Μετάβαση στο περιεχόμενο
grecolingua.gr

Ἐννεάδες

Πλωτῖνος · Πεζό · 254–270 · 6 κείμενα

Ἀρχαῖο πρωτότυπο — ἔκδοση R. Volkmann (Teubner 1883–84)

Τό συστηματικό σῶμα τοῦ νεοπλατωνισμοῦ: οἱ πενήντα τέσσερις πραγματεῖες τοῦ Πλωτίνου, ὅπως τίς τακτοποίησε ὁ Πορφύριος σέ ἕξι ἐννεάδες — ἀπό τήν ἠθική καί τή φύση πρός τήν ψυχή, τόν νοῦ καί τό Ἕν. Μία ἐννεάδα ἀνά passage, μέ πλοήγηση κατά πραγματεία καί τίς ἐσωτερικές ἑνότητες ὡς ⟨§⟩ δεῖκτες.

Κεφάλαια

6
  1. 1
    Ἐννεὰς Αʹ
    Ἡδοναὶ καὶ λῦπαι φόβοι τε καὶ θάρρη ἐπιθυμίαι τε καὶ ἀποστροφαὶ καὶ τὸ ἀλγεῖν τίνος ἂν εἶεν; ἢ γὰρ ψυχῆς, ἢ χρωμένης ψυχῆς σώματι, ἢ τρίτου τινὸς ἐξ ἀμφοῖν. διχῶς δὲ καὶ τοῦτο: ἢ γὰρ τοῦτο μῖγμα, ἢ ἄλλο ἕτερον ἐκ τοῦ μίγματος. ὁμοίως δὲ καὶ τὰ ἐκ τούτων τῶν παθημάτων γινόμενα καὶ πραττόμενα καὶ δοξαζόμενα. καὶ οὖν καὶ διάνοια καὶ δόξα ζητητέαι, πότερα ὧν τὰ πάθη, ἢ αἱ μὲν οὕτως, αἱ δὲ ἄλλως. καὶ τὰς νοήσεις δὲ θεωρητέον πῶς καὶ τίνος, καὶ δὴ καὶ αὐτὸ τοῦτο τὸ ἐπισκοποῦν καὶ περὶ τούτων τὴν ζήτησιν καὶ τὴν κρίσιν ποιούμενον τί ποτ̓ ἂν εἴη. καὶ πρότερον τὸ αἰσθάνεσθαι τίνος; ἐντεῦθεν γὰρ ἄρχεσθαι προσήκει, ἐπείπερ τὰ πάθη ἢ αἰσθήσεις τινὲς ἢ οὐκ ἄνευ αἰσθήσεως.
  2. 2
    Ἐννεὰς Βʹ
    Τὸν κόσμον ἀεὶ λέγοντες καὶ πρόσθεν εἶναι καὶ ἔσεσθαι σῶμα ἔχοντα εἰ μὲν ἐπὶ τὴν βούλησιν τοῦ θεοῦ ἀνάγοιμεν τὴν αἰτίαν, πρῶτον μὲν ἀληθὲς μὲν ἴσως ἂν λέγοιμεν, σαφήνειαν δὲ οὐδεμίαν ἂν παρεχοίμεθα. ἐπεὶ τῶν στοιχείων ἡ μεταβολὴ καὶ τῶν ζῴων τῶν περὶ γῆν ἡ φθορὰ τὸ εἶδος σώζουσα μήποτε οὕτω καὶ ἐπὶ τοῦ παντὸς ἀξιώσει γίγνεσθαι ὡς τῆς βουλήσεως τοῦτο δυναμένης ἀεὶ ὑπεκφεύγοντος καὶ ῥέοντος τοῦ σώματος ἐπιτιθέναι τὸ εἶδος τὸ αὐτὸ ἄλλοτε ἄλλῳ, ὡς μὴ σώζεσθαι τὸ ἓν ἀριθμῷ εἰς τὸ ἀεί, ἀλλὰ τὸ ἓν τῷ εἴδει: ἐπεὶ διὰ τί τὰ μὲν οὕτω κατὰ τὸ εἶδος μόνον τὸ ἀεὶ ἕξει, τὰ δὲ ἐν οὐρανῷ καὶ αὐτὸς ὁ οὐρανὸς κατὰ τόδε ἕξει τὸ ἀεί; εἰ δὲ τῷ πάντα συνειληφέναι καὶ μὴ εἶναι εἰς ὃ τὴν μεταβολὴν ποιήσεται μηδέ τι ἔξωθεν ἂν προσπεσὸν φθεῖραι δύνασθαι τούτῳ δώσομεν τὴν αἰτίαν τῆς οὐ φθορᾶς, τῷ μὲν ὅλῳ καὶ παντὶ δώσομεν ἐκ τοῦ λόγου τὸ μὴ ἂν φθαρῆναι, ὁ δὲ ἥλιος ἡμῖν καὶ τῶν ἄλλων ἄστρων ἡ οὐσία τῷ μέρη καὶ μὴ ὅλον ἕκαστον εἶναι καὶ πᾶν οὐχ ἕξει τὴν πίστιν παρὰ τοῦ λόγου, ὅτι εἰς ἅπαντα μενεῖ τὸν χρόνον, τὸ δὲ κατὰ εἶδος τὴν μονὴν αὐτοῖς εἶναι, ὥσπερ καὶ πυρὶ καὶ τοῖς τοιούτοις μόνον ἂν δόξειε παρεῖναι καὶ αὐτῷ δὲ παντὶ τῷ κόσμῳ. οὐδὲν γὰρ κωλύει ὑπ’ ἄλλου ἔξωθεν μὴ φθειρόμενον αὐτὸν τῶν μερῶν ἄλληλα φθειρόντων οὕτω τὴν φθορὰν ἀεὶ ἔχοντα τῷ εἴδει μόνον περιμένειν, καὶ ῥεούσης ἀεὶ τῆς φύσεως τοῦ ὑποκειμένου τὸ εἶδος ἄλλου διδόντος γίγνεσθαι τὸ αὐτὸ ἐπὶ τοῦ παντος ζῴου, ὅπερ καὶ ἐπὶ ἀνθρώπου καὶ ἵππου καὶ τῶν ἄλλων: ἀεὶ γὰρ ἄνθρωπος καὶ ἵππος, ἀλλ̓ οὐχ ὁ αὐτός. οὐ τοίνυν ἔσται τὸ μὲν μένον αὐτοῦ ἀεί, ὥσπερ ὁ οὐρανός, τὰ δὲ περὶ γῆν φθειρόμενα, ἀλλ̓ ὁμοίως ἅπαντα, τὴν διαφορὰν ἔχοντα μόνῳ τῷ χρόνῳ: ἔσται γὰρ πολυχρονιώτερα τὰ ἐν οὐρανῷ. εἰ μὲν οὖν οὕτω συγχωρησαίμεθα τὸ ἀεὶ ἐπὶ τοῦ παντὸς καὶ ἐπὶ τῶν μερῶν εἶναι, ἧττον ἂν τὸ ἄπορον τῇ δόξῃ προσείη: μᾶλλον δὲ παντάπασιν ἔξω ἀπορίας ἂν γιγνοίμεθα, εἰ τὸ τῆς βουλήσεως τοῦ θεοῦ ἱκανὸν εἶναι δεικνύοιτο κἂν οὕτω καὶ τοῦτον τὸν τρόπον συνέχειν τὸ πᾶν. εἰ δὲ καὶ τὸ τόδε τι αὐτοῦ ὁποσονοῦν λέγοιμεν ἔχειν τὸ ἀεί, ἥ τε βούλησις δεικτέα εἰ ἱκανὴ ποιεῖν τοῦτο, τό τε ἄπορον μένει διὰ τί τὰ μὲν οὕτω, τὰ δὲ οὐχ οὕτως, ἀλλὰ τῷ εἴδει μόνον, τά τε μέρη τὰ ἐν οὐρανῷ πῶς καὶ αὐτά: ἐπειδὴ οὕτω καὶ αὐτὰ τὰ πάντα εἴη ἄν.
  3. 3
    Ἐννεὰς Γʹ
    Ἅπαντα τὰ γινόμενα καὶ τὰ ὄντα ἤτοι κατ̓ αἰτίας γίνεται καὶ ἔστι, ἢ ἄνευ αἰτίας ἄμφω: ἢ τὰ μὲν ἄνευ αἰτίας, τὰ δὲ μετ̓ αἰτίας ἐν ἀμφοτέροις: ἢ τὰ μὲν γιγνόμενα μετ̓ αἰτίας πάντα, τὰ δὲ ὄντα τὰ μέν ἐστιν αὐτῶν μετ̓ αἰτίας, τὰ δὲ ἄνευ αἰτίας, ἢ οὐδὲν μετ̓ αἰτίας: ἢ ἀνάπαλιν τὰ μὲν ὄντα μετ̓ αἰτίας πάντα, τὰ δὲ γιγνόμενα τὰ μὲν οὕτως, τὰ δὲ ἐκείνως, ἢ οὐδὲν αὐτῶν μετ̓ αἰτίας. ἐπὶ μὲν οὖν τῶν ἀιδίων τὰ μὲν πρῶτα εἰς ἄλλα αἴτια ἀνάγειν οὐχ οἷόν τε πρῶτα ὄντα: ὅσα δὲ ἐκ τῶν πρώτων ἤρτηται, ἐξ ἐκείνων τὸ εἶναι ἐχέτω. τάς τε ἐνεργείας ἑκάστων ἀποδιδούς τις ἐπὶ τὰς οὐσίας ἀναγέτω: τοῦτο γάρ ἐστι τὸ εἶναι αὐτῶν, τὸ τοιάνδε ἐνέργειαν ἀποδιδόναι. περὶ δὲ τῶν γιγνομένων ἢ ὄντων μὲν ἀεί, οὐ τὴν αὐτὴν δὲ ἐνέργειαν ποιουμένων ἀεὶ κατ̓ αἰτίας ἅπαντα λεκτέον γίνεσθαι, τὸ δὲ ἀναίτιον οὐ παραδεκτέον, οὔτε παρεγκλίσεσι κεναῖς χώραν διδόντα οὔτε κινήσει σωμάτων τῇ ἐξαίφνης, ἣ οὐδενὸς προηγησαμένου ὑπέστη, οὔτε ψυχῆς ὁρμῇ ἐμπλήκτῳ μηδενὸς κινήσαντος αὐτὴν εἰς τό τι πρᾶξαι ὧν πρότερον οὐκ ἐποίει. ἢ αὐτῷ γε τούτῳ μείζων ἄν τις ἔχοι αὐτὴν ἀνάγκη τῷ μὴ αὑτῆς εἶναι, φέρεσθαι δὲ τὰς τοιαύτας φορὰς ἀβουλήτους τε καὶ ἀναιτίους οὔσας. ἢ γὰρ τὸ βουλητόν — τοῦτο δὲ ἢ ἔξω ἢ εἴσω — ἢ τὸ ἐπιθυμητὸν ἐκίνησεν: ἤ, εἰ μηδὲν ὀρεκτὸν ἐκίνησεν, οὐδ̓ ἂν ὅλως ἐκινήθη. γιγνομένων δὲ πάντων κατ̓ αἰτίας τὰς μὲν προσεχεῖς ἑκάστῳ ῥᾴδιον λαβεῖν καὶ εἰς ταύτας ἀνάγειν: οἷον τοῦ βαδίσαι εἰς ἀγορὰν τὸ οἰηθῆναι δεῖν τινα ἰδεῖν ἢ χρέος ἀπολαβεῖν καὶ ὅλως τὸ τάδε ἢ τάδε ἑλέσθαι καὶ ὁρμῆσαι, ἔπειτα δὲ τὸ φανῆναι ἑκάστῳ ταδὶ ποιεῖν. καὶ τὰ μὲν ἐπὶ τὰς τέχνας ἀνάγειν ἔστιν, οἷον τοῦ ὑγιάσαι αἰτία ἡ ἰατρικὴ καὶ ὁ ἰατρός. καὶ τοῦ πλουτῆσαι θησαυρὸς εὑρεθεὶς ἢ δόσις παρά του ἢ ἐκ πόνων ἢ τέχνης χρηματίσασθαι, καὶ τοῦ τέκνου ὁ πατὴρ καὶ εἴ τι συνεργὸν ἔξωθεν εἰς παιδοποιίαν ἄλλο παῤ ἄλλου ἧκον. οἷον σιτία τοιάδε ἢ καὶ ὀλίγῳ προσώτερα εὔροια εἰς παιδοποιίαν ἢ γυνὴ ἐπιτήδειος εἰς τόκους. καὶ ὅλως εἰς φύσιν.
  4. 4
    Ἐννεὰς Δʹ
    ἐν τῷ κόσμῳ τῷ νοητῷ ἡ ἀληθινὴ οὐσία: νοῦς τὸ ἄριστον αὐτοῦ: ψυχαὶ δὲ κἀκεῖ: ἐκεῖθεν γὰρ καὶ ἐνταῦθα. κἀκεῖνος ὁ κόσμος ψυχὰς ἄνευ σωμάτων ἔχει, οὗτος δὲ τὰς ἐν σώμασι γινομένας καὶ μερισθείσας τοῖς σώμασιν. ἐκεῖ δὲ ὁμοῦ μὲν πᾶς νοῦς καὶ οὐ διακεκριμένον οὐδὲ μεμερισμένον, ὁμοῦ δὲ πᾶσαι ψυχαὶ ἐν ἑνὶ τῷ κόσμῳ, οὐκ ἐν διαστάσει τοπικῇ. νοῦς μὲν οὖν ἀεὶ ἀδιάκριτος καὶ οὐ μεριστός, ψυχὴ δὲ ἐκεῖ ἀδιάκριτος καὶ ἀμέριστος: ἔχει δὲ φύσιν μερίζεσθαι. καὶ γὰρ ὁ μερισμὸς αὐτῆς τὸ ἀποστῆναι καὶ ἐν σώματι γενέσθαι. μεριστὴ οὖν εἰκότως περὶ τὰ σώματα λέγεται εἶναι, ὅτι οὕτως ἀφίσταται καὶ μεμέρισται. πῶς οὖν καὶ ἀμέριστος; οὐ γὰρ ὅλη ἀπέστη, ἀλλ̓ ἔστι τι αὐτῆς οὐκ ἐληλυθός, ὃ οὐ πέφυκε μερίζεσθαι. τὸ οὖν ἐκ τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριστῆς ταὐτὸν τῷ ἐκ τῆς ἄνω καὶ κάτω οὔσης καὶ τῆς ἐκεῖθεν ἐξημμένης, ῥυείσης δὲ μέχρι τῶνδε, οἷον γραμμῆς ἐκ κέντρου. ἐλθοῦσα δὲ ἐνθάδε τούτῳ τῷ μέρει ὁρᾷ, ᾧ καὶ αὐτῷ σώζει τὴν φύσιν τοῦ ὅλου. οὐδὲ γὰρ ἐνταῦθα μόνον μεριστή, ἀλλὰ καὶ ἀμέριστος: τὸ γὰρ μεριζόμενον αὐτῆς ἀμερίστως μερίζεται. εἰς ὅλον γὰρ τὸ σῶμα δοῦσα αὑτὴν μὴ μερισθεῖσα, ὅλη εἰς ὅλον, τῷ ἐν παντὶ εἶναι μεμέρισται.
  5. 5
    Ἐννεὰς Εʹ
    Τί ποτε ἄρα ἐστὶ τὸ πεποιηκὸς τὰς ψυχὰς πατρὸς θεοῦ ἐπιλαθέσθαι, καὶ μοίρας ἐκεῖθεν οὔσας καὶ ὅλως ἐκείνου ἀγνοῆσαι καὶ ἑαυτὰς καὶ ἐκεῖνον; ἀρχὴ μὲν οὖν αὐταῖς τοῦ κακοῦ ἡ τόλμα καὶ ἡ γένεσις καὶ ἡ πρώτη ἑτερότης καὶ τὸ βουληθῆναι δὲ ἑαυτῶν εἶναι. τῷ δὴ αὐτεξουσίῳ ἐπειδήπερ ἐφάνησαν ἡσθεῖσαι πολλῷ τῷ κινεῖσθαι παῤ αὑτῶν κεχρημέναι, τὴν ἐναντίαν δραμοῦσαι καὶ πλείστην ἀπόστασιν πεποιημέναι ἠγνόησαν καὶ ἑαυτὰς ἐκεῖθεν εἶναι: ὥσπερ παῖδες εὐθὺς ἀποσπασθέντες ἀπὸ πατέρων καὶ πολὺν χρόνον πόρρω τραφέντες ἀγνοοῦσι καὶ ἑαυτοὺς καὶ πατέρας. οὔτ̓ οὖν ἔτι ἐκεῖνον οὔτε ἑαυτὰς ὁρῶσαι, ἀτιμάσασαι ἑαυτὰς ἀγνοίᾳ τοῦ γένους, τιμήσασαι τἆλλα καὶ πάντα μᾶλλον ἢ ἑαυτὰς θαυμάσασαι καὶ πρὸς αὐτὰ. ἐκπλαγεῖσαι καὶ ἀγασθεῖσαι καὶ ἐξηρτημέναι τούτων ἀπέρρηξαν ὡς οἷόν τε ἑαυτὰς ὧν ἀπεστράφησαν ἀτιμάσασαι: ὥστε συμβαίνει τῆς παντελοῦς ἀγνοίας ἐκείνου ἡ τῶνδε τιμὴ καὶ. ἡ ἑαυτῶν ἀτιμία εἶναι αἰτία. ἅμα γὰρ διώκεται ἄλλο καὶ θαυμάζεται καὶ τὸ θαυμάζον καὶ διῶκον ὁμολογεῖ χεῖρον εἶναι: χεῖρον δὲ αὑτό τι θέμενον γιγνομένων καὶ ἀπολλυμένων ἀτιμότατόν τε καὶ θνητότατον πάντων ὧν τιμᾷ ὑπολαμβάνον οὔτε θεοῦ φύσιν οὔτε δύναμιν ἄν ποτε ἐν θυμῷ βάλοιτο. διὸ δεῖ διττὸν γίνεσθαι τὸν λόγον πρὸς τοὺς οὕτω διακειμένους, εἴπερ τις ἐπιστρέψοι αὐτοὺς εἰς τὰ ἐναντία καὶ τὰ πρῶτα καὶ ἀνάγοι μέχρι τοῦ ἀκροτάτου καὶ ἑνὸς καὶ πρώτου. τίς οὖν ἑκάτερος; ὁ μὲν δεικνὺς τὴν ἀτιμίαν τῶν νῦν ψυχῇ τιμωμένων, ὃν ἐν ἄλλοις δίιμεν ἐπὶ πλέον, ὁ δὲ διδάσκων καὶ ἀναμιμνήσκων τὴν ψυχὴν οἷον τοῦ γένους καὶ τῆς ἀξίας, ὃς πρότερός ἐστιν ἐκείνου καὶ σαφηνισθεὶς κἀκεῖνον δηλώσει: περὶ οὗ νῦν λεκτέον, ἐγγὺς γὰρ οὗτος τοῦ ζητουμένου καὶ πρὸ ἔργου πρὸς ἐκεῖνον. τὸ γὰρ ζητοῦν ἐστι ψυχή, καὶ τί ὂν ζητεῖ γνωστέον αὐτῇ, ἵνα αὑτὴν πρότερον μάθῃ, εἰ δύναμιν ἔχει τοῦ τὰ τοιαῦτα ζητεῖν, καὶ εἰ ὄμμα τοιοῦτον ἔχει, οἷον ἰδεῖν, καὶ εἰ προσήκει ζητεῖν. εἰ μὲν γὰρ ἀλλότρια, τί δεῖ; εἰ δὲ συγγενῆ, καὶ προσήκει καὶ δύναται εὑρεῖν.
  6. 6
    Ἐννεὰς ΣΤʹ
    Περὶ τῶν ὄντων πόσα καὶ τίνα ἐζήτησαν μὲν καὶ οἱ πάνυ παλαιοὶ οἱ μὲν ἕν, οἱ δὲ ὡρισμένα, οἱ δὲ ἄπειρα εἰπόντες, καὶ τούτων ἕκαστοι οἱ μὲν ἄλλο, οἱ δὲ ἄλλο εἰπόντες τὸ ἕν, οἱ δὲ τὰ πεπερασμένα καὶ αὐτὰ ἄπειρα εἰπόντες: καὶ τοῖς μετ̓ αὐτοὺς ἐξετασθεῖσαι αὗται αἱ δόξαι ἱκανῶς ἀφετέαι ἡμῖν. ὅσα δὲ ἐξετάσαντες τὰ ἐκείνων ἔθεντο ἐν γένεσιν ὡρισμένοις καὶ αὐτοί, περὶ τούτων ἐπισκεπτέον, οἳ οὔτε ἓν θέμενοι, ὅτι πολλὰ καὶ ἐν τοῖς νοητοῖς ἑώρων, οὔτε ἄπειρα, ὅτι μήτε οἷόν τε, μήτ̓ ἐπιστήμη ἂν γένοιτο, τά τε πεπερασμένα εἰς ἀριθμόν, ὅτι τὰ ὑποκείμενα οὐκ ὀρθῶς οἷον στοιχεῖα, γένη τινὰ αὐτῶν εἰρήκασιν, οἱ μὲν δέκα, οἱ δὲ ἐλάττω: εἶεν δ̓ ἄν τινες οἱ πλείω τούτων. ἔστι δὲ καὶ ἐν τοῖς γένεσι διαφορά: οἱ μὲν γὰρ τὰ γένη ἀρχάς, οἱ δὲ αὐτὰ τὰ ὄντα τῷ γένει τοσαῦτα. πρῶτον τοίνυν τὴν διαιρουμένην εἰς δέκα τὰ ὄντα ληπτέον ἀνασκοποῦντας, πότερα δέκα γένη δεῖ νομίζειν αὐτοὺς λέγειν κοινοῦ ὀνόματος τυχόντα τοῦ ὄντος, ἢ κατηγορίας δέκα. ὅτι γὰρ οὐ συνώνυμον τὸ ὂν ἐν ἅπασι, λέγουσι καὶ ὀρθῶς λέγουσι: μᾶλλον δὲ ἐκεῖνο πρῶτον ἐρωτητέον, πότερα ὁμοίως ἕν τε τοῖς νοητοῖς ἕν τε τοῖς αἰσθητοῖς τὰ δέκα, ἢ ἐν μὲν τοῖς αἰσθητοῖς ἅπαντα, ἐν δὲ τοῖς νοητοῖς τὰ μὲν εἶναι, τὰ δὲ μὴ εἶναι: οὐ γὰρ δὴ ἀνάπαλιν. οὗ δὴ ἐξεταστέον, τίνα κἀκεῖ τῶν δέκα, καὶ εἰ τὰ ἐκεῖ ὄντα ὑφ̓ ἓν γένος ὑπακτέον τοῖς ἐνταῦθα, ἢ ὁμωνύμως ἥ τε ἐκεῖ οὐσία ἥ τε ἐνταῦθα. ἀλλ̓ εἰ τοῦτο, πλείω τὰ γένη: εἰ δὲ συνωνύμως, ἄτοπον τὸ αὐτὸ σημαίνειν τὴν οὐσίαν ἐπί τε τῶν πρώτως ὄντων καὶ τῶν ὑστέρων οὐκ ὄντος γένους κοινοῦ, ἐν οἷς τὸ πρότερον καὶ ὕστερον. ἀλλὰ περὶ τῶν νοητῶν κατὰ τὴν διαίρεσιν οὐ λέγουσιν: οὐ πάντα ἄρα τὰ ὄντα διαιρεῖσθαι ἐβουλήθησαν, ἀλλὰ τὰ μάλιστα ὄντα παραλελοίπασιν.