Γεωγραφικά
Στράβων · Πεζό · 18 · 17 κείμενα
Ἀρχαῖο πρωτότυπο — ἔκδοση Meineke, Perseus Digital Library
Κεφάλαια
17- 1Βιβλίον Αʹτῆς τοῦ φιλοσόφου πραγματείας εἶναι νομίζομεν, εἴπερ ἄλλην τινά, καὶ τὴν γεωγραφικήν, ἣν νῦν προῃρήμεθα ἐπισκοπεῖν. ὅτι δʼ οὐ φαύλως νομίζομεν ἐκ πολλῶν δῆλον· οἵ τε γὰρ πρῶτοι θαρρήσαντες αὐτῆς ἅψασθαι τοιοῦτοί τινες ὑπῆρξαν, Ὅμηρός τε καὶ Ἀναξίμανδρος ὁ Μιλήσιος καὶ Ἑκαταῖος, ὁ πολίτης αὐτοῦ, καθὼς καὶ Ἐρατοσθένης φησί· καὶ Δημόκριτος δὲ καὶ Εὔδοξος καὶ Δικαίαρχος καὶ Ἔφορος καὶ ἄλλοι πλείους· ἔτι δὲ οἱ μετὰ τούτους, Ἐρατοσθένης τε καὶ Πολύβιος καὶ Ποσειδώνιος, ἄνδρες φιλόσοφοι. ἥ τε πολυμάθεια, διʼ ἧς μόνης ἐφικέσθαι τοῦδε τοῦ ἔργου δυνατόν, οὐκ ἄλλου τινός ἐστιν ἢ τοῦ τὰ θεῖα καὶ τὰ ἀνθρώπεια ἐπιβλέποντος, ὧνπερ τὴν φιλοσοφίαν ἐπιστήμην φασίν. ὡς δʼ αὕτως καὶ ἡ ὠφέλεια ποικίλη τις οὖσα, ἡ μὲν πρὸς τὰ πολιτικὰ καὶ τὰς ἡγεμονικὰς πράξεις, ἡ δὲ πρὸς ἐπιστήμην τῶν τε οὐρανίων καὶ τῶν ἐπὶ γῆς καὶ θαλάττης ζῴων καὶ φυτῶν καὶ καρπῶν καὶ τῶν ἄλλων ὅσα ἰδεῖν παρʼ ἑκάστοις ἔστι, τὸν αὐτὸν ὑπογράφει ἄνδρα, τὸν φροντίζοντα τῆς περὶ τὸν βίον τέχνης καὶ εὐδαιμονίας.
- 2Βιβλίον ΒʹἘν δὲ τῷ τρίτῳ τῶν γεωγραφικῶν καθιστάμενος τὸν τῆς οἰκουμένης πίνακα γραμμῇ τινι διαιρεῖ δίχα ἀπὸ δύσεως ἐπʼ ἀνατολὴν παραλλήλῳ τῇ ἰσημερινῇ γραμμῇ, πέρατα δʼ αὐτῆς τίθησι πρὸς δύσει μὲν τὰς Ἡρακλείους στήλας, ἐπʼ ἀνατολῇ δὲ τὰ ἄκρα καὶ ἔσχατα ὄρη τῶν ἀφοριζόντων ὀρῶν τὴν πρὸς ἄρκτον τῆς Ἰνδικῆς πλευράν. γράφει δὲ τὴν γραμμὴν ἀπὸ στηλῶν διά τε τοῦ Σικελικοῦ πορθμοῦ καὶ τῶν μεσημβρινῶν ἄκρων τῆς τε Πελοποννήσου καὶ τῆς Ἀττικῆς μέχρι τῆς Ῥοδίας καὶ τοῦ Ἰσσικοῦ κόλπου. μέχρι μὲν δὴ δεῦρο διὰ τῆς θαλάττης φησὶν εἶναι τὴν λεχθεῖσαν γραμμὴν καὶ τῶν παρακειμένων ἠπείρων (καὶ γὰρ αὐτὴν ὅλην τὴν καθʼ ἡμᾶς θάλατταν οὕτως ἐπὶ μῆκος τετάσθαι μέχρι τῆς Κιλικίας), εἶτα ἐπʼ εὐθείας πως ἐκβάλλεσθαι παρʼ ὅλην τὴν ὀρεινὴν τοῦ Ταύρου μέχρι τῆς Ἰνδικῆς· τὸν γὰρ Ταῦρον ἐπʼ εὐθείας τῇ ἀπὸ στηλῶν θαλάττῃ τεταμένον δίχα τὴν Ἀσίαν διαιρεῖν ὅλην ἐπὶ μῆκος, τὸ μὲν αὐτῆς μέρος βόρειον ποιοῦντα τὸ δὲ νότιον, ὥσθʼ ὁμοίως καὶ αὐτὸν ἐπὶ τοῦ διʼ Ἀθηνῶν ἱδρῦσθαι παραλλήλου καὶ τὴν ἀπὸ στηλῶν μέχρι δεῦρο θάλατταν.
- 3Βιβλίον ΓʹἈποδεδωκόσι δʼ ἡμῖν τὸν πρῶτον τύπον τῆς γεωγραφίας οἰκεῖός ἐστιν ὁ ἐφεξῆς λόγος περὶ τῶν καθʼ ἕκαστα· καὶ γὰρ ὑπεσχόμεθα οὕτως καὶ δοκεῖ μέχρι νῦν ὀρθῶς ἡ πραγματεία μεμερίσθαι. ἀρκτέον δὲ πάλιν ἀπὸ τῆς Εὐρώπης καὶ τῶν μερῶν αὐτῆς τούτων ἀφʼ ὧνπερ καὶ πρότερον κατὰ τὰς αὐτὰς αἰτίας.
- 4Βιβλίον ΔʹἘφεξῆς δʼ ἐστὶν ἡ ὑπὲρ τῶν Ἄλπεων Κελτική. ταύτης δὲ καὶ τὸ σχῆμα ὑπογέγραπται πρότερον τυπωδῶς καὶ τὸ μέγεθος· νυνὶ δὲ λεκτέον τὰ καθʼ ἕκαστα. οἱ μὲν δὴ τριχῆ διῄρουν Ἀκυιτανοὺς καὶ Βέλγας καλοῦντες καὶ Κέλτας, τοὺς μὲν Ἀκυιτανοὺς τελέως ἐξηλλαγμένους οὐ τῇ γλώττῃ μόνον ἀλλὰ καὶ τοῖς σώμασιν ἐμφερεῖς Ἴβηρσι μᾶλλον ἢ Γαλάταις, τοὺς δὲ λοιποὺς Γαλατικοὺς μὲν τὴν ὄψιν, ὁμογλώττους δʼ οὐ πάντας, ἀλλʼ ἐνίους μικρὸν παραλλάττοντας ταῖς γλώτταις· καὶ πολιτεία δὲ καὶ οἱ βίοι μικρὸν ἐξηλλαγμένοι εἰσίν. Ἀκυιτανοὺς μὲν οὖν καὶ Κέλτας ἔλεγον τοὺς πρὸς τῇ Πυρήνῃ, διωρισμένους τῷ Κεμμένῳ ὄρει. εἴρηται γὰρ ὅτι τὴν Κελτικὴν ταύτην ἀπὸ μὲν τῆς δύσεως ὁρίζει τὰ Πυρηναῖα ὄρη, προσαπτόμενα τῆς ἑκατέρωθεν θαλάττης τῆς τε ἐντὸς καὶ τῆς ἐκτός· ἀπὸ δὲ τῶν ἀνατολῶν ὁ Ῥῆνος παράλληλος ὢν τῇ Πυρήνῃ· τὰ δʼ ἀπὸ τῶν ἄρκτων καὶ τῆς μεσημβρίας τὰ μὲν ὁ ὠκεανὸς περιείληφεν ἀρξάμενος ἀπὸ τῶν βορείων ἄκρων τῆς Πυρήνης μέχρι τῶν ἐκβολῶν τοῦ Ῥήνου, τὰ δʼ ἐξ ἐναντίας ἡ κατὰ Μασσαλίαν καὶ Νάρβωνα θάλαττα καὶ αἱ Ἄλπεις ἀπὸ τῆς Λιγυστικῆς ἀρξάμεναι μέχρι τῶν πηγῶν τοῦ Ῥήνου. τῇ δὲ Πυρήνῃ πρὸς ὀρθὰς ἦκται Κέμμενον ὄρος διὰ μέσων τῶν πεδίων, καὶ παύεται κατὰ μέσα πλησίον Λουγδούνου, περὶ δισχιλίους ἐκταθὲν σταδίους. Ἀκυιτανοὺς μὲν τοίνυν ἔλεγον τοὺς τὰ βόρεια τῆς Πυρήνης μέρη κατέχοντας καὶ τῆς Κεμμένης μέχρι πρὸς τὸν ὠκεανὸν τὰ ἐντὸς Γαρούνα ποταμοῦ, Κέλτας δὲ τοὺς ἐπὶ θάτερα μέρη καθήκοντας καὶ τὴν κατὰ Μασσαλίαν καὶ Νάρβωνα θάλατταν, ἁπτομένους δὲ καὶ τῶν Ἀλπεινῶν ὀρῶν ἐνίων, Βέλγας δʼ ἔλεγον τοὺς λοιπούς τε τῶν παρωκεανιτῶν μέχρι τῶν ἐκβολῶν τοῦ Ῥήνου καί τινας τῶν παροικούντων τὸν Ῥῆνον καὶ τὰς Ἄλπεις. οὕτω δὲ καὶ ὁ θεὸς Καῖσαρ ἐν τοῖς ὑπομνήμασιν εἴρηκεν. ὁ δὲ Σεβαστὸς Καῖσαρ τετραχῆ διελὼν τοὺς μὲν Κέλτας τῆς Ναρβωνίτιδος ἐπαρχίας ἀπέφηνεν, Ἀκυιτανοὺς δʼ οὕσπερ κἀκεῖνος, προσέθηκε δὲ τετταρεσκαίδεκα ἔθνη τῶν μεταξὺ τοῦ Γαρούνα καὶ τοῦ Λίγηρος ποταμοῦ νεμομένων· τὴν δὲ λοιπὴν διελὼν δίχα τὴν μὲν Λουγδούνῳ προσώρισε μέχρι τῶν ἄνω μερῶν τοῦ Ῥήνου, τὴν δὲ τοῖς Βέλγαις. ὅσα μὲν οὖν φυσικῶς διώρισται δεῖ λέγειν τὸν γεωγράφον καὶ ὅσα ἐθνικῶς, ὅταν ᾖ καὶ μνήμης ἄξια, ὅσα δʼ οἱ ἡγεμόνες πρὸς τοὺς καιροὺς πολιτευόμενοι διατάττουσι ποικίλως, ἀρκεῖ κἂν ἐν κεφαλαίῳ τις εἴπῃ, τοῦ δʼ ἀκριβοῦς ἄλλοις παραχωρητέον.
- 5Βιβλίον Εʹμετὰ δὲ τὴν ὑπώρειαν τῶν Ἄλπεων ἀρχὴ τῆς νῦν Ἰταλίας. οἱ γὰρ παλαιοὶ τὴν Οἰνωτρίαν ἐκάλουν Ἰταλίαν ἀπὸ τοῦ Σικελικοῦ πορθμοῦ μέχρι τοῦ Ταραντίνου κόλπου καὶ τοῦ Ποσειδωνιάτου διήκουσαν, ἐπικρατῆσαν δὲ τοὔνομα καὶ μέχρι τῆς ὑπωρείας τῶν Ἄλπεων προὔβη. προσέλαβε δὲ καὶ τῆς Λιγυστικῆς τὰ μέχρι Ὀυάρου ποταμοῦ καὶ τῆς ταύτῃ θαλάττης ἀπὸ τῶν ὁρίων τῶν Τυρρηνικῶν καὶ τῆς Ἰστρίας μέχρι Πόλας. εἰκάσαι δʼ ἄν τις εὐτυχήσαντας τοὺς πρώτους ὀνομασθέντας Ἰταλοὺς μεταδοῦναι καὶ τοῖς πλησιοχώροις, εἶθʼ οὕτως ἐπίδοσιν λαβεῖν μέχρι τῆς Ῥωμαίων ἐπικρατείας. ὀψὲ δέ ποτε, ἀφʼ οὗ μετέδοσαν Ῥωμαῖοι τοῖς Ἰταλιώταις τὴν ἰσοπολιτείαν, ἔδοξε καὶ τοῖς ἐντὸς Ἄλπεων Γαλάταις καὶ Ἑνετοῖς τὴν αὐτὴν ἀπονεῖμαι τιμήν, προσαγορεῦσαι δὲ καὶ Ἰταλιώτας πάντας καὶ Ῥωμαίους, ἀποικίας τε πολλὰς στεῖλαι, τὰς μὲν πρότερον τὰς δʼ ὕστερον, ὧν οὐ ῥᾴδιον εἰπεῖν ἀμείνους ἑτέρας.
- 6Βιβλίον ΣΤʹμετὰ δὲ τὸ στόμα τοῦ Σιλάριδος Λευκανία καὶ τὸ τῆς Ἥρας ἱερὸν τῆς Ἀργῴας, Ἰάσονος ἵδρυμα, καὶ πλησίον ἐν πεντήκοντα σταδίοις ἡ Ποσειδωνία. Συβαρῖται μὲν οὖν ἐπὶ θαλάττῃ τεῖχος ἔθεντο, οἱ δʼ οἰκισθέντες ἀνωτέρω μετέστησαν, ὕστερον δὲ Λευκανοὶ μὲν ἐκείνους, Ῥωμαῖοι δὲ Λευκανοὺς ἀφείλοντο τὴν πόλιν. ποιεῖ δʼ αὐτὴν ἐπίνοσον ποταμὸς πλησίον εἰς ἕλη ἀναχεόμενος. ἐντεῦθεν δʼ ἐκπλέοντι τὸν κόλπον νῆσος Λευκωσία, μικρὸν ἔχουσα πρὸς τὴν ἤπειρον διάπλουν, ἐπώνυμος μιᾶς τῶν Σειρήνων, ἐκπεσούσης δεῦρο μετὰ τὴν μυθευομένην ῥῖψιν αὐτῶν εἰς τὸν βυθόν. τῆς δὲ νήσου πρόκειται τὸ ἀντακρωτήριον ταῖς Σειρηνούσσαις ποιοῦν τὸν Ποσειδωνιάτην κόλπον. κάμψαντι δʼ ἄλλος συνεχὴς κόλπος, ἐν ᾧ πόλις ἣν οἱ μὲν κτίσαντες Φωκαιεῖς Ὑέλην οἱ δὲ Ἔλην ἀπὸ κρήνης τινὸς οἱ δὲ νῦν Ἐλέαν ὀνομάζουσιν, ἐξ ἧς Παρμενίδης καὶ Ζήνων ἐγένοντο ἄνδρες Πυθαγόρειοι. δοκεῖ δέ μοι καὶ διʼ ἐκείνους καὶ ἔτι πρότερον εὐνομηθῆναι· διὸ καὶ πρὸς Λευκανοὺς ἀντέσχον καὶ πρὸς Ποσειδωνιάτας καὶ κρείττους ἀπῄεσαν καίπερ ἐνδεέστεροι καὶ χώρᾳ καὶ πλήθει σωμάτων ὄντες. ἀναγκάζονται γοῦν διὰ τὴν λυπρότητα τῆς γῆς τὰ πολλὰ θαλαττουργεῖν καὶ ταριχείας συνίστασθαι καὶ ἄλλας τοιαύτας ἐργασίας. φησὶ δʼ Ἀντίοχος Φωκαίας ἁλούσης ὑφʼ Ἁρπάγου τοῦ Κύρου στρατηγοῦ, τοὺς δυναμένους ἐμβάντας εἰς τὰ σκάφη πανοικίους πλεῦσαι πρῶτον εἰς Κύρνον καὶ Μασσαλίαν μετὰ Κρεοντιάδου, ἀποκρουσθέντας δὲ τὴν Ἐλέαν κτίσαι· διέχει δὲ τῆς Ποσειδωνίας ὅσον διακοσίους σταδίους ἡ πόλις. μετὰ δὲ ταύτην ἀκρωτήριον Παλίνουρος. πρὸ δὲ τῆς Ἐλεάτιδος αἱ Οἰνωτρίδες νῆσοι δύο ὑφόρμους ἔχουσαι. μετὰ δὲ Παλίνουρον Πυξοῦς ἄκρα καὶ λιμὴν καὶ ποταμός· ἓν γὰρ τῶν τριῶν ὄνομα· ᾤκισε δὲ Μίκυθος ὁ Μεσσήνης ἄρχων τῆς ἐν Σικελίᾳ, πάλιν δʼ ἀπῆραν οἱ ἱδρυθέντες πλὴν ὀλίγων. μετὰ δὲ Πυξοῦντα Λᾶος κόλπος καὶ ποταμὸς καὶ πόλις, ἐσχάτη τῶν Λευκανίδων, μικρὸν ὑπὲρ τῆς θαλάττης, ἄποικος Συβαριτῶν, εἰς ἣν ἀπὸ Ἔλης στάδιοι τετρακόσιοι· ὁ δὲ πᾶς τῆς Λευκανίας παράπλους ἑξακοσίων πεντήκοντα. πλησίον δὲ τὸ τοῦ Δράκοντος ἡρῷον ἑνὸς τῶν Ὀδυσσέως ἑταίρων, ἐφʼ οὗ ὁ χρησμὸς τοῖς Ἰταλιώταις ἐγένετο Λάιον ἀμφὶ Δράκοντα πολύν ποτε λαὸν ὀλεῖσθαι. ἐπὶ γὰρ ταύτην Λᾶον στρατεύσαντες οἱ κατὰ τὴν Ἰταλίαν Ἕλληνες ὑπὸ Λευκανῶν ἠτύχησαν ἐξαπατηθέντες τῷ χρησμῷ.
- 7Βιβλίον Ζʹεἰρηκόσι δʼ ἡμῖν περὶ τῆς Ἰβηρίας καὶ τῶν Κελτικῶν ἐθνῶν καὶ τῶν Ἰταλικῶν σὺν ταῖς πλησίον νήσοις ἐφεξῆς ἂν εἴη λέγειν τὰ λειπόμενα τῆς Εὐρώπης μέρη, διελοῦσι τὸν ἐνδεχόμενον τρόπον. λείπεται δὲ τὰ πρὸς ἕω μὲν τὰ πέραν τοῦ Ῥήνου μέχρι τοῦ Τανάιδος καὶ τοῦ στόματος τῆς Μαιώτιδος λίμνης, καὶ ὅσα μεταξὺ τοῦ Ἀδρίου καὶ τῶν ἀριστερῶν τῆς Ποντικῆς θαλάττης μερῶν ἀπολαμβάνει πρὸς νότον μέχρι τῆς Ἑλλάδος καὶ τῆς Προποντίδος ὁ Ἴστρος· διαιρεῖ γὰρ οὗτος ἅπασαν ὡς ἐγγυτάτω δίχα τὴν λεχθεῖσαν γῆν, μέγιστος τῶν κατὰ τὴν Εὐρώπην ποταμῶν, ῥέων πρὸς νότον κατʼ ἀρχάς, εἶτʼ ἐπιστρέφων εὐθὺς ἀπὸ τῆς δύσεως ἐπὶ τὴν ἀνατολὴν καὶ τὸν Πόντον. ἄρχεται μὲν οὖν ἀπὸ τῶν Γερμανικῶν ἄκρων τῶν ἑσπερίων, πλησίον δὲ καὶ τοῦ μυχοῦ τοῦ Ἀδριατικοῦ, διέχων αὐτοῦ περὶ χιλίους σταδίους· τελευτᾷ δʼ εἰς τὸν Πόντον οὐ πολὺ ἄπωθεν τῶν τοῦ Τύρα καὶ τοῦ Βορυσθένους ἐκβολῶν, ἐκκλίνων πως πρὸς ἄρκτους. προσάρκτια μὲν οὖν ἐστι τῷ Ἴστρῳ τὰ πέραν τοῦ Ῥήνου καὶ τῆς Κελτικῆς· ταῦτα δʼ ἐστὶ τά τε Γαλατικὰ ἔθνη καὶ τὰ Γερμανικὰ μέχρι Βασταρνῶν καὶ Τυρεγετῶν καὶ τοῦ ποταμοῦ τοῦ Βορυσθένους, καὶ ὅσα μεταξὺ τούτου καὶ Τανάιδος καὶ τοῦ στόματος τῆς Μαιώτιδος εἴς τε τὴν μεσόγαιαν ἀνατείνει μέχρι τοῦ ὠκεανοῦ καὶ τῇ Ποντικῇ κλύζεται θαλάττῃ· μεσημβρινὰ δὲ τά τε Ἰλλυρικὰ καὶ τὰ Θρᾴκια καὶ ὅσα τούτοις ἀναμέμικται τῶν Κελτικῶν ἤ τινων ἄλλων, μέχρι τῆς Ἑλλάδος. λέγωμεν δὲ πρῶτον περὶ τῶν ἐκτὸς τοῦ Ἴστρου· πολὺ γὰρ ἁπλούστερα τῶν ἐπὶ θάτερα μερῶν ἐστιν.
- 8Βιβλίον Ηʹἐπεὶ δʼ ἐπιόντες ἀπὸ τῶν ἑσπερίων τῆς Εὐρώπης μερῶν, ὅσα τῇ θαλάττῃ περιέχεται τῇ ἐντὸς καὶ τῇ ἐκτός, τά τε βάρβαρα ἔθνη περιωδεύσαμεν πάντα ἐν αὐτῇ μέχρι τοῦ Τανάιδος καὶ τῆς Ἑλλάδος οὐ πολὺ μέρος, ἀποδώσομεν νυνὶ τὰ λοιπὰ τῆς Ἑλλαδικῆς γεωγραφίας, ἅπερ Ὅμηρος μὲν πρῶτος, ἔπειτα καὶ ἄλλοι πλείους ἐπραγματεύσαντο, οἱ μὲν ἰδίᾳ λιμένας ἢ περίπλους ἢ περιόδους γῆς ἤ τι τοιοῦτον ἄλλο ἐπιγράψαντες, ἐν οἷς καὶ τὰ Ἑλλαδικὰ περιέχεται, οἱ δʼ ἐν τῇ κοινῇ τῆς ἱστορίας γραφῇ χωρὶς ἀποδείξαντες τὴν τῶν ἠπείρων τοπογραφίαν, καθάπερ Ἔφορός τε ἐποίησε καὶ Πολύβιος· ἄλλοι δʼ εἰς τὸν φυσικὸν τόπον καὶ τὸν μαθηματικὸν προσέλαβόν τινα καὶ τῶν τοιούτων, καθάπερ Ποσειδώνιός τε καὶ Ἵππαρχος. τὰ μὲν οὖν τῶν ἄλλων εὐδιαίτητά ἐστι, τὰ δʼ Ὁμήρου σκέψεως δεῖται κριτικῆς, ποιητικῶς τε λέγοντος καὶ οὐ τὰ νῦν ἀλλὰ τὰ ἀρχαῖα, ὧν ὁ χρόνος ἠμαύρωκε τὰ πολλά. ὡς δʼ οὖν δυνατὸν ἐγχειρητέον ἀρξαμένοις ἀφʼ ὧνπερ ἀπελίπομεν· ἐτελεύτα δʼ ἡμῖν ὁ λόγος ἀπὸ μὲν τῆς ἑσπέρας καὶ τῶν ἄρκτων εἰς τὰ Ἠπειρωτικὰ ἔθνη καὶ τὰ τῶν Ἰλλυριῶν, ἀπὸ δὲ τῆς ἕω εἰς τὰ τῶν Μακεδόνων μέχρι Βυζαντίου. μετὰ μὲν οὖν τοὺς Ἠπειρώτας καὶ τοὺς Ἰλλυριοὺς τῶν Ἑλλήνων Ἀκαρνᾶνές εἰσι καὶ Αἰτωλοὶ καὶ Λοκροὶ οἱ Ὀζόλαι· πρὸς δὲ τούτοις Φωκεῖς τε καὶ Βοιωτοί· τούτοις δʼ ἀντίπορθμός ἐστιν ἡ Πελοπόννησος, ἀπολαμβάνουσα μεταξὺ τὸν Κορινθιακὸν κόλπον καὶ σχηματίζουσά τε τοῦτον καὶ σχηματιζομένη ὑπʼ αὐτοῦ· μετὰ δὲ Μακεδονίαν Θετταλοὶ μέχρι Μαλιέων καὶ τῶν ἄλλων τῶν ἐκτὸς Ἰσθμοῦ καὶ αὐτῶν τῶν ἐντός.
- 9Βιβλίον Θʹπεριωδευκόσι δὲ τὴν Πελοπόννησον, ἣν πρώτην ἔφαμεν καὶ ἐλαχίστην τῶν συντιθεισῶν τὴν Ἑλλάδα χερρονήσων, ἐφεξῆς ἂν εἴη τὰς συνεχεῖς ἐπελθεῖν. ἦν δὲ δευτέρα μὲν ἡ προστιθεῖσα τῇ Πελοποννήσῳ τὴν Μεγαρίδα, ὥστε τὸν Κρομμυῶνα Μεγαρέων εἶναι καὶ μὴ Κορινθίων· τρίτη δὲ ἡ πρὸς ταύτῃ προσλαμβάνουσα τὴν Ἀττικὴν καὶ τὴν Βοιωτίαν καὶ τῆς Φωκίδος τι μέρος καὶ τῶν Ἐπικνημιδίων Λοκρῶν. περὶ τούτων οὖν λεκτέον. φησὶ δʼ Εὔδοξος, εἴ τις νοήσειεν ἀπὸ τῶν Κεραυνίων ὀρῶν ἐπὶ Σούνιον τὸ τῆς Ἀττικῆς ἄκρον ἐπὶ τὰ πρὸς ἕω μέρη τεταμένην εὐθεῖαν, ἐν δεξιᾷ μὲν ἀπολείψειν τὴν Πελοπόννησον ὅλην πρὸς νότον, ἐν ἀριστερᾷ δὲ καὶ πρὸς τὴν ἄρκτον τὴν ἀπὸ τῶν Κεραυνίων ὀρῶν συνεχῆ παραλίαν μέχρι τοῦ Κρισαίου κόλπου καὶ τῆς Μεγαρίδος καὶ συμπάσης τῆς Ἀττικῆς· νομίζει δʼ οὐδʼ ἂν κοιλαίνεσθαι οὕτως τὴν ᾐόνα τὴν ἀπὸ Σουνίου μέχρι τοῦ Ἰσθμοῦ ὥστε μεγάλην ἔχειν ἐπιστροφήν, εἰ μὴ προσῆν τῇ ᾐόνι ταύτῃ καὶ τὰ συνεχῆ τῷ Ἰσθμῷ χωρία τὰ ποιοῦντα τὸν κόλπον τὸν Ἑρμιονικὸν καὶ τὴν Ἀκτήν· ὡς δʼ αὕτως οὐδʼ ἂν τὴν ἀπὸ τῶν Κεραυνίων ἐπὶ τὸν Κορινθιακὸν κόλπον ἔχειν τινὰ τοσαύτην ἐπιστροφὴν ὥστε κοιλαίνεσθαι κολποειδῶς καθʼ αὑτήν, εἰ μὴ τὸ Ῥίον καὶ τὸ Ἀντίρριον συναγόμενα εἰς στενὸν ἐποίει τὴν ἔμφασιν ταύτην· ὁμοίως δὲ καὶ τὰ περιέχοντα τὸν μυχόν, εἰς ἃ καταλήγειν συμβαίνει τὴν ταύτῃ θάλατταν.
- 10Βιβλίον Ιʹἐπεὶ δὲ ἡ Εὔβοια παρὰ πᾶσαν τὴν παραλίαν ταύτην παραβέβληται τὴν ἀπὸ Σουνίου μέχρι Θετταλίας, πλὴν τῶν ἄκρων ἑκατέρωθεν, οἰκεῖον ἂν εἴη συνάψαι τοῖς εἰρημένοις τὰ περὶ τὴν νῆσον, εἶθʼ οὕτω μεταβῆναι πρός τε τὰ Αἰτωλικὰ καὶ τὰ Ἀκαρνανικά, ἅπερ λοιπά ἐστι τῶν τῆς Εὐρώπης μερῶν.
- 11Βιβλίον ΙΑʹτῇ δʼ Εὐρώπῃ συνεχής ἐστιν ἡ Ἀσία κατὰ τὸν Τάναϊν συνάπτουσα αὐτῇ· περὶ ταύτης οὖν ἐφεξῆς ῥητέον διελόντας φυσικοῖς τισιν ὅροις τοῦ σαφοῦς χάριν. ὅπερ οὖν Ἐρατοσθένης ἐφʼ ὅλης τῆς οἰκουμένης ἐποίησε, τοῦθʼ ἡμῖν ἐπὶ τῆς Ἀσίας ποιητέον.
- 12Βιβλίον ΙΒʹκαὶ ἡ Καππαδοκία δʼ ἐστὶ πολυμερής τε καὶ συχνὰς δεδεγμένη μεταβολάς. οἱ δʼ οὖν ὁμόγλωττοι μάλιστά εἰσιν οἱ ἀφοριζόμενοι πρὸς νότον μὲν τῷ Κιλικίῳ λεγομένῳ Ταύρῳ, πρὸς ἕω δὲ τῇ Ἀρμενίᾳ καὶ τῇ Κολχίδι καὶ τοῖς μεταξὺ ἑτερογλώττοις ἔθνεσι, πρὸς ἄρκτον δὲ τῷ Εὐξείνῳ μέχρι τῶν ἐκβολῶν τοῦ Ἅλυος, πρὸς δύσιν δὲ τῷ τε τῶν Παφλαγόνων ἔθνει καὶ Γαλατῶν τῶν τὴν Φρυγίαν ἐποικησάντων μέχρι Λυκαόνων καὶ Κιλίκων τῶν τὴν τραχεῖαν Κιλικίαν νεμομένων.
- 13Βιβλίον ΙΓʹμέχρι μὲν δεῦρο ἀφωρίσθω τὰ περὶ τῆς Φρυγίας ἐπανιόντες δὲ πάλιν ἐπὶ τὴν Προποντίδα καὶ τὴν ἐφεξῆς τῷ Αἰσήπῳ παραλίαν τὴν αὐτὴν τῆς περιοδείας τάξιν ἀποδώσομεν. ἔστι δὲ Τρῳὰς πρώτη τῆς παραλίας ταύτης, ἧς τὸ πολυθρύλητον καίπερ ἐν ἐρειπίοις καὶ ἐν ἐρημίᾳ λειπομένης ὅμως πολυλογίαν οὐ τὴν τυχοῦσαν παρέχει τῇ γραφῇ. πρὸς τοῦτο δὲ συγγνώμης δεῖ καὶ παρακλήσεως, ὅπως τὴν αἰτίαν τοῦ μήκους μὴ ἡμῖν μᾶλλον ἀνάπτωσιν οἱ ἐντυγχάνοντες ἢ τοῖς σφόδρα ποθοῦσι τὴν τῶν ἐνδόξων καὶ παλαιῶν γνῶσιν· προσλαμβάνει δὲ τῷ μήκει καὶ τὸ πλῆθος τῶν ἐποικησάντων τὴν χώραν Ἑλλήνων τε καὶ βαρβάρων, καὶ οἱ συγγραφεῖς οὐχὶ τὰ αὐτὰ γράφοντες περὶ τῶν αὐτῶν οὐδὲ σαφῶς πάντα· ὧν ἐν τοῖς πρώτοις ἐστὶν Ὅμηρος εἰκάζειν περὶ τῶν πλείστων παρέχων. δεῖ δὲ καὶ τὰ τούτου διαιτᾶν καὶ τὰ τῶν ἄλλων ὑπογράψαντας πρότερον ἐν κεφαλαίῳ τὴν τῶν τόπων φύσιν.
- 14Βιβλίον ΙΔʹλοιπὸν δʼ ἐστὶν εἰπεῖν περὶ Ἰώνων καὶ Καρῶν καὶ τῆς ἔξω τοῦ Ταύρου παραλίας, ἣν ἔχουσι Λύκιοί τε καὶ Πάμφυλοι καὶ Κίλικες· οὕτω γὰρ ἂν ἔχοι τέλος ἡ πᾶσα τῆς χερρονήσου περιήγησις, ἧς ἰσθμὸν ἔφαμεν τὴν ὑπέρβασιν τὴν ἐκ τῆς Ποντικῆς θαλάττης ἐπὶ τὴν Ἰσσικήν.
- 15Βιβλίον ΙΕʹτὰ περιλειπόμενα τῆς Ἀσίας ἐστὶ τὰ ἐκτὸς τοῦ Ταύρου, πλὴν Κιλικίας καὶ Παμφυλίας καὶ Λυκίας, τὰ ἀπὸ τῆς Ἰνδικῆς μέχρι Νείλου μεταξὺ τοῦ Ταύρου καὶ τῆς ἔξω θαλάττης τῆς νοτίου κείμενα. μετὰ δὲ τὴν Ἀσίαν ἡ Λιβύη ἐστί, περὶ ἧς ἐροῦμεν ὕστερον, νῦν δʼ ἀπὸ τῆς Ἰνδικῆς ἀρκτέον· πρώτη γὰρ ἔκκειται πρὸς ταῖς ἀνατολαῖς καὶ μεγίστη.
- 16Βιβλίον ΙΣΤʹτῇ δὲ Περσίδι καὶ τῇ Σουσιανῇ συνάπτουσιν οἱ Ἀσσύριοι· καλοῦσι δʼ οὕτω τὴν Βαβυλωνίαν καὶ πολλὴν τῆς κύκλῳ γῆς, ἧς ἐν μέρει καὶ ἡ Ἀτουρία ἐστίν, ἐν ᾗπερ ἡ Νίνος καὶ ἡ Ἀπολλωνιᾶτις καὶ Ἐλυμαῖοι καὶ Παραιτάκαι καὶ ἡ περὶ τὸ Ζάγρον ὄρος Χαλωνῖτις καὶ τὰ περὶ τὴν Νίνον πεδία, Δολομηνή τε καὶ Καλαχηνὴ καὶ Χαζήνη καὶ Ἀδιαβηνή, καὶ τὰ τῆς Μεσοποταμίας ἔθνη τὰ περὶ Γορδυαίους καὶ τοὺς περὶ Νίσιβιν Μυγδόνας μέχρι τοῦ Ζεύγματος τοῦ κατὰ τὸν Εὐφράτην καὶ τῆς πέραν τοῦ Εὐφράτου πολλὴ ἣν Ἄραβες κατέχουσι, καὶ οἱ ἰδίως ὑπὸ τῶν νῦν λεγόμενοι Σύροι μέχρι Κιλίκων καὶ Φοινίκων καὶ Ἰουδαίων καὶ τῆς θαλάττης τῆς κατὰ τὸ Αἰγύπτιον πέλαγος καὶ τὸν Ἰσσικὸν κόλπον.
- 17Βιβλίον ΙΖʹἘπεὶ δὲ τὴν Ἀραβίαν ἐφοδεύοντες καὶ τοὺς κόλπους συμπεριελάβομεν τοὺς σφίγγοντας αὐτὴν καὶ ποιοῦντας χερρόνησον, τὸν Περσικὸν καὶ τὸν Ἀράβιον, τούτῳ δέ τινα συμπεριωδεύθη καὶ τῆς Αἰγύπτου καὶ τῆς Αἰθιοπίας, τὰ τῶν Τρωγλοδυτῶν καὶ τῶν ἑξῆς μέχρι τῶν ἐσχάτων τῆς κινναμωμοφόρου· τὰ λειπόμενα καὶ συνεχῆ τοῖς ἔθνεσι τούτοις, ταῦτα δʼ ἐστὶ τὰ περὶ τὸν Νεῖλον, ἐκθετέον· μετὰ δὲ ταῦτα τὴν Λιβύην ἔπιμεν, ἥπερ ἐστὶ λοιπὴ τῆς συμπάσης γεωγραφίας. κἀνταῦθα δʼ Ἐρατοσθένους ἀποφάσεις προεκθετέον.