Μετάβαση στο περιεχόμενο
grecolingua.gr

Νεκρικοὶ Διάλογοι

Λουκιανός ὁ Σαμοσατεύς · Πεζό · 160–180 · 30 κείμενα

Ἀρχαῖο πρωτότυπο — ἔκδοση Karl Jacobitz (Teubner 1909)

Τριάντα σύντομοι σατιρικοί διάλογοι στόν Ἅδη: ὁ Χάρων, ὁ Ἑρμῆς, ὁ Μένιππος καί ὁ Διογένης ὑποδέχονται τυράννους, πλουσίους καί σοφούς πού κατεβαίνουν γυμνοί ἀπό ὅσα ἐπάνω τούς ξεχώριζαν. Κάθε διάλογος ἕνα passage, μέ τούς ὁμιλητές σημασμένους ὅπως στούς πλατωνικούς διαλόγους.

Κεφάλαια

30
  1. 1
    Διογένης καὶ Πολυδεύκης
    ⟨§1⟩ ΔΙΟΓΕΝΗΣ. ὦ Πολύδευκες, ἐντέλλομαί σοι, ἐπειδὰν τάχιστα ἀνέλθῃς, — σὸν γάρ ἐστιν, οἶμαι, ἀναβιῶναι αὔριον — ἤν που ἴδῃς Μένιππον τὸν κύνα, — εὕροις δʼ ἂν αὐτὸν ἐν Κορίνθῳ κατὰ τὸ Κράνειον ἢ ἐν Λυκείῳ τῶν ἐριζόντων πρὸς ἀλλήλους φιλοσόφων καταγελῶντα — εἰπεῖν πρὸς αὐτόν, ὅτι σοί, ὦ Μένιππε, κελεύει ὁ Διογένης, εἴ σοι ἱκανῶς τὰ ὑπὲρ γῆς καταγεγέλασται, ἥκειν ἐνθάδε πολλῷ πλείω ἐπιγελασόμενον· ἐκεῖ μὲν γὰρ ἐν ἀμφιβόλῳ σοὶ ἔτι ὁ γέλως ἦν καὶ πολὺ τὸ τίς γὰρ ὅλως οἶδε τὰ μετὰ τὸν βίον; ἐνταῦθα δὲ οὐ παύσῃ βεβαίως γελῶν καθάπερ ἐγὼ νῦν, καὶ μάλιστα ἐπειδὰν ὁρᾷς τοὺς πλουσίους καὶ σατράπας καὶ τυράννους οὕτω ταπεινοὺς καὶ ἀσήμους, ἐκ μόνης οἰμωγῆς διαγινωσκομένους, καὶ ὅτι μαλθακοὶ καὶ ἀγεννεῖς εἰσι μεμνημένοι τῶν ἄνω. ταῦτα λέγε αὐτῷ, καὶ προσέτι, ἐμπλησάμενον τὴν πήραν ἥκειν θέρμων τε πολλῶν καὶ εἴ που εὕροι ἐν τῇ τριόδῳ Ἑκάτης δεῖπνον κείμενον ἢ ᾠὸν ἐκ καθαρσίου ἤ τι τοιοῦτον.
  2. 2
    Πλούτων κατὰ Μενίππος
    ⟨§1⟩ ΚΡΟΙΣΟΣ. οὐ φέρομεν, ὦ Πλούτων, Μένιππον τουτονὶ τὸν κύνα παροικοῦντα· ὥστε ἢ ἐκεῖνόν ποι κατάστησον ἢ ἡμεῖς μετοικήσομεν ἐς ἕτερον τόπον.
  3. 3
    Μένιππος, Ἀμφίλοχος καὶ Τροφώνιος
    ⟨§1⟩ ΜΕΝΙΠΠΟΣ. σφὼ μέντοι, ὦ Τροφώνιε καὶ Ἀμφίλοχε, νεκροὶ ὄντες οὐκ οἶδʼ ὅπως ναῶν κατηξιώθητε καὶ μάντεις δοκεῖτε, καὶ οἱ μάταιοι τῶν ἀνθρώπων θεοὺς ὑμᾶς ὑπειλήφασιν εἶναι.
  4. 4
    Ἑρμῆς καὶ Χάρων
    ⟨§1⟩ ΕΡΜΗΣ. λογισώμεθα, ὦ πορθμεῦ, εἰ δοκεῖ, ὁπόσα μοι ὀφείλεις ἤδη, ὅπως μὴ αὖθις ἐρίζωμέν τι περὶ αὐτῶν.
  5. 5
    Πλούτων καὶ Ἑρμῆς
    ⟨§1⟩ ΠΛΟΥΤΩΝ. τὸν γέροντα οἶσθα, τὸν πάνυ γεγηρακότα λέγω, τὸν πλούσιον Εὐκράτην, ᾧ παῖδες μὲν οὐκ εἰσίν, οἱ τὸν κλῆρον δὲ θηρῶντες πεντακισμύριοι;
  6. 6
    Τερψίων καὶ Πλούτων
    ⟨§1⟩ ΤΕΡΨΙΩΝ. τοῦτο, ὦ Πλούτων, δίκαιον, ἐμὲ μὲν τεθνάναι τριάκοντα ἔτη γεγονότα, τὸν δὲ ὑπὲρ τὰ ἐνενήκοντα γέροντα Θούκριτον ζῆν ἔτι;
  7. 7
    Ζηνόφαντος καὶ Καλλιδημίδης
    ⟨§1⟩ ΖΗΝΟΦΑΝΤΟΣ. σὺ δέ, ὦ Καλλιδημίδη, πῶς ἀπέθανες; ἐγὼ μὲν γὰρ ὅτι παράσιτος ὢν Δεινίου πλέον τοῦ ἱκανοῦ ἐμφαγὼν ἀπεπνίγην, οἶσθα· παρῆς γὰρ ἀποθνήσκοντί μοι.
  8. 8
    Κνήμων καὶ Δάμνιππος
    ⟨§1⟩ ΚΝΗΜΩΝ. τοῦτο ἐκεῖνο τὸ τῆς παροιμίας· ὁ νεβρὸς τὸν λέοντα.
  9. 9
    Σιμύλος καὶ Πολύστρατος
    ⟨§1⟩ ΣΙΜΥΛΟΣ. ἥκεις ποτέ, ὦ Πολύστρατε, καὶ σὺ παρʼ ἡμᾶς ἔτη οἶμαι οὐ πολὺ ἀποδέοντα τῶν ἑκατὸν βεβιωκώς;
  10. 10
    Χάρων καὶ Ἑρμῆς καὶ Μένιππος καὶ Κράτων
    ⟨§1⟩ ΧΑΡΩΝ. ἀκούσατε ὡς ἔχει ἡμῖν τὰ πράγματα. μικρὸν μὲν ἡμῖν, ὡς ὁρᾶτε, τὸ σκαφίδιον καὶ ὑπόσαθρόν ἐστι καὶ διαρρεῖ τὰ πολλά, καὶ ἢν τραπῇ ἐπὶ θάτερα, οἰχήσεται περιτραπέν, ὑμεῖς δὲ ἅμα τοσοῦτοι ἥκετε πολλὰ ἐπιφερόμενοι ἕκαστος. ἢν οὖν μετὰ τούτων ἐμβῆτε, δέδια μὴ ὕστερον μετανοήσητε, καὶ μάλιστα ὁπόσοι νεῖν οὐκ ἐπίστασθε.
  11. 11
    Κράτης καὶ Διογένης
    ⟨§1⟩ ΚΡΑΤΗΣ. Μοίριχον τὸν πλούσιον ἐγίνωσκες, ὦ Διόγενες, τὸν πάνυ πλούσιον, τὸν ἐκ Κορίνθου, τὸν τὰς πολλὰς ὁλκάδας ἔχοντα, οὗ ἀνεψιὸς Ἀριστέας, πλούσιος καὶ αὐτὸς ὤν; ὃς τὸ Ὁμηρικὸν ἐκεῖνο εἰώθει ἐπιλέγειν, ἤ μʼ ἀνάειρʼ ἢ ἐγὼ σέ.
  12. 12
    Ἀλέξανδρος, Ἀννίβας, Μίνως καὶ Σκηπίων
    ⟨§1⟩ ΑΛΕΞΑΝΔΡΟΣ. ἐμὲ δεῖ προκεκρίσθαι σου, ὦ Λίβυ· ἀμείνων γάρ εἰμι.
  13. 13
    Διογένης καὶ Ἀλέξανδρος
    ⟨§1⟩ ΔΙΟΓΕΝΗΣ. τί τοῦτο, ὦ Ἀλέξανδρε; καὶ συ τέθνηκας ὥσπερ καὶ ἡμεῖς ἅπαντες;
  14. 14
    Φίλιππος καὶ Ἀλέξανδρος
    ⟨§1⟩ ΦΙΛΙΠΠΟΣ. νῦν μέν, ὦ Ἀλέξανδρε, οὐκ ἂν ἔξαρνος γένοιο μὴ οὐκ ἐμὸς υἱὸς εἶναι· οὐ γὰρ ἂν ἐτεθνήκεις Ἄμμωνός γε ὤν.
  15. 15
    Ἀχιλλεὺς καὶ Ἀντίλοχος
    ⟨§1⟩ ΑΝΤΙΛΟΧΟΣ. οἷα πρῴην, Ἀχιλλεῦ, πρὸς τὸν Ὀδυσσέα σοι εἴρηται περὶ τοῦ θανάτου, ὡς ἀγεννῆ καὶ ἀνάξια τοῖν διδασκάλοιν ἀμφοῖν, Χείρωνός τε καὶ Φοίνικος. ἠκροώμην γάρ, ὁπότε ἔφης βούλεσθαι ἐπάρουρος ὢν θητεύειν παρά τινι τῶν ἀκλήρων, ᾧ μὴ βίοτος πολὺς εἴη, μᾶλλον ἢ πάντων ἀνάσσειν τῶν νεκρῶν. ταῦτα μὲν οὖν ἀγεννῆ τινα Φρύγα δειλὸν καὶ πέρα τοῦ καλῶς ἔχοντος φιλόζῳον ἴσως ἐχρῆν λέγειν, τὸν Πηλέως δὲ υἱόν, τὸν φιλοκινδυνότατον ἡρώων ἁπάντων, ταπεινὰ οὕτω περὶ κὑτοῦ διανοεῖσθαι πολλὴ αἰσχύνη καὶ ἐναντιότης πρὸς τὰ πεπραγμένα σοι ἐν τῷ βίῳ, ὃς ἐξὸν ἀκλεῶς ἐν τῇ Φθιώτιδι πολυχρόνιον βασιλεύειν, ἑκὼν προείλου τὸν μετὰ τῆς ἀγαθῆς δόξης θάνατον.
  16. 16
    Διογένης καὶ Ἡρακλῆς
    ⟨§1⟩ ΔΙΟΓΕΝΗΣ. οὐχ Ἡρακλῆς οὗτός ἐστιν; οὐ μὲν οὖν ἄλλος, μὰ τὸν Ἡρακλέα. τὸ τόξον, τὸ ῥόπαλον, ἡ λεοντῆ, τὸ μέγεθος, ὅλος Ἡρακλῆς ἐστιν. εἶτα τέθνηκε Διὸς υἱὸς ὤν; εἰπέ μοι, ὦ καλλίνικε, νεκρὸς εἶ; ἐγὼ γάρ σοι ἔθυον ὑπὲρ γῆς ὡς θεῷ.
  17. 17
    Μένιππος καὶ Τάνταλος
    ⟨§1⟩ ΜΕΝΙΠΠΟΣ. τί κλάεις, ὦ Τάνταλε; ἢ τί σεαυτὸν ὀδύρῃ ἐπὶ τῇ λίμνῃ ἑστώς;
  18. 18
    Μένιππος καὶ Ἑρμῆς
    ⟨§1⟩ ΜΕΝΙΠΠΟΣ. ποῦ δὲ οἱ καλοί εἰσιν ἢ αἱ καλαί, Ἑρμῆ; ξενάγησόν με νέηλυν ὄντα.
  19. 19
    Αἰακὸς, Πρωτεσίλεως, Μενέλαος, καὶ Πάρις
    ⟨§1⟩ ΑΙΑΚΟΣ. τί ἄγχεις, ὦ Πρωτεσίλαε, τὴν Ἑλένην προσπεσών;
  20. 20
    Μένιππος, Αἰακός καὶ Πυθαγόρας
    ⟨§1⟩ ΜΕΝΙΠΠΟΣ. πρὸς τοῦ Πλούτωνος, ὦ Αἰακέ, περιήγησαί μοι τὰ ἐν ᾅδου πάντα.
  21. 21
    Μένιππος καὶ Κέρβερος
    ⟨§1⟩ ΜΕΝΙΠΠΟΣ. ὦ Κέρβερε — συγγενὴς γάρ εἰμί σοι κύων καὶ αὐτὸς ὤν — εἰπέ μοι πρὸς τῆς Στυγός, οἷος ἦν ὁ Σωκράτης, ὁπότε κατῄει παρʼ ὑμᾶς· εἰκὸς δέ σε θεὸν ὄντα μὴ ὑλακτεῖν μόνον, ἀλλὰ καὶ ἀνθρωπίνως φθέγγεσθαι, ὁπότʼ ἐθέλοις.
  22. 22
    Χάρων, Ἑρμῆς, καὶ Μένιππος
    ⟨§1⟩ ΧΑΡΩΝ. ἀπόδος, ὦ κατάρατε, τὰ πορθμεῖα.
  23. 23
    Πρωτεσίλεως, Πλούτων, καὶ Περσεφόνη
    ⟨§1⟩ ΠΡΩΤΕΣΙΛΕΩΣ. ὦ δέσποτα καὶ βασιλεῦ καὶ ἡμέτερε Ζεῦ καὶ σὺ Δήμητρος θύγατερ, μὴ ὑπερίδητε δέησιν ἐρωτικήν.
  24. 24
    Διογένης καὶ Μαύσωλος
    ⟨§1⟩ ΔΙΟΓΕΝΗΣ. ὦ Κάρ, ἐπὶ τίνι μέγα φρονεῖς καὶ πάντων ἡμῶν προτιμᾶσθαι ἀξιοῖς;
  25. 25
    Νιρεὺς καὶ Θερσίτης καὶ Μένιππος
    ⟨§1⟩ ΝΙΡΕΥΣ. ἰδοὺ δή, Μένιππος οὑτοσὶ δικάσει, πότερος εὐμορφότερός ἐστιν. εἰπέ, ὦ Μένιππε, οὐ καλλίων σοι δοκῶ;
  26. 26
    Μένιππος καὶ Χείρων
    ⟨§1⟩ ΜΕΝΙΠΠΟΣ. ἤκουσα, ὦ Χείρων, ὡς θεὸς ὢν ἐπιθυμήσειας ἀποθανεῖν.
  27. 27
    Διογένης καὶ Ἀντισθένης καὶ Κράτης
    ⟨§1⟩ ΔΙΟΓΕΝΗΣ. Ἀντίσθενες καὶ Κράτης, σχολὴν ἄγομεν· ὥστε τί οὐκ ἄπιμεν εὐθὺ τῆς καθόδου περιπατήσαντες, ὀψόμενοι τοὺς κατιόντας, οἷοί τέ εἰσι καὶ τί ἕκαστος αὐτῶν ποιεῖ;
  28. 28
    Μένιππος καὶ Τειρεσίας
    ⟨§1⟩ ΜΕΝΙΠΠΟΣ. ὦ Τειρεσία, εἰ μὲν καὶ τυφλὸς εἶ, οὐκέτι διαγνῶναι ῥᾴδιον· ἅπασι γὰρ ἡμῖν ὁμοίως τὰ ὄμματα κενά, μόνον δὲ αἱ χῶραι αὐτῶν· τὰ δʼ ἄλλα οὐκέτʼ ἂν εἰπεῖν ἔχοις, τίς ὁ Φινεὺς ἦν ἢ τίς ὁ Λυγκεύς. ὅτι μέντοι μάντις ἦσθα καὶ ὅτι ἀμφότερα ἐγένου μόνος καὶ ἀνὴρ καὶ γυνή, τῶν ποιητῶν ἀκούσας οἶδα. πρὸς τῶν θεῶν τοιγαροῦν εἰπέ μοι, ὁποτέρου ἐπειράθης ἡδίονος τῶν βίων, ὁπότε ἀνὴρ ἦσθα, ἢ ὁ γυναικεῖος ἀμείνων ἦν;
  29. 29
    Αἶας καὶ Ἀγαμέμνων
    ⟨§1⟩ ΑΓΑΜΕΜΝΩΝ. εἰ σὺ μανείς, ὠ Αἶαν, σαυτὸν ἐφόνευσας, ἐμέλλησας δὲ καὶ ἡμᾶς ἅπαντας. τί αἰτιᾷ τὸν Ὀδυσσέα καὶ πρῴην οὔτε προσέβλεψας αὐτόν, ὁπότε ἧκε μαντευσόμενος, οὔτε προσειπεῖν ἠξίωσας ἄνδρα συστρατιώτην καὶ ἑταῖρον, ἀλλʼ ὑπεροπτικῶς μεγάλα βαίνων παρῆλθες;
  30. 30
    Μίνως καὶ Σώστρατος
    ⟨§1⟩ ΜΙΝΩΣ. ὁ μὲν λῃστὴς οὑτοσὶ Σώστρατος ἐς τὸν Πυριφλεγέθοντα ἐμβεβλήσθω, ὁ δὲ ἱερόσυλος ὑπὸ τῆς Χιμαίρας διασπασθήτω, ὁ δὲ τύραννος, ὦ Ἑρμῆ, παρὰ τὸν Τιτυὸν ἀποταθεὶς ὑπὸ τῶν γυπῶν καὶ αὐτὸς κειρέσθω τὸ ἧπαρ, ὑμεῖς δὲ οἱ ἀγαθοὶ ἄπιτε κατα τάχος ἐς τὸ Ἠλύσιον πεδίον καὶ τὰς μακάρων νήσους κατοικεῖτε, ἀνθʼ ὧν δίκαια ἐποιεῖτε παρὰ τὸν βίον.