὐθὺς εἶναι τήνδε τοῖς πᾶσιν δίκην,ὅστις πέρα πράσσειν τι τῶν νόμων θέλει,κτείνειν· τὸ γὰρ πανοῦργον οὐκ ἂν ἦν πολύ.
ΧΟΡΟΣ
ὦ σπέρμʼ Ἀτρέως, ὡς πολλὰ παθὸνδιʼ ἐλευθερίας μόλις ἐξῆλθεςτῇ νῦν ὁρμῇ τελεωθέν.