Περιεχόμενα · 13 κεφάλαια
ΔΙΟΝΥΣΟΣ
ἥκω Διὸς παῖς τήνδε Θηβαίων χθόναΔιόνυσος, ὃν τίκτει ποθʼ ἡ Κάδμου κόρηΣεμέλη λοχευθεῖσʼ ἀστραπηφόρῳ πυρί·μορφὴν δʼ ἀμείψας ἐκ θεοῦ βροτησίανπάρειμι Δίρκης νάματʼ Ἰσμηνοῦ θʼ ὕδωρ.ὁρῶ δὲ μητρὸς μνῆμα τῆς κεραυνίαςτόδʼ ἐγγὺς οἴκων καὶ δόμων ἐρείπιατυφόμενα Δίου πυρὸς ἔτι ζῶσαν φλόγα,ἀθάνατον Ἥρας μητέρʼ εἰς ἐμὴν ὕβριν.αἰνῶ δὲ Κάδμον, ἄβατον ὃς πέδον τόδετίθησι, θυγατρὸς σηκόν· ἀμπέλου δέ νινπέριξ ἐγὼ ʼκάλυψα βοτρυώδει χλόῃ.λιπὼν δὲ Λυδῶν τοὺς πολυχρύσους γύαςΦρυγῶν τε, Περσῶν θʼ ἡλιοβλήτους πλάκαςΒάκτριά τε τείχη τήν τε δύσχιμον χθόναΜήδων ἐπελθὼν Ἀραβίαν τʼ εὐδαίμοναἈσίαν τε πᾶσαν, ἣ παρʼ ἁλμυρὰν ἅλακεῖται μιγάσιν Ἕλλησι βαρβάροις θʼ ὁμοῦπλήρεις ἔχουσα καλλιπυργώτους πόλεις,ἐς τήνδε πρῶτον ἦλθον Ἑλλήνων πόλιν,τἀκεῖ χορεύσας καὶ καταστήσας ἐμὰςτελετάς, ἵνʼ εἴην ἐμφανὴς δαίμων βροτοῖς.πρώτας δὲ Θήβας τῆσδε γῆς Ἑλληνίδοςἀνωλόλυξα, νεβρίδʼ ἐξάψας χροὸςθύρσον τε δοὺς ἐς χεῖρα, κίσσινον βέλος·ἐπεί μʼ ἀδελφαὶ μητρός, ἃς ἥκιστα χρῆν,Διόνυσον οὐκ ἔφασκον ἐκφῦναι Διός,Σεμέλην δὲ νυμφευθεῖσαν ἐκ θνητοῦ τινοςἐς Ζῆνʼ ἀναφέρειν τὴν ἁμαρτίαν λέχους,Κάδμου σοφίσμαθʼ, ὧν νιν οὕνεκα κτανεῖνΖῆνʼ ἐξεκαυχῶνθʼ, ὅτι γάμους ἐψεύσατο.τοιγάρ νιν αὐτὰς ἐκ δόμων ᾤστρησʼ ἐγὼμανίαις, ὄρος δʼ οἰκοῦσι παράκοποι φρενῶν·σκευήν τʼ ἔχειν ἠνάγκασʼ ὀργίων ἐμῶν,καὶ πᾶν τὸ θῆλυ σπέρμα Καδμείων, ὅσαιγυναῖκες ἦσαν, ἐξέμηνα δωμάτων·ὁμοῦ δὲ Κάδμου παισὶν ἀναμεμειγμέναιχλωραῖς ὑπʼ ἐλάταις ἀνορόφοις ἧνται πέτραις.δεῖ γὰρ πόλιν τήνδʼ ἐκμαθεῖν, κεἰ μὴ θέλει,ἀτέλεστον οὖσαν τῶν ἐμῶν βακχευμάτων,Σεμέλης τε μητρὸς ἀπολογήσασθαί μʼ ὕπερφανέντα θνητοῖς δαίμονʼ ὃν τίκτει Διί.Κάδμος μὲν οὖν γέρας τε καὶ τυραννίδαΠενθεῖ δίδωσι θυγατρὸς ἐκπεφυκότι,ὃς θεομαχεῖ τὰ κατʼ ἐμὲ καὶ σπονδῶν ἄποὠθεῖ μʼ, ἐν εὐχαῖς τʼ οὐδαμοῦ μνείαν ἔχει.ὧν οὕνεκʼ αὐτῷ θεὸς γεγὼς ἐνδείξομαιπᾶσίν τε Θηβαίοισιν. ἐς δʼ ἄλλην χθόνα,τἀνθένδε θέμενος εὖ, μεταστήσω πόδα,δεικνὺς ἐμαυτόν· ἢν δὲ Θηβαίων πόλιςὀργῇ σὺν ὅπλοις ἐξ ὄρους βάκχας ἄγεινζητῇ, ξυνάψω μαινάσι στρατηλατῶν.ὧν οὕνεκʼ εἶδος θνητὸν ἀλλάξας ἔχωμορφήν τʼ ἐμὴν μετέβαλον εἰς ἀνδρὸς φύσιν.ἀλλʼ, ὦ λιποῦσαι Τμῶλον ἔρυμα Λυδίας,θίασος ἐμός, γυναῖκες, ἃς ἐκ βαρβάρωνἐκόμισα παρέδρους καὶ ξυνεμπόρους ἐμοί,αἴρεσθε τἀπιχώριʼ ἐν πόλει Φρυγῶντύμπανα, Ῥέας τε μητρὸς ἐμά θʼ εὑρήματα,βασίλειά τʼ ἀμφὶ δώματʼ ἐλθοῦσαι τάδεκτυπεῖτε Πενθέως, ὡς ὁρᾷ Κάδμου πόλις.ἐγὼ δὲ βάκχαις, ἐς Κιθαιρῶνος πτυχὰςἐλθὼν ἵνʼ εἰσί, συμμετασχήσω χορῶν.ΧΟΡΟΣ
Ἀσίας ἀπὸ γᾶςἱερὸν Τμῶλον ἀμείψασα θοάζωΒρομίῳ πόνον ἡδὺνκάματόν τʼ εὐκάματον, Βάκ-χιον εὐαζομένα.τίς ὁδῷ τίς ὁδῷ; τίς;μελάθροις ἔκτοπος ἔστω, στόμα τʼ εὔφη-μον ἅπας ἐξοσιούσθω·τὰ νομισθέντα γὰρ αἰεὶΔιόνυσον ὑμνήσω.ΧΟΡΟΣ
ὦμάκαρ, ὅστις εὐδαίμωντελετὰς θεῶν εἰδὼςβιοτὰν ἁγιστεύει καὶθιασεύεται ψυχὰνἐν ὄρεσσι βακχεύωνὁσίοις καθαρμοῖσιν,τά τε ματρὸς μεγάλας ὄρ-για Κυβέλας θεμιτεύων,ἀνὰ θύρσον τε τινάσσων,κισσῷ τε στεφανωθεὶςΔιόνυσον θεραπεύει.ἴτε βάκχαι, ἴτε βάκχαι,Βρόμιον παῖδα θεὸν θεοῦΔιόνυσον κατάγουσαιΦρυγίων ἐξ ὀρέων Ἑλ-λάδος εἰς εὐρυχόρους ἀ-γυιάς, τὸν Βρόμιον·ΧΟΡΟΣ
ὅνποτʼ ἔχουσʼ ἐν ὠδίνωνλοχίαις ἀνάγκαισιπταμένας Διὸς βροντᾶς νη-δύος ἔκβολον μάτηρἔτεκεν, λιποῦσʼ αἰῶ-να κεραυνίῳ πληγᾷ·λοχίοις δʼ αὐτίκα νιν δέ-ξατο θαλάμαις Κρονίδας Ζεύς,κατὰ μηρῷ δὲ καλύψαςχρυσέαισιν συνερείδειπερόναις κρυπτὸν ἀφʼ Ἥρας.ἔτεκεν δʼ, ἁνίκα Μοῖραιτέλεσαν, ταυρόκερων θεὸνστεφάνωσέν τε δρακόντωνστεφάνοις, ἔνθεν ἄγραν θη-ροτρόφον μαινάδες ἀμφι-βάλλονται πλοκάμοις.ΧΟΡΟΣ
ὦ Σεμέλας τροφοὶ Θῆ-βαι, στεφανοῦσθε κισσῷ·βρύετε βρύετε χλοήρειμίλακι καλλικάρπῳκαὶ καταβακχιοῦσθε δρυὸςἢ ἐλάτας κλάδοισι,στικτῶν τʼ ἐνδυτὰ νεβρίδωνστέφετε λευκοτρίχων πλοκάμωνμαλλοῖς· ἀμφὶ δὲ νάρθηκας ὑβριστὰςὁσιοῦσθʼ· αὐτίκα γᾶ πᾶσα χορεύσει—Βρόμιος ὅστις ἄγῃ θιάσουσ—εἰς ὄρος εἰς ὄρος, ἔνθα μένειθηλυγενὴς ὄχλοςἀφʼ ἱστῶν παρὰ κερκίδων τʼοἰστρηθεὶς Διονύσῳ.ΧΟΡΟΣ
ὦ θαλάμευμα Κουρ-ήτων ζάθεοί τε ΚρήταςΔιογενέτορες ἔναυλοι,ἔνθα τρικόρυθες ἄντροιςβυρσότονον κύκλωμα τόδεμοι Κορύβαντες ηὗρον·βακχείᾳ δʼ ἀνὰ συντόνῳκέρασαν ἁδυβόᾳ Φρυγίωναὐλῶν πνεύματι ματρός τε Ῥέας ἐςχέρα θῆκαν, κτύπον εὐάσμασι Βακχᾶν·παρὰ δὲ μαινόμενοι Σάτυροιματέρος ἐξανύσαντο θεᾶς,ἐς δὲ χορεύματασυνῆψαν τριετηρίδων,αἷς χαίρει Διόνυσος.ΧΟΡΟΣ
ἡδὺς ἐν ὄρεσιν, ὅταν ἐκ θιάσων δρομαί-ων πέσῃ πεδόσε, νε-βρίδος ἔχων ἱερὸν ἐνδυτόν, ἀγρεύωναἷμα τραγοκτόνον, ὠμοφάγον χάριν, ἱέμε-νος ἐς ὄρεα Φρύγια, Λύδιʼ, ὁ δʼ ἔξαρχος Βρόμιος,εὐοἷ.ῥεῖ δὲ γάλακτι πέδον, ῥεῖ δʼ οἴνῳ, ῥεῖ δὲ μελισσᾶννέκταρι.Συρίας δʼ ὡς λιβάνου κα-πνὸν ὁ Βακχεὺς ἀνέχωνπυρσώδη φλόγα πεύκαςἐκ νάρθηκος ἀίσσειδρόμῳ καὶ χοροῖσινπλανάτας ἐρεθίζωνἰαχαῖς τʼ ἀναπάλλων,τρυφερόν τε πλόκαμον εἰς αἰθέρα ῥίπτων.ἅμα δʼ εὐάσμασι τοιάδʼ ἐπιβρέμει·Ὦ ἴτε βάκχαι,ὦ ἴτε βάκχαι,Τμώλου χρυσορόου χλιδᾷμέλπετε τὸν Διόνυσονβαρυβρόμων ὑπὸ τυμπάνων,εὔια τὸν εὔιον ἀγαλλόμεναι θεὸνἐν Φρυγίαισι βοαῖς ἐνοπαῖσί τε,λωτὸς ὅταν εὐκέλαδοςἱερὸς ἱερὰ παίγματα βρέμῃ, σύνοχαφοιτάσιν εἰς ὄρος εἰς ὄρος· ἡδομέ-να δʼ ἄρα, πῶλος ὅπως ἅμα ματέριφορβάδι, κῶλον ἄγει ταχύπουν σκιρτήμασι βάκχα.ΤΕΙΡΕΣΙΑΣ
τίς ἐν πύλαισι; Κάδμον ἐκκάλει δόμων,Ἀγήνορος παῖδʼ, ὃς πόλιν Σιδωνίανλιπὼν ἐπύργωσʼ ἄστυ Θηβαίων τόδε.ἴτω τις, εἰσάγγελλε Τειρεσίας ὅτιζητεῖ νιν· οἶδε δʼ αὐτὸς ὧν ἥκω πέριἅ τε ξυνεθέμην πρέσβυς ὢν γεραιτέρῳ,θύρσους ἀνάπτειν καὶ νεβρῶν δορὰς ἔχεινστεφανοῦν τε κρᾶτα κισσίνοις βλαστήμασιν.ΚΑΔΜΟΣ
ὦ φίλταθʼ, ὡς σὴν γῆρυν ᾐσθόμην κλύωνσοφὴν σοφοῦ παρʼ ἀνδρός, ἐν δόμοισιν ὤν·ἥκω δʼ ἕτοιμος τήνδʼ ἔχων σκευὴν θεοῦ·δεῖ γάρ νιν ὄντα παῖδα θυγατρὸς ἐξ ἐμῆςΔιόνυσον ὃς πέφηνεν ἀνθρώποις θεὸςὅσον καθʼ ἡμᾶς δυνατὸν αὔξεσθαι μέγαν.ποῖ δεῖ χορεύειν, ποῖ καθιστάναι πόδακαὶ κρᾶτα σεῖσαι πολιόν; ἐξηγοῦ σύ μοιγέρων γέροντι, Τειρεσία· σὺ γὰρ σοφός.ὡς οὐ κάμοιμʼ ἂν οὔτε νύκτʼ οὔθʼ ἡμέρανθύρσῳ κροτῶν γῆν· ἐπιλελήσμεθʼ ἡδέωςγέροντες ὄντες.ΤΕΙΡΕΣΙΑΣ
ταὔτʼ ἐμοὶ πάσχεις ἄρα·κἀγὼ γὰρ ἡβῶ κἀπιχειρήσω χοροῖς.ΚΑΔΜΟΣ
οὐκοῦν ὄχοισιν εἰς ὄρος περάσομεν;ΤΕΙΡΕΣΙΑΣ
ἀλλʼ οὐχ ὁμοίως ἂν ὁ θεὸς τιμὴν ἔχοι.ΚΑΔΜΟΣ
γέρων γέροντα παιδαγωγήσω σʼ ἐγώ.ΤΕΙΡΕΣΙΑΣ
ὁ θεὸς ἀμοχθὶ κεῖσε νῷν ἡγήσεται.ΚΑΔΜΟΣ
μόνοι δὲ πόλεως Βακχίῳ χορεύσομεν;ΤΕΙΡΕΣΙΑΣ
μόνοι γὰρ εὖ φρονοῦμεν, οἱ δʼ ἄλλοι κακῶς.ΚΑΔΜΟΣ
μακρὸν τὸ μέλλειν· ἀλλʼ ἐμῆς ἔχου χερός.ΤΕΙΡΕΣΙΑΣ
ἰδού, ξύναπτε καὶ ξυνωρίζου χέρα.ΚΑΔΜΟΣ
οὐ καταφρονῶ ʼγὼ τῶν θεῶν θνητὸς γεγώς.ΤΕΙΡΕΣΙΑΣ
οὐδὲν σοφιζόμεσθα τοῖσι δαίμοσιν.πατρίους παραδοχάς, ἅς θʼ ὁμήλικας χρόνῳκεκτήμεθʼ, οὐδεὶς αὐτὰ καταβαλεῖ λόγος,οὐδʼ εἰ διʼ ἄκρων τὸ σοφὸν ηὕρηται φρενῶν.ἐρεῖ τις ὡς τὸ γῆρας οὐκ αἰσχύνομαι,μέλλων χορεύειν κρᾶτα κισσώσας ἐμόν;οὐ γὰρ διῄρηχʼ ὁ θεός, οὔτε τὸν νέονεἰ χρὴ χορεύειν οὔτε τὸν γεραίτερον,ἀλλʼ ἐξ ἁπάντων βούλεται τιμὰς ἔχεινκοινάς, διαριθμῶν δʼ οὐδένʼ αὔξεσθαι θέλει.ΚΑΔΜΟΣ
ἐπεὶ σὺ φέγγος, Τειρεσία, τόδʼ οὐχ ὁρᾷς,ἐγὼ προφήτης σοι λόγων γενήσομαι.Πενθεὺς πρὸς οἴκους ὅδε διὰ σπουδῆς περᾷ,Ἐχίονος παῖς, ᾧ κράτος δίδωμι γῆς.ὡς ἐπτόηται· τί ποτʼ ἐρεῖ νεώτερον;ΠΕΝΘΕΥΣ
ἔκδημος ὢν μὲν τῆσδʼ ἐτύγχανον χθονός,κλύω δὲ νεοχμὰ τήνδʼ ἀνὰ πτόλιν κακά,γυναῖκας ἡμῖν δώματʼ ἐκλελοιπέναιπλασταῖσι βακχείαισιν, ἐν δὲ δασκίοιςὄρεσι θοάζειν, τὸν νεωστὶ δαίμοναΔιόνυσον, ὅστις ἔστι, τιμώσας χοροῖς·πλήρεις δὲ θιάσοις ἐν μέσοισιν ἑστάναικρατῆρας, ἄλλην δʼ ἄλλοσʼ εἰς ἐρημίανπτώσσουσαν εὐναῖς ἀρσένων ὑπηρετεῖν,πρόφασιν μὲν ὡς δὴ μαινάδας θυοσκόους,τὴν δʼ Ἀφροδίτην πρόσθʼ ἄγειν τοῦ Βακχίου.ὅσας μὲν οὖν εἴληφα, δεσμίους χέραςσῴζουσι πανδήμοισι πρόσπολοι στέγαις·ὅσαι δʼ ἄπεισιν, ἐξ ὄρους θηράσομαι,Ἰνώ τʼ Ἀγαύην θʼ, ἥ μʼ ἔτικτʼ Ἐχίονι,Ἀκταίονός τε μητέρʼ, Αὐτονόην λέγω.καὶ σφᾶς σιδηραῖς ἁρμόσας ἐν ἄρκυσινπαύσω κακούργου τῆσδε βακχείας τάχα.λέγουσι δʼ ὥς τις εἰσελήλυθε ξένος,γόης ἐπῳδὸς Λυδίας ἀπὸ χθονός,ξανθοῖσι βοστρύχοισιν εὐοσμῶν κόμην,οἰνῶπας ὄσσοις χάριτας Ἀφροδίτης ἔχων,ὃς ἡμέρας τε κεὐφρόνας συγγίγνεταιτελετὰς προτείνων εὐίους νεάνισιν.εἰ δʼ αὐτὸν εἴσω τῆσδε λήψομαι στέγης,παύσω κτυποῦντα θύρσον ἀνασείοντά τεκόμας, τράχηλον σώματος χωρὶς τεμών.ἐκεῖνος εἶναί φησι Διόνυσον θεόν,ἐκεῖνος ἐν μηρῷ ποτʼ ἐρράφθαι Διός,ὃς ἐκπυροῦται λαμπάσιν κεραυνίαιςσὺν μητρί, Δίους ὅτι γάμους ἐψεύσατο.ταῦτʼ οὐχὶ δεινῆς ἀγχόνης ἔστʼ ἄξια,ὕβρεις ὑβρίζειν, ὅστις ἔστιν ὁ ξένος;ἀτὰρ τόδʼ ἄλλο θαῦμα, τὸν τερασκόπονἐν ποικίλαισι νεβρίσι Τειρεσίαν ὁρῶπατέρα τε μητρὸς τῆς ἐμῆσ—πολὺν γέλων—νάρθηκι βακχεύοντʼ· ἀναίνομαι, πάτερ,τὸ γῆρας ὑμῶν εἰσορῶν νοῦν οὐκ ἔχον.οὐκ ἀποτινάξεις κισσόν; οὐκ ἐλευθέρανθύρσου μεθήσεις χεῖρʼ, ἐμῆς μητρὸς πάτερ;σὺ ταῦτʼ ἔπεισας, Τειρεσία· τόνδʼ αὖ θέλειςτὸν δαίμονʼ ἀνθρώποισιν ἐσφέρων νέονσκοπεῖν πτερωτοὺς κἀμπύρων μισθοὺς φέρειν.εἰ μή σε γῆρας πολιὸν ἐξερρύετο,καθῆσʼ ἂν ἐν βάκχαισι δέσμιος μέσαις,τελετὰς πονηρὰς εἰσάγων· γυναιξὶ γὰρὅπου βότρυος ἐν δαιτὶ γίγνεται γάνος,οὐχ ὑγιὲς οὐδὲν ἔτι λέγω τῶν ὀργίων.ΧΟΡΟΣ
τῆς δυσσεβείας. ὦ ξένʼ, οὐκ αἰδῇ θεοὺςΚάδμον τε τὸν σπείραντα γηγενῆ στάχυν,Ἐχίονος δʼ ὢν παῖς καταισχύνεις γένος;ΤΕΙΡΕΣΙΑΣ
ὅταν λάβῃ τις τῶν λόγων ἀνὴρ σοφὸςκαλὰς ἀφορμάς, οὐ μέγʼ ἔργον εὖ λέγειν·σὺ δʼ εὔτροχον μὲν γλῶσσαν ὡς φρονῶν ἔχεις,ἐν τοῖς λόγοισι δʼ οὐκ ἔνεισί σοι φρένες.θράσει δὲ δυνατὸς καὶ λέγειν οἷός τʼ ἀνὴρκακὸς πολίτης γίγνεται νοῦν οὐκ ἔχων.οὗτος δʼ ὁ δαίμων ὁ νέος, ὃν σὺ διαγελᾷς,οὐκ ἂν δυναίμην μέγεθος ἐξειπεῖν ὅσοςκαθʼ Ἑλλάδʼ ἔσται. δύο γάρ, ὦ νεανία,τὰ πρῶτʼ ἐν ἀνθρώποισι· Δημήτηρ θεά—γῆ δʼ ἐστίν, ὄνομα δʼ ὁπότερον βούλῃ κάλει·αὕτη μὲν ἐν ξηροῖσιν ἐκτρέφει βροτούς·ὃς δʼ ἦλθʼ ἔπειτʼ, ἀντίπαλον ὁ Σεμέλης γόνοςβότρυος ὑγρὸν πῶμʼ ηὗρε κεἰσηνέγκατοθνητοῖς, ὃ παύει τοὺς ταλαιπώρους βροτοὺςλύπης, ὅταν πλησθῶσιν ἀμπέλου ῥοῆς,ὕπνον τε λήθην τῶν καθʼ ἡμέραν κακῶνδίδωσιν, οὐδʼ ἔστʼ ἄλλο φάρμακον πόνων.οὗτος θεοῖσι σπένδεται θεὸς γεγώς,ὥστε διὰ τοῦτον τἀγάθʼ ἀνθρώπους ἔχειν.καὶ καταγελᾷς νιν, ὡς ἐνερράφη Διὸςμηρῷ; διδάξω σʼ ὡς καλῶς ἔχει τόδε.ἐπεί νιν ἥρπασʼ ἐκ πυρὸς κεραυνίουΖεύς, ἐς δʼ Ὄλυμπον βρέφος ἀνήγαγεν θεόν,Ἥρα νιν ἤθελʼ ἐκβαλεῖν ἀπʼ οὐρανοῦ·Ζεὺς δʼ ἀντεμηχανήσαθʼ οἷα δὴ θεός.ῥήξας μέρος τι τοῦ χθόνʼ ἐγκυκλουμένουαἰθέρος, ἔθηκε τόνδʼ ὅμηρον ἐκδιδούς,Διόνυσον Ἥρας νεικέων· χρόνῳ δέ νινβροτοὶ ῥαφῆναί φασιν ἐν μηρῷ Διός,ὄνομα μεταστήσαντες, ὅτι θεᾷ θεὸςἭρᾳ ποθʼ ὡμήρευσε, συνθέντες λόγον.μάντις δʼ ὁ δαίμων ὅδε· τὸ γὰρ βακχεύσιμονκαὶ τὸ μανιῶδες μαντικὴν πολλὴν ἔχει·ὅταν γὰρ ὁ θεὸς ἐς τὸ σῶμʼ ἔλθῃ πολύς,λέγειν τὸ μέλλον τοὺς μεμηνότας ποιεῖ.Ἄρεώς τε μοῖραν μεταλαβὼν ἔχει τινά·στρατὸν γὰρ ἐν ὅπλοις ὄντα κἀπὶ τάξεσινφόβος διεπτόησε πρὶν λόγχης θιγεῖν.μανία δὲ καὶ τοῦτʼ ἐστὶ Διονύσου πάρα.ἔτʼ αὐτὸν ὄψῃ κἀπὶ Δελφίσιν πέτραιςπηδῶντα σὺν πεύκαισι δικόρυφον πλάκα,πάλλοντα καὶ σείοντα βακχεῖον κλάδον,μέγαν τʼ ἀνʼ Ἑλλάδα. ἀλλʼ ἐμοί, Πενθεῦ, πιθοῦ·μὴ τὸ κράτος αὔχει δύναμιν ἀνθρώποις ἔχειν,μηδʼ, ἢν δοκῇς μέν, ἡ δὲ δόξα σου νοσῇ,φρονεῖν δόκει τι· τὸν θεὸν δʼ ἐς γῆν δέχουκαὶ σπένδε καὶ βάκχευε καὶ στέφου κάρα.οὐχ ὁ Διόνυσος σωφρονεῖν ἀναγκάσειγυναῖκας ἐς τὴν Κύπριν, ἀλλʼ ἐν τῇ φύσειτὸ σωφρονεῖν ἔνεστιν εἰς τὰ πάντʼ ἀείτοῦτο σκοπεῖν χρή· καὶ γὰρ ἐν βακχεύμασινοὖσʼ ἥ γε σώφρων οὐ διαφθαρήσεται.ὁρᾷς, σὺ χαίρεις, ὅταν ἐφεστῶσιν πύλαιςπολλοί, τὸ Πενθέως δʼ ὄνομα μεγαλύνῃ πόλις·κἀκεῖνος, οἶμαι, τέρπεται τιμώμενος.ἐγὼ μὲν οὖν καὶ Κάδμος, ὃν σὺ διαγελᾷς,κισσῷ τʼ ἐρεψόμεσθα καὶ χορεύσομεν,πολιὰ ξυνωρίς, ἀλλʼ ὅμως χορευτέον,κοὐ θεομαχήσω σῶν λόγων πεισθεὶς ὕπο.μαίνῃ γὰρ ὡς ἄλγιστα, κοὔτε φαρμάκοιςἄκη λάβοις ἂν οὔτʼ ἄνευ τούτων νοσεῖς.ΧΟΡΟΣ
ὦ πρέσβυ, Φοῖβόν τʼ οὐ καταισχύνεις λόγοις,τιμῶν τε Βρόμιον σωφρονεῖς, μέγαν θεόν.ΚΑΔΜΟΣ
ὦ παῖ, καλῶς σοι Τειρεσίας παρῄνεσεν.οἴκει μεθʼ ἡμῶν, μὴ θύραζε τῶν νόμων.νῦν γὰρ πέτῃ τε καὶ φρονῶν οὐδὲν φρονεῖς.κεἰ μὴ γὰρ ἔστιν ὁ θεὸς οὗτος, ὡς σὺ φῄς,παρὰ σοὶ λεγέσθω· καὶ καταψεύδου καλῶςὡς ἔστι, Σεμέλη θʼ ἵνα δοκῇ θεὸν τεκεῖν,ἡμῖν τε τιμὴ παντὶ τῷ γένει προσῇ.ὁρᾷς τὸν Ἀκτέωνος ἄθλιον μόρον,ὃν ὠμόσιτοι σκύλακες ἃς ἐθρέψατοδιεσπάσαντο, κρείσσονʼ ἐν κυναγίαιςἈρτέμιδος εἶναι κομπάσαντʼ, ἐν ὀργάσιν.ὃ μὴ πάθῃς σύ· δεῦρό σου στέψω κάρακισσῷ· μεθʼ ἡμῶν τῷ θεῷ τιμὴν δίδου.ΠΕΝΘΕΥΣ
οὐ μὴ προσοίσεις χεῖρα, βακχεύσεις δʼ ἰών,μηδʼ ἐξομόρξῃ μωρίαν τὴν σὴν ἐμοί;τῆς σῆς δʼ ἀνοίας τόνδε τὸν διδάσκαλονδίκην μέτειμι. στειχέτω τις ὡς τάχος,ἐλθὼν δὲ θάκους τοῦδʼ ἵνʼ οἰωνοσκοπεῖμοχλοῖς τριαίνου κἀνάτρεψον ἔμπαλιν,ἄνω κάτω τὰ πάντα συγχέας ὁμοῦ,καὶ στέμματʼ ἀνέμοις καὶ θυέλλαισιν μέθες.μάλιστα γάρ νιν δήξομαι δράσας τάδε.οἳ δʼ ἀνὰ πόλιν στείχοντες ἐξιχνεύσατετὸν θηλύμορφον ξένον, ὃς ἐσφέρει νόσονκαινὴν γυναιξὶ καὶ λέχη λυμαίνεται.κἄνπερ λάβητε, δέσμιον πορεύσατεδεῦρʼ αὐτόν, ὡς ἂν λευσίμου δίκης τυχὼνθάνῃ, πικρὰν βάκχευσιν ἐν Θήβαις ἰδών.ΤΕΙΡΕΣΙΑΣ
ὦ σχέτλιʼ, ὡς οὐκ οἶσθα ποῦ ποτʼ εἶ λόγων.μέμηνας ἤδη· καὶ πρὶν ἐξέστης φρενῶν.στείχωμεν ἡμεῖς, Κάδμε, κἀξαιτώμεθαὑπέρ τε τούτου καίπερ ὄντος ἀγρίουὑπέρ τε πόλεως τὸν θεὸν μηδὲν νέονδρᾶν. ἀλλʼ ἕπου μοι κισσίνου βάκτρου μέτα,πειρῶ δʼ ἀνορθοῦν σῶμʼ ἐμόν, κἀγὼ τὸ σόν·γέροντε δʼ αἰσχρὸν δύο πεσεῖν· ἴτω δʼ ὅμως,τῷ Βακχίῳ γὰρ τῷ Διὸς δουλευτέον.Πενθεὺς δʼ ὅπως μὴ πένθος εἰσοίσει δόμοιςτοῖς σοῖσι, Κάδμε· μαντικῇ μὲν οὐ λέγω,τοῖς πράγμασιν δέ· μῶρα γὰρ μῶρος λέγει.ΧΟΡΟΣ
Ὁσία πότνα θεῶν,Ὁσία δʼ ἃ κατὰ γᾶνχρυσέαν πτέρυγα φέρεις,τάδε Πενθέως ἀίεις;ἀίεις οὐχ ὁσίανὕβριν ἐς τὸν Βρόμιον, τὸνΣεμέλας, τὸν παρὰ καλλι-στεφάνοις εὐφροσύναις δαί-μονα πρῶτον μακάρων; ὃς τάδʼ ἔχει,θιασεύειν τε χοροῖςμετά τʼ αὐλοῦ γελάσαιἀποπαῦσαί τε μερίμνας,ὁπόταν βότρυος ἔλθῃγάνος ἐν δαιτὶ θεῶν, κισ-σοφόροις δʼ ἐν θαλίαις ἀν-δράσι κρατὴρ ὕπνον ἀμ-φιβάλλῃΧΟΡΟΣ
ἀχαλίνων στομάτωνἀνόμου τʼ ἀφροσύναςτὸ τέλος δυστυχία·ὁ δὲ τᾶς ἡσυχίαςβίοτος καὶ τὸ φρονεῖνἀσάλευτόν τε μένει καὶσυνέχει δώματα· πόρσωγὰρ ὅμως αἰθέρα ναίον-τες ὁρῶσιν τὰ βροτῶν οὐρανίδαι.τὸ σοφὸν δʼ οὐ σοφίατό τε μὴ θνητὰ φρονεῖν.βραχὺς αἰών· ἐπὶ τούτῳδέ τις ἂν μεγάλα διώκωντὰ παρόντʼ οὐχὶ φέροι. μαι-νομένων οἵδε τρόποι καὶκακοβούλων παρʼ ἔμοι-γε φωτῶν.ΧΟΡΟΣ
ἱκοίμαν ποτὶ Κύπρον,νᾶσον τᾶς Ἀφροδίτας,ἵνʼ οἱ θελξίφρονες νέμον-ται θνατοῖσιν Ἔρωτες,Πάφον θʼ ἃν ἑκατόστομοιβαρβάρου ποταμοῦ ῥοαὶκαρπίζουσιν ἄνομβροι.οὗ δʼ ἁ καλλιστευομέναΠιερία μούσειος ἕδρα,σεμνὰ κλιτὺς Ὀλύμπου,ἐκεῖσʼ ἄγε με, Βρόμιε Βρόμιε,πρόβακχʼ εὔιε δαῖμον.ἐκεῖ Χάριτες,ἐκεῖ δὲ Πόθος· ἐκεῖ δὲ βάκ-χαις θέμις ὀργιάζειν.ΧΟΡΟΣ
ὁ δαίμων ὁ Διὸς παῖςχαίρει μὲν θαλίαισιν,φιλεῖ δʼ ὀλβοδότειραν Εἰ-ρήναν, κουροτρόφον θεάν.ἴσαν δʼ ἔς τε τὸν ὄλβιοντόν τε χείρονα δῶκʼ ἔχεινοἴνου τέρψιν ἄλυπον·μισεῖ δʼ ᾧ μὴ ταῦτα μέλει,κατὰ φάος νύκτας τε φίλαςεὐαίωνα διαζῆν,σοφὰν δʼ ἀπέχειν πραπίδα φρένα τεπερισσῶν παρὰ φωτῶν·τὸ πλῆθος ὅ τιτὸ φαυλότερον ἐνόμισε χρῆ-ταί τε, τόδʼ ἂν δεχοίμαν.ΘΕΡΑΠΩΝ
Πενθεῦ, πάρεσμεν τήνδʼ ἄγραν ἠγρευκότεςἐφʼ ἣν ἔπεμψας, οὐδʼ ἄκρανθʼ ὡρμήσαμεν.ὁ θὴρ δʼ ὅδʼ ἡμῖν πρᾶος οὐδʼ ὑπέσπασενφυγῇ πόδʼ, ἀλλʼ ἔδωκεν οὐκ ἄκων χέραςοὐδʼ ὠχρός, οὐδʼ ἤλλαξεν οἰνωπὸν γένυν,γελῶν δὲ καὶ δεῖν κἀπάγειν ἐφίετοἔμενέ τε, τοὐμὸν εὐτρεπὲς ποιούμενος.κἀγὼ διʼ αἰδοῦς εἶπον· Ὦ ξένʼ, οὐχ ἑκὼνἄγω σε, Πενθέως δʼ ὅς μʼ ἔπεμψʼ ἐπιστολαῖς.ἃς δʼ αὖ σὺ βάκχας εἷρξας, ἃς συνήρπασαςκἄδησας ἐν δεσμοῖσι πανδήμου στέγης,φροῦδαί γʼ ἐκεῖναι λελυμέναι πρὸς ὀργάδαςσκιρτῶσι Βρόμιον ἀνακαλούμεναι θεόν·αὐτόματα δʼ αὐταῖς δεσμὰ διελύθη ποδῶνκλῇδές τʼ ἀνῆκαν θύρετρʼ ἄνευ θνητῆς χερός.πολλῶν δʼ ὅδʼ ἁνὴρ θαυμάτων ἥκει πλέωςἐς τάσδε Θήβας. σοὶ δὲ τἄλλα χρὴ μέλειν.ΠΕΝΘΕΥΣ
μέθεσθε χειρῶν τοῦδʼ· ἐν ἄρκυσιν γὰρ ὢνοὐκ ἔστιν οὕτως ὠκὺς ὥστε μʼ ἐκφυγεῖν.ἀτὰρ τὸ μὲν σῶμʼ οὐκ ἄμορφος εἶ, ξένε,ὡς ἐς γυναῖκας, ἐφʼ ὅπερ ἐς Θήβας πάρει·πλόκαμός τε γάρ σου ταναός, οὐ πάλης ὕπο,γένυν παρʼ αὐτὴν κεχυμένος, πόθου πλέως·λευκὴν δὲ χροιὰν ἐκ παρασκευῆς ἔχεις,οὐχ ἡλίου βολαῖσιν, ἀλλʼ ὑπὸ σκιᾶς,τὴν Ἀφροδίτην καλλονῇ θηρώμενος.πρῶτον μὲν οὖν μοι λέξον ὅστις εἶ γένος.ΔΙΟΝΥΣΟΣ
οὐ κόμπος οὐδείς· ῥᾴδιον δʼ εἰπεῖν τόδε.τὸν ἀνθεμώδη Τμῶλον οἶσθά που κλύων.ΠΕΝΘΕΥΣ
οἶδʼ, ὃς τὸ Σάρδεων ἄστυ περιβάλλει κύκλῳ.ΔΙΟΝΥΣΟΣ
ἐντεῦθέν εἰμι, Λυδία δέ μοι πατρίς.ΠΕΝΘΕΥΣ
πόθεν δὲ τελετὰς τάσδʼ ἄγεις ἐς Ἑλλάδα;ΔΙΟΝΥΣΟΣ
Διόνυσος ἡμᾶς εἰσέβησʼ, ὁ τοῦ Διός.ΠΕΝΘΕΥΣ
Ζεὺς δʼ ἔστʼ ἐκεῖ τις, ὃς νέους τίκτει θεούς;ΔΙΟΝΥΣΟΣ
οὔκ, ἀλλʼ ὁ Σεμέλην ἐνθάδε ζεύξας γάμοις.ΠΕΝΘΕΥΣ
πότερα δὲ νύκτωρ σʼ ἢ κατʼ ὄμμʼ ἠνάγκασεν;ΔΙΟΝΥΣΟΣ
ὁρῶν ὁρῶντα, καὶ δίδωσιν ὄργια.ΠΕΝΘΕΥΣ
τὰ δʼ ὄργιʼ ἐστὶ τίνʼ ἰδέαν ἔχοντά σοι;ΔΙΟΝΥΣΟΣ
ἄρρητʼ ἀβακχεύτοισιν εἰδέναι βροτῶν.ΠΕΝΘΕΥΣ
ἔχει δʼ ὄνησιν τοῖσι θύουσιν τίνα;ΔΙΟΝΥΣΟΣ
οὐ θέμις ἀκοῦσαί σʼ, ἔστι δʼ ἄξιʼ εἰδέναι.ΠΕΝΘΕΥΣ
εὖ τοῦτʼ ἐκιβδήλευσας, ἵνʼ ἀκοῦσαι θέλω.ΔΙΟΝΥΣΟΣ
ἀσέβειαν ἀσκοῦντʼ ὄργιʼ ἐχθαίρει θεοῦ.ΠΕΝΘΕΥΣ
τὸν θεὸν ὁρᾶν γὰρ φῂς σαφῶς, ποῖός τις ἦν;ΔΙΟΝΥΣΟΣ
ὁποῖος ἤθελʼ· οὐκ ἐγὼ ʼτασσον τόδε.ΠΕΝΘΕΥΣ
τοῦτʼ αὖ παρωχέτευσας εὖ κοὐδὲν λέγων.ΔΙΟΝΥΣΟΣ
δόξει τις ἀμαθεῖ σοφὰ λέγων οὐκ εὖ φρονεῖν.ΠΕΝΘΕΥΣ
ἦλθες δὲ πρῶτα δεῦρʼ ἄγων τὸν δαίμονα;ΔΙΟΝΥΣΟΣ
πᾶς ἀναχορεύει βαρβάρων τάδʼ ὄργια.ΠΕΝΘΕΥΣ
φρονοῦσι γὰρ κάκιον Ἑλλήνων πολύ.ΔΙΟΝΥΣΟΣ
τάδʼ εὖ γε μᾶλλον· οἱ νόμοι δὲ διάφοροι.ΠΕΝΘΕΥΣ
τὰ δʼ ἱερὰ νύκτωρ ἢ μεθʼ ἡμέραν τελεῖς;ΔΙΟΝΥΣΟΣ
νύκτωρ τὰ πολλά· σεμνότητʼ ἔχει σκότος.ΠΕΝΘΕΥΣ
τοῦτʼ ἐς γυναῖκας δόλιόν ἐστι καὶ σαθρόν.ΔΙΟΝΥΣΟΣ
κἀν ἡμέρᾳ τό γʼ αἰσχρὸν ἐξεύροι τις ἄν.ΠΕΝΘΕΥΣ
δίκην σε δοῦναι δεῖ σοφισμάτων κακῶν.ΔΙΟΝΥΣΟΣ
σὲ δʼ ἀμαθίας γε κἀσεβοῦντʼ ἐς τὸν θεόν.ΠΕΝΘΕΥΣ
ὡς θρασὺς ὁ βάκχος κοὐκ ἀγύμναστος λόγων.ΔΙΟΝΥΣΟΣ
εἴφʼ ὅ τι παθεῖν δεῖ· τί με τὸ δεινὸν ἐργάσῃ;ΠΕΝΘΕΥΣ
πρῶτον μὲν ἁβρὸν βόστρυχον τεμῶ σέθεν.ΔΙΟΝΥΣΟΣ
ἱερὸς ὁ πλόκαμος· τῷ θεῷ δʼ αὐτὸν τρέφω.ΠΕΝΘΕΥΣ
ἔπειτα θύρσον τόνδε παράδος ἐκ χεροῖν.ΔΙΟΝΥΣΟΣ
αὐτός μʼ ἀφαιροῦ· τόνδε Διονύσου φορῶ.ΠΕΝΘΕΥΣ
εἱρκταῖσί τʼ ἔνδον σῶμα σὸν φυλάξομεν.ΔΙΟΝΥΣΟΣ
λύσει μʼ ὁ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω.ΠΕΝΘΕΥΣ
ὅταν γε καλέσῃς αὐτὸν ἐν βάκχαις σταθείς.ΔΙΟΝΥΣΟΣ
καὶ νῦν ἃ πάσχω πλησίον παρὼν ὁρᾷ.ΠΕΝΘΕΥΣ
καὶ ποῦ ʼστιν; οὐ γὰρ φανερὸς ὄμμασίν γʼ ἐμοῖς.ΔΙΟΝΥΣΟΣ
παρʼ ἐμοί· σὺ δʼ ἀσεβὴς αὐτὸς ὢν οὐκ εἰσορᾷς.ΠΕΝΘΕΥΣ
λάζυσθε· καταφρονεῖ με καὶ Θήβας ὅδε.ΔΙΟΝΥΣΟΣ
αὐδῶ με μὴ δεῖν σωφρονῶν οὐ σώφροσιν.ΠΕΝΘΕΥΣ
ἐγὼ δὲ δεῖν γε, κυριώτερος σέθεν.ΔΙΟΝΥΣΟΣ
οὐκ οἶσθʼ ὅ τι ζῇς, οὐδʼ ὃ δρᾷς, οὐδʼ ὅστις εἶ.ΠΕΝΘΕΥΣ
Πενθεύς, Ἀγαύης παῖς, πατρὸς δʼ Ἐχίονος.ΔΙΟΝΥΣΟΣ
ἐνδυστυχῆσαι τοὔνομʼ ἐπιτήδειος εἶ.ΠΕΝΘΕΥΣ
χώρει· καθείρξατʼ αὐτὸν ἱππικαῖς πέλαςφάτναισιν, ὡς ἂν σκότιον εἰσορᾷ κνέφας.ἐκεῖ χόρευε· τάσδε δʼ ἃς ἄγων πάρεικακῶν συνεργοὺς ἢ διεμπολήσομενἢ χεῖρα δούπου τοῦδε καὶ βύρσης κτύπουπαύσας, ἐφʼ ἱστοῖς δμωίδας κεκτήσομαι.ΔΙΟΝΥΣΟΣ
στείχοιμʼ ἄν· ὅ τι γὰρ μὴ χρεών, οὔτοι χρεὼνπαθεῖν. ἀτάρ τοι τῶνδʼ ἄποινʼ ὑβρισμάτωνμέτεισι Διόνυσός σʼ, ὃν οὐκ εἶναι λέγεις·ἡμᾶς γὰρ ἀδικῶν κεῖνον εἰς δεσμοὺς ἄγεις.ΧΟΡΟΣ
Ἀχελῴου θύγατερ,πότνιʼ εὐπάρθενε Δίρκα,σὺ γὰρ ἐν σαῖς ποτε παγαῖςτὸ Διὸς βρέφος ἔλαβες,ὅτε μηρῷ πυρὸς ἐξ ἀ-θανάτου Ζεὺς ὁ τεκὼν ἥρ-πασέ νιν, τάδʼ ἀναβοάσας·Ἴθι, Διθύραμβʼ, ἐμὰν ἄρ-σενα τάνδε βᾶθι νηδύν·ἀναφαίνω σε τόδʼ, ὦ Βάκ-χιε, Θήβαις ὀνομάζειν.σὺ δέ μʼ, ὦ μάκαιρα Δίρκα,στεφανηφόρους ἀπωθῇθιάσους ἔχουσαν ἐν σοί.τί μʼ ἀναίνῃ; τί με φεύγεις;ἔτι ναὶ τὰν βοτρυώδηΔιονύσου χάριν οἴνας,ἔτι σοι τοῦ Βρομίου μελήσει.ΧΟΡΟΣ
οἵαν οἵαν ὀργὰνἀναφαίνει χθόνιονγένος ἐκφύς τε δράκοντόςποτε Πενθεύς, ὃν Ἐχίωνἐφύτευσε χθόνιος,ἀγριωπὸν τέρας, οὐ φῶ-τα βρότειον, φόνιον δʼ ὥσ-τε γίγαντʼ ἀντίπαλον θεοῖς·ὃς ἔμʼ ἐν βρόχοισι τὰν τοῦΒρομίου τάχα ξυνάψει,τὸν ἐμὸν δʼ ἐντὸς ἔχει δώ-ματος ἤδη θιασώτανσκοτίαις κρυπτὸν ἐν εἱρκταῖς.ἐσορᾷς τάδʼ, ὦ Διὸς παῖΔιόνυσε, σοὺς προφήταςἐν ἁμίλλαισιν ἀνάγκας;μόλε, χρυσῶπα τινάσσων,ἄνα, θύρσον κατʼ Ὄλυμπον,φονίου δʼ ἀνδρὸς ὕβριν κατάσχες.ΧΟΡΟΣ
πόθι Νύσας ἄρα τᾶς θη-ροτρόφου θυρσοφορεῖςθιάσους, ὦ Διόνυσʼ, ἢκορυφαῖς Κωρυκίαις;τάχα δʼ ἐν ταῖς πολυδένδρεσ-σιν Ὀλύμπου θαλάμαις, ἔν-θα ποτʼ Ὀρφεὺς κιθαρίζωνσύναγεν δένδρεα μούσαις,σύναγεν θῆρας ἀγρώτας.μάκαρ ὦ Πιερία,σέβεταί σʼ Εὔιος, ἥξειτε χορεύσων ἅμα βακχεύ-μασι, τόν τʼ ὠκυρόανδιαβὰς Ἀξιὸν εἱλισ-σομένας Μαινάδας ἄξει,Λυδίαν πατέρα τε, τὸντᾶς εὐδαιμονίας βροτοῖςὀλβοδόταν, τὸν ἔκλυονεὔιππον χώραν ὕδασινκαλλίστοισι λιπαίνειν.ΔΙΟΝΥΣΟΣ
ἰώ,κλύετʼ ἐμᾶς κλύετʼ αὐδᾶς,ἰὼ βάκχαι, ἰὼ βάκχαι.ΧΟΡΟΣ
τίς ὅδε, τίς ὅδε πόθεν ὁ κέλαδοςἀνά μʼ ἐκάλεσεν Εὐίου;ΔΙΟΝΥΣΟΣ
ἰὼ ἰώ, πάλιν αὐδῶ,ὁ Σεμέλας, ὁ Διὸς παῖς.ΧΟΡΟΣ
ἰὼ ἰὼ δέσποτα δέσποτα,μόλε νυν ἡμέτερον ἐςθίασον, ὦ Βρόμιε Βρόμιε.ΔΙΟΝΥΣΟΣ
σεῖε πέδον χθονὸς Ἔννοσι πότνια.ΧΟΡΟΣ
ἆ ἆ,τάχα τὰ Πενθέως μέλαθρα διατι-νάξεται πεσήμασιν.— ὁ Διόνυσος ἀνὰ μέλαθρα·σέβετέ νιν. — σέβομεν ὤ.— εἴδετε λάινα κίοσιν ἔμβολαδιάδρομα τάδε; Βρόμιος ὅδʼ ἀλα-λάζεται στέγας ἔσω.ΔΙΟΝΥΣΟΣ
ἅπτε κεραύνιον αἴθοπα λαμπάδα·σύμφλεγε σύμφλεγε δώματα Πενθέος.ΧΟΡΟΣ
ἆ ἆ,πῦρ οὐ λεύσσεις, οὐδʼ αὐγάζῃ,Σεμέλας ἱερὸν ἀμφὶ τάφον, ἅνποτε κεραυνόβολος ἔλιπε φλόγαΔίου βροντᾶς;δίκετε πεδόσε τρομερὰ σώματαδίκετε, Μαινάδες· ὁ γὰρ ἄναξἄνω κάτω τιθεὶς ἔπεισιμέλαθρα τάδε Διὸς γόνος.ΔΙΟΝΥΣΟΣ
βάρβαροι γυναῖκες, οὕτως ἐκπεπληγμέναι φόβῳπρὸς πέδῳ πεπτώκατʼ; ᾔσθησθʼ, ὡς ἔοικε, Βακχίουδιατινάξαντος δῶμα Πενθέως· ἀλλʼ ἐξανίστατεσῶμα καὶ θαρσεῖτε σαρκὸς ἐξαμείψασαι τρόμον.ΧΟΡΟΣ
ὦ φάος μέγιστον ἡμῖν εὐίου βακχεύματος,ὡς ἐσεῖδον ἀσμένη σε, μονάδʼ ἔχουσʼ ἐρημίαν.ΔΙΟΝΥΣΟΣ
εἰς ἀθυμίαν ἀφίκεσθʼ, ἡνίκʼ εἰσεπεμπόμην,Πενθέως ὡς ἐς σκοτεινὰς ὁρκάνας πεσούμενος;ΧΟΡΟΣ
πῶς γὰρ οὔ; τίς μοι φύλαξ ἦν, εἰ σὺ συμφορᾶς τύχοις;ἀλλὰ πῶς ἠλευθερώθης ἀνδρὸς ἀνοσίου τυχών;ΔΙΟΝΥΣΟΣ
αὐτὸς ἐξέσῳσʼ ἐμαυτὸν ῥᾳδίως ἄνευ πόνου.ΧΟΡΟΣ
οὐδέ σου συνῆψε χεῖρε δεσμίοισιν ἐν βρόχοις;ΔΙΟΝΥΣΟΣ
ταῦτα καὶ καθύβρισʼ αὐτόν, ὅτι με δεσμεύειν δοκῶνοὔτʼ ἔθιγεν οὔθʼ ἥψαθʼ ἡμῶν, ἐλπίσιν δʼ ἐβόσκετο.πρὸς φάτναις δὲ ταῦρον εὑρών, οὗ καθεῖρξʼ ἡμᾶς ἄγων,τῷδε περὶ βρόχους ἔβαλλε γόνασι καὶ χηλαῖς ποδῶν,θυμὸν ἐκπνέων, ἱδρῶτα σώματος στάζων ἄπο,χείλεσιν διδοὺς ὀδόντας· πλησίον δʼ ἐγὼ παρὼνἥσυχος θάσσων ἔλευσσον. ἐν δὲ τῷδε τῷ χρόνῳἀνετίναξʼ ἐλθὼν ὁ Βάκχος δῶμα καὶ μητρὸς τάφῳπῦρ ἀνῆψʼ· ὃ δʼ ὡς ἐσεῖδε, δώματʼ αἴθεσθαι δοκῶν,ᾖσσʼ ἐκεῖσε κᾆτʼ ἐκεῖσε, δμωσὶν Ἀχελῷον φέρεινἐννέπων, ἅπας δʼ ἐν ἔργῳ δοῦλος ἦν, μάτην πονῶν.διαμεθεὶς δὲ τόνδε μόχθον, ὡς ἐμοῦ πεφευγότος,ἵεται ξίφος κελαινὸν ἁρπάσας δόμων ἔσω.κᾆθʼ ὁ Βρόμιος, ὡς ἔμοιγε φαίνεται, δόξαν λέγω,φάσμʼ ἐποίησεν κατʼ αὐλήν· ὃ δʼ ἐπὶ τοῦθʼ ὡρμημένοςᾖσσε κἀκέντει φαεννὸν αἰθέρʼ, ὡς σφάζων ἐμέ.πρὸς δὲ τοῖσδʼ αὐτῷ τάδʼ ἄλλα Βάκχιος λυμαίνεται·δώματʼ ἔρρηξεν χαμᾶζε· συντεθράνωται δʼ ἅπανπικροτάτους ἰδόντι δεσμοὺς τοὺς ἐμούς· κόπου δʼ ὕποδιαμεθεὶς ξίφος παρεῖται· πρὸς θεὸν γὰρ ὢν ἀνὴρἐς μάχην ἐλθεῖν ἐτόλμησε. ἥσυχος δʼ ἐκβὰς ἐγὼδωμάτων ἥκω πρὸς ὑμᾶς, Πενθέως οὐ φροντίσας.ὡς δέ μοι δοκεῖ — ψοφεῖ γοῦν ἀρβύλη δόμων ἔσω —ἐς προνώπιʼ αὐτίχʼ ἥξει. τί ποτʼ ἄρʼ ἐκ τούτων ἐρεῖ;ῥᾳδίως γὰρ αὐτὸν οἴσω, κἂν πνέων ἔλθῃ μέγα.πρὸς σοφοῦ γὰρ ἀνδρὸς ἀσκεῖν σώφρονʼ εὐοργησίαν.ΠΕΝΘΕΥΣ
πέπονθα δεινά· διαπέφευγέ μʼ ὁ ξένος,ὃς ἄρτι δεσμοῖς ἦν κατηναγκασμένος.ἔα ἔα·ὅδʼ ἐστὶν ἁνήρ· τί τάδε; πῶς προνώπιοςφαίνῃ πρὸς οἴκοις τοῖς ἐμοῖς, ἔξω βεβώς;ΔΙΟΝΥΣΟΣ
στῆσον πόδʼ, ὀργῇ δʼ ὑπόθες ἥσυχον πόδα.ΠΕΝΘΕΥΣ
πόθεν σὺ δεσμὰ διαφυγὼν ἔξω περᾷς;ΔΙΟΝΥΣΟΣ
οὐκ εἶπον—ἢ οὐκ ἤκουσασ—ὅτι λύσει μέ τις;ΠΕΝΘΕΥΣ
τίς; τοὺς λόγους γὰρ ἐσφέρεις καινοὺς ἀεί.ΔΙΟΝΥΣΟΣ
ὃς τὴν πολύβοτρυν ἄμπελον φύει βροτοῖς.ΔΙΟΝΥΣΟΣ
ὠνείδισας δὴ τοῦτο Διονύσῳ καλόν.ΠΕΝΘΕΥΣ
κλῄειν κελεύω πάντα πύργον ἐν κύκλῳ.ΔΙΟΝΥΣΟΣ
τί δʼ; οὐχ ὑπερβαίνουσι καὶ τείχη θεοί;ΠΕΝΘΕΥΣ
σοφὸς σοφὸς σύ, πλὴν ἃ δεῖ σʼ εἶναι σοφόν.ΔΙΟΝΥΣΟΣ
ἃ δεῖ μάλιστα, ταῦτʼ ἔγωγʼ ἔφυν σοφός.κείνου δʼ ἀκούσας πρῶτα τοὺς λόγους μάθε,ὃς ἐξ ὄρους πάρεστιν ἀγγελῶν τί σοι·ἡμεῖς δέ σοι μενοῦμεν, οὐ φευξούμεθα.ΑΓΓΕΛΟΣ
Πενθεῦ κρατύνων τῆσδε Θηβαίας χθονός,ἥκω Κιθαιρῶνʼ ἐκλιπών, ἵνʼ οὔποτελευκῆς χιόνος ἀνεῖσαν εὐαγεῖς βολαί.ΠΕΝΘΕΥΣ
ἥκεις δὲ ποίαν προστιθεὶς σπουδὴν λόγου;ΑΓΓΕΛΟΣ
βάκχας ποτνιάδας εἰσιδών, αἳ τῆσδε γῆςοἴστροισι λευκὸν κῶλον ἐξηκόντισαν,ἥκω φράσαι σοὶ καὶ πόλει χρῄζων, ἄναξ,ὡς δεινὰ δρῶσι θαυμάτων τε κρείσσονα.θέλω δʼ ἀκοῦσαι, πότερά σοι παρρησίᾳφράσω τὰ κεῖθεν ἢ λόγον στειλώμεθα·τὸ γὰρ τάχος σου τῶν φρενῶν δέδοικʼ, ἄναξ,καὶ τοὐξύθυμον καὶ τὸ βασιλικὸν λίαν.ΠΕΝΘΕΥΣ
λέγʼ, ὡς ἀθῷος ἐξ ἐμοῦ πάντως ἔσῃ.τοῖς γὰρ δικαίοις οὐχὶ θυμοῦσθαι χρεών.ὅσῳ δʼ ἂν εἴπῃς δεινότερα βακχῶν πέρι,τοσῷδε μᾶλλον τὸν ὑποθέντα τὰς τέχναςγυναιξὶ τόνδε τῇ δίκῃ προσθήσομεν.ΑΓΓΕΛΟΣ
ἀγελαῖα μὲν βοσκήματʼ ἄρτι πρὸς λέπαςμόσχων ὑπεξήκριζον, ἡνίχʼ ἥλιοςἀκτῖνας ἐξίησι θερμαίνων χθόνα.ὁρῶ δὲ θιάσους τρεῖς γυναικείων χορῶν,ὧν ἦρχʼ ἑνὸς μὲν Αὐτονόη, τοῦ δευτέρουμήτηρ Ἀγαύη σή, τρίτου δʼ Ἰνὼ χοροῦ.ηὗδον δὲ πᾶσαι σώμασιν παρειμέναι,αἳ μὲν πρὸς ἐλάτης νῶτʼ ἐρείσασαι φόβην,αἳ δʼ ἐν δρυὸς φύλλοισι πρὸς πέδῳ κάραεἰκῇ βαλοῦσαι σωφρόνως, οὐχ ὡς σὺ φῂςᾠνωμένας κρατῆρι καὶ λωτοῦ ψόφῳθηρᾶν καθʼ ὕλην Κύπριν ἠρημωμένας.ἡ σὴ δὲ μήτηρ ὠλόλυξεν ἐν μέσαιςσταθεῖσα βάκχαις, ἐξ ὕπνου κινεῖν δέμας,μυκήμαθʼ ὡς ἤκουσε κεροφόρων βοῶν.αἳ δʼ ἀποβαλοῦσαι θαλερὸν ὀμμάτων ὕπνονἀνῇξαν ὀρθαί, θαῦμʼ ἰδεῖν εὐκοσμίας,νέαι παλαιαὶ παρθένοι τʼ ἔτʼ ἄζυγες.καὶ πρῶτα μὲν καθεῖσαν εἰς ὤμους κόμαςνεβρίδας τʼ ἀνεστείλανθʼ ὅσαισιν ἁμμάτωνσύνδεσμʼ ἐλέλυτο, καὶ καταστίκτους δορὰςὄφεσι κατεζώσαντο λιχμῶσιν γένυν.αἳ δʼ ἀγκάλαισι δορκάδʼ ἢ σκύμνους λύκωνἀγρίους ἔχουσαι λευκὸν ἐδίδοσαν γάλα,ὅσαις νεοτόκοις μαστὸς ἦν σπαργῶν ἔτιβρέφη λιπούσαις· ἐπὶ δʼ ἔθεντο κισσίνουςστεφάνους δρυός τε μίλακός τʼ ἀνθεσφόρου.θύρσον δέ τις λαβοῦσʼ ἔπαισεν ἐς πέτραν,ὅθεν δροσώδης ὕδατος ἐκπηδᾷ νοτίς·ἄλλη δὲ νάρθηκʼ ἐς πέδον καθῆκε γῆς,καὶ τῇδε κρήνην ἐξανῆκʼ οἴνου θεός·ὅσαις δὲ λευκοῦ πώματος πόθος παρῆν,ἄκροισι δακτύλοισι διαμῶσαι χθόναγάλακτος ἑσμοὺς εἶχον· ἐκ δὲ κισσίνωνθύρσων γλυκεῖαι μέλιτος ἔσταζον ῥοαί.ὥστʼ, εἰ παρῆσθα, τὸν θεὸν τὸν νῦν ψέγειςεὐχαῖσιν ἂν μετῆλθες εἰσιδὼν τάδε.ξυνήλθομεν δὲ βουκόλοι καὶ ποιμένες,κοινῶν λόγων δώσοντες ἀλλήλοις ἔρινὡς δεινὰ δρῶσι θαυμάτων τʼ ἐπάξια·καί τις πλάνης κατʼ ἄστυ καὶ τρίβων λόγωνἔλεξεν εἰς ἅπαντας· Ὦ σεμνὰς πλάκαςναίοντες ὀρέων, θέλετε θηρασώμεθαΠενθέως Ἀγαύην μητέρʼ ἐκ βακχευμάτωνχάριν τʼ ἄνακτι θώμεθα; εὖ δʼ ἡμῖν λέγεινἔδοξε, θάμνων δʼ ἐλλοχίζομεν φόβαιςκρύψαντες αὑτούς· αἳ δὲ τὴν τεταγμένηνὥραν ἐκίνουν θύρσον ἐς βακχεύματα,Ἴακχον ἀθρόῳ στόματι τὸν Διὸς γόνονΒρόμιον καλοῦσαι· πᾶν δὲ συνεβάκχευʼ ὄροςκαὶ θῆρες, οὐδὲν δʼ ἦν ἀκίνητον δρόμῳ.κυρεῖ δʼ Ἀγαύη πλησίον θρῴσκουσά μου·κἀγὼ ʼξεπήδησʼ ὡς συναρπάσαι θέλων,λόχμην κενώσας ἔνθʼ ἐκρυπτόμην δέμας.ἣ δʼ ἀνεβόησεν· Ὦ δρομάδες ἐμαὶ κύνες,θηρώμεθʼ ἀνδρῶν τῶνδʼ ὕπʼ· ἀλλʼ ἕπεσθέ μοι,ἕπεσθε θύρσοις διὰ χερῶν ὡπλισμέναι.ἡμεῖς μὲν οὖν φεύγοντες ἐξηλύξαμενβακχῶν σπαραγμόν, αἳ δὲ νεμομέναις χλόηνμόσχοις ἐπῆλθον χειρὸς ἀσιδήρου μέτα.καὶ τὴν μὲν ἂν προσεῖδες εὔθηλον πόρινμυκωμένην ἔχουσαν ἐν χεροῖν δίχα,ἄλλαι δὲ δαμάλας διεφόρουν σπαράγμασιν.εἶδες δʼ ἂν ἢ πλεύρʼ ἢ δίχηλον ἔμβασινῥιπτόμενʼ ἄνω τε καὶ κάτω· κρεμαστὰ δὲἔσταζʼ ὑπʼ ἐλάταις ἀναπεφυρμένʼ αἵματι.ταῦροι δʼ ὑβρισταὶ κἀς κέρας θυμούμενοιτὸ πρόσθεν ἐσφάλλοντο πρὸς γαῖαν δέμας,μυριάσι χειρῶν ἀγόμενοι νεανίδων.θᾶσσον δὲ διεφοροῦντο σαρκὸς ἐνδυτὰἢ σὲ ξυνάψαι βλέφαρα βασιλείοις κόραις.χωροῦσι δʼ ὥστʼ ὄρνιθες ἀρθεῖσαι δρόμῳπεδίων ὑποτάσεις, αἳ παρʼ Ἀσωποῦ ῥοαῖςεὔκαρπον ἐκβάλλουσι Θηβαίων στάχυν·Ὑσιάς τʼ Ἐρυθράς θʼ, αἳ Κιθαιρῶνος λέπαςνέρθεν κατῳκήκασιν, ὥστε πολέμιοι,ἐπεσπεσοῦσαι πάντʼ ἄνω τε καὶ κάτωδιέφερον· ἥρπαζον μὲν ἐκ δόμων τέκνα·ὁπόσα δʼ ἐπʼ ὤμοις ἔθεσαν, οὐ δεσμῶν ὕποπροσείχετʼ οὐδʼ ἔπιπτεν ἐς μέλαν πέδον,οὐ χαλκός, οὐ σίδηρος· ἐπὶ δὲ βοστρύχοιςπῦρ ἔφερον, οὐδʼ ἔκαιεν. οἳ δʼ ὀργῆς ὕποἐς ὅπλʼ ἐχώρουν φερόμενοι βακχῶν ὕπο·οὗπερ τὸ δεινὸν ἦν θέαμʼ ἰδεῖν, ἄναξ.τοῖς μὲν γὰρ οὐχ ᾕμασσε λογχωτὸν βέλος,κεῖναι δὲ θύρσους ἐξανιεῖσαι χερῶνἐτραυμάτιζον κἀπενώτιζον φυγῇγυναῖκες ἄνδρας, οὐκ ἄνευ θεῶν τινος.πάλιν δʼ ἐχώρουν ὅθεν ἐκίνησαν πόδα,κρήνας ἐπʼ αὐτὰς ἃς ἀνῆκʼ αὐταῖς θεός.νίψαντο δʼ αἷμα, σταγόνα δʼ ἐκ παρηίδωνγλώσσῃ δράκοντες ἐξεφαίδρυνον χροός.τὸν δαίμονʼ οὖν τόνδʼ ὅστις ἔστʼ, ὦ δέσποτα,δέχου πόλει τῇδʼ· ὡς τά τʼ ἄλλʼ ἐστὶν μέγας,κἀκεῖνό φασιν αὐτόν, ὡς ἐγὼ κλύω,τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς.οἴνου δὲ μηκέτʼ ὄντος οὐκ ἔστιν Κύπριςοὐδʼ ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποις ἔτι.ΧΟΡΟΣ
ταρβῶ μὲν εἰπεῖν τοὺς λόγους ἐλευθέρουςπρὸς τὸν τύραννον, ἀλλʼ ὅμως εἰρήσεται·Διόνυσος ἥσσων οὐδενὸς θεῶν ἔφυ.ΠΕΝΘΕΥΣ
ἤδη τόδʼ ἐγγὺς ὥστε πῦρ ὑφάπτεταιὕβρισμα βακχῶν, ψόγος ἐς Ἕλληνας μέγας.ἀλλʼ οὐκ ὀκνεῖν δεῖ· στεῖχʼ ἐπʼ Ἠλέκτρας ἰὼνπύλας· κέλευε πάντας ἀσπιδηφόρουςἵππων τʼ ἀπαντᾶν ταχυπόδων ἐπεμβάταςπέλτας θʼ ὅσοι πάλλουσι καὶ τόξων χερὶψάλλουσι νευράς, ὡς ἐπιστρατεύσομενβάκχαισιν· οὐ γὰρ ἀλλʼ ὑπερβάλλει τάδε,εἰ πρὸς γυναικῶν πεισόμεσθʼ ἃ πάσχομεν.ΔΙΟΝΥΣΟΣ
πείθῃ μὲν οὐδέν, τῶν ἐμῶν λόγων κλύων,Πενθεῦ· κακῶς δὲ πρὸς σέθεν πάσχων ὅμωςοὔ φημι χρῆναί σʼ ὅπλʼ ἐπαίρεσθαι θεῷ,ἀλλʼ ἡσυχάζειν· Βρόμιος οὐκ ἀνέξεταικινοῦντα βάκχας σʼ εὐίων ὀρῶν ἄπο.ΠΕΝΘΕΥΣ
οὐ μὴ φρενώσεις μʼ, ἀλλὰ δέσμιος φυγὼνσῴσῃ τόδʼ; ἢ σοὶ πάλιν ἀναστρέψω δίκην;ΔΙΟΝΥΣΟΣ
θύοιμʼ ἂν αὐτῷ μᾶλλον ἢ θυμούμενοςπρὸς κέντρα λακτίζοιμι θνητὸς ὢν θεῷ.ΠΕΝΘΕΥΣ
θύσω, φόνον γε θῆλυν, ὥσπερ ἄξιαι,πολὺν ταράξας ἐν Κιθαιρῶνος πτυχαῖς.ΔΙΟΝΥΣΟΣ
φεύξεσθε πάντες· καὶ τόδʼ αἰσχρόν, ἀσπίδαςθύρσοισι βακχῶν ἐκτρέπειν χαλκηλάτουςΠΕΝΘΕΥΣ
ἀπόρῳ γε τῷδε συμπεπλέγμεθα ξένῳ,ὃς οὔτε πάσχων οὔτε δρῶν σιγήσεται.ΔΙΟΝΥΣΟΣ
ὦ τᾶν, ἔτʼ ἔστιν εὖ καταστῆσαι τάδε.ΠΕΝΘΕΥΣ
τί δρῶντα; δουλεύοντα δουλείαις ἐμαῖς;ΔΙΟΝΥΣΟΣ
ἐγὼ γυναῖκας δεῦρʼ ὅπλων ἄξω δίχα.ΠΕΝΘΕΥΣ
οἴμοι· τόδʼ ἤδη δόλιον ἔς με μηχανᾷ.ΔΙΟΝΥΣΟΣ
ποῖόν τι, σῷσαί σʼ εἰ θέλω τέχναις ἐμαῖς;ΠΕΝΘΕΥΣ
ξυνέθεσθε κοινῇ τάδʼ, ἵνα βακχεύητʼ ἀεί.ΔΙΟΝΥΣΟΣ
καὶ μὴν ξυνεθέμην—τοῦτό γʼ ἔστι—τῷ θεῷ.ΠΕΝΘΕΥΣ
ἐκφέρετέ μοι δεῦρʼ ὅπλα, σὺ δὲ παῦσαι λέγων.ΔΙΟΝΥΣΟΣ
ἆ.βούλῃ σφʼ ἐν ὄρεσι συγκαθημένας ἰδεῖν;ΠΕΝΘΕΥΣ
μάλιστα, μυρίον γε δοὺς χρυσοῦ σταθμόν.ΔΙΟΝΥΣΟΣ
τί δʼ εἰς ἔρωτα τοῦδε πέπτωκας μέγαν;ΠΕΝΘΕΥΣ
λυπρῶς νιν εἰσίδοιμʼ ἂν ἐξῳνωμένας.ΔΙΟΝΥΣΟΣ
ὅμως δʼ ἴδοις ἂν ἡδέως ἅ σοι πικρά;ΠΕΝΘΕΥΣ
σάφʼ ἴσθι, σιγῇ γʼ ὑπʼ ἐλάταις καθήμενος.ΔΙΟΝΥΣΟΣ
ἀλλʼ ἐξιχνεύσουσίν σε, κἂν ἔλθῃς λάθρᾳ.ΠΕΝΘΕΥΣ
ἀλλʼ ἐμφανῶς· καλῶς γὰρ ἐξεῖπας τάδε.ΔΙΟΝΥΣΟΣ
ἄγωμεν οὖν σε κἀπιχειρήσεις ὁδῷ;ΠΕΝΘΕΥΣ
ἄγʼ ὡς τάχιστα, τοῦ χρόνου δέ σοι φθονῶ.ΔΙΟΝΥΣΟΣ
στεῖλαί νυν ἀμφὶ χρωτὶ βυσσίνους πέπλους.ΠΕΝΘΕΥΣ
τί δὴ τόδʼ; ἐς γυναῖκας ἐξ ἀνδρὸς τελῶ;ΔΙΟΝΥΣΟΣ
μή σε κτάνωσιν, ἢν ἀνὴρ ὀφθῇς ἐκεῖ.ΠΕΝΘΕΥΣ
εὖ γʼ εἶπας αὖ τόδʼ· ὥς τις εἶ πάλαι σοφός.ΔΙΟΝΥΣΟΣ
Διόνυσος ἡμᾶς ἐξεμούσωσεν τάδε.ΠΕΝΘΕΥΣ
πῶς οὖν γένοιτʼ ἂν ἃ σύ με νουθετεῖς καλῶς;ΔΙΟΝΥΣΟΣ
ἐγὼ στελῶ σε δωμάτων ἔσω μολών.ΠΕΝΘΕΥΣ
τίνα στολήν; ἦ θῆλυν; ἀλλʼ αἰδώς μʼ ἔχει.ΔΙΟΝΥΣΟΣ
οὐκέτι θεατὴς μαινάδων πρόθυμος εἶ.ΠΕΝΘΕΥΣ
στολὴν δὲ τίνα φῂς ἀμφὶ χρῶτʼ ἐμὸν βαλεῖν;ΔΙΟΝΥΣΟΣ
κόμην μὲν ἐπὶ σῷ κρατὶ ταναὸν ἐκτενῶ.ΠΕΝΘΕΥΣ
τὸ δεύτερον δὲ σχῆμα τοῦ κόσμου τί μοι;ΔΙΟΝΥΣΟΣ
πέπλοι ποδήρεις· ἐπὶ κάρᾳ δʼ ἔσται μίτρα.ΠΕΝΘΕΥΣ
ἦ καί τι πρὸς τοῖσδʼ ἄλλο προσθήσεις ἐμοί;ΔΙΟΝΥΣΟΣ
θύρσον γε χειρὶ καὶ νεβροῦ στικτὸν δέρας.ΠΕΝΘΕΥΣ
οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν.ΔΙΟΝΥΣΟΣ
ἀλλʼ αἷμα θήσεις συμβαλὼν βάκχαις μάχην.ΠΕΝΘΕΥΣ
ὀρθῶς· μολεῖν χρὴ πρῶτον εἰς κατασκοπήν.ΔΙΟΝΥΣΟΣ
σοφώτερον γοῦν ἢ κακοῖς θηρᾶν κακά.ΠΕΝΘΕΥΣ
καὶ πῶς διʼ ἄστεως εἶμι Καδμείους λαθών;ΔΙΟΝΥΣΟΣ
ὁδοὺς ἐρήμους ἴμεν· ἐγὼ δʼ ἡγήσομαι.ΠΕΝΘΕΥΣ
πᾶν κρεῖσσον ὥστε μὴ ʼγγελᾶν βάκχας ἐμοί.ἐλθόντʼ ἐς οἴκους ἃν δοκῇ βουλεύσομαι.ΔΙΟΝΥΣΟΣ
ἔξεστι· πάντῃ τό γʼ ἐμὸν εὐτρεπὲς πάρα.ΠΕΝΘΕΥΣ
στείχοιμʼ ἄν· ἢ γὰρ ὅπλʼ ἔχων πορεύσομαιἢ τοῖσι σοῖσι πείσομαι βουλεύμασιν.ΔΙΟΝΥΣΟΣ
γυναῖκες, ἁνὴρ ἐς βόλον καθίσταται,ἥξει δὲ βάκχας, οὗ θανὼν δώσει δίκην.Διόνυσε, νῦν σὸν ἔργον· οὐ γὰρ εἶ πρόσω·τεισώμεθʼ αὐτόν. πρῶτα δʼ ἔκστησον φρενῶν,ἐνεὶς ἐλαφρὰν λύσσαν· ὡς φρονῶν μὲν εὖοὐ μὴ θελήσῃ θῆλυν ἐνδῦναι στολήν,ἔξω δʼ ἐλαύνων τοῦ φρονεῖν ἐνδύσεται.χρῄζω δέ νιν γέλωτα Θηβαίοις ὀφλεῖνγυναικόμορφον ἀγόμενον διʼ ἄστεωςἐκ τῶν ἀπειλῶν τῶν πρίν, αἷσι δεινὸς ἦν.ἀλλʼ εἶμι κόσμον ὅνπερ εἰς Ἅιδου λαβὼνἄπεισι μητρὸς ἐκ χεροῖν κατασφαγείς,Πενθεῖ προσάψων· γνώσεται δὲ τὸν ΔιὸςΔιόνυσον, ὃς πέφυκεν ἐν τέλει θεός,δεινότατος, ἀνθρώποισι δʼ ἠπιώτατος.ΧΟΡΟΣ
ἆρʼ ἐν παννυχίοις χοροῖςθήσω ποτὲ λευκὸνπόδʼ ἀναβακχεύουσα, δέρανεἰς αἰθέρα δροσερὸν ῥίπτουσʼ,ὡς νεβρὸς χλοεραῖς ἐμπαί-ζουσα λείμακος ἡδοναῖς,ἡνίκʼ ἂν φοβερὰν φύγῃθήραν ἔξω φυλακᾶςεὐπλέκτων ὑπὲρ ἀρκύων,θωΰσσων δὲ κυναγέταςσυντείνῃ δράμημα κυνῶν·μόχθοις τʼ ὠκυδρόμοις τʼ ἀέλ-λαις θρῴσκει πεδίονπαραποτάμιον, ἡδομέναβροτῶν ἐρημίαις σκιαρο-κόμοιό τʼ ἔρνεσιν ὕλας.τί τὸ σοφόν; ἢ τί τὸ κάλλιονπαρὰ θεῶν γέρας ἐν βροτοῖςἢ χεῖρʼ ὑπὲρ κορυφᾶςτῶν ἐχθρῶν κρείσσω κατέχειν;ὅ τι καλὸν φίλον ἀεί.ΧΟΡΟΣ
ὁρμᾶται μόλις, ἀλλʼ ὅμωςπιστόν τι τὸ θεῖονσθένος· ἀπευθύνει δὲ βροτῶντούς τʼ ἀγνωμοσύναν τιμῶν-τας καὶ μὴ τὰ θεῶν αὔξον-τας σὺν μαινομένᾳ δόξᾳ.κρυπτεύουσι δὲ ποικίλωςδαρὸν χρόνου πόδα καὶθηρῶσιν τὸν ἄσεπτον. οὐγὰρ κρεῖσσόν ποτε τῶν νόμωνγιγνώσκειν χρὴ καὶ μελετᾶν.κούφα γὰρ δαπάνα νομί-ζειν ἰσχὺν τόδʼ ἔχειν,ὅ τι ποτʼ ἄρα τὸ δαιμόνιον,τό τʼ ἐν χρόνῳ μακρῷ νόμιμονἀεὶ φύσει τε πεφυκός.τί τὸ σοφόν; ἢ τί τὸ κάλλιονπαρὰ θεῶν γέρας ἐν βροτοῖςἢ χεῖρʼ ὑπὲρ κορυφᾶςτῶν ἐχθρῶν κρείσσω κατέχειν;ὅ τι καλὸν φίλον ἀεί.ΧΟΡΟΣ
εὐδαίμων μὲν ὃς ἐκ θαλάσσαςἔφυγε χεῖμα, λιμένα δʼ ἔκιχεν·εὐδαίμων δʼ ὃς ὕπερθε μόχθωνἐγένεθʼ· ἑτέρᾳ δʼ ἕτερος ἕτερονὄλβῳ καὶ δυνάμει παρῆλθεν.μυρίαι δʼ ἔτι μυρίοιςεἰσὶν ἐλπίδες· αἳ μὲντελευτῶσιν ἐν ὄλβῳβροτοῖς, αἳ δʼ ἀπέβησαν·τὸ δὲ κατʼ ἦμαρ ὅτῳ βίοτοςεὐδαίμων, μακαρίζω.ΔΙΟΝΥΣΟΣ
σὲ τὸν πρόθυμον ὄνθʼ ἃ μὴ χρεὼν ὁρᾶνσπεύδοντά τʼ ἀσπούδαστα, Πενθέα λέγω,ἔξιθι πάροιθε δωμάτων, ὄφθητί μοι,σκευὴν γυναικὸς μαινάδος βάκχης ἔχων,μητρός τε τῆς σῆς καὶ λόχου κατάσκοπος·πρέπεις δὲ Κάδμου θυγατέρων μορφὴν μιᾷ.ΠΕΝΘΕΥΣ
καὶ μὴν ὁρᾶν μοι δύο μὲν ἡλίους δοκῶ,δισσὰς δὲ Θήβας καὶ πόλισμʼ ἑπτάστομον·καὶ ταῦρος ἡμῖν πρόσθεν ἡγεῖσθαι δοκεῖςκαὶ σῷ κέρατα κρατὶ προσπεφυκέναι.ἀλλʼ ἦ ποτʼ ἦσθα θήρ; τεταύρωσαι γὰρ οὖν.ΔΙΟΝΥΣΟΣ
ὁ θεὸς ὁμαρτεῖ, πρόσθεν ὢν οὐκ εὐμενής,ἔνσπονδος ἡμῖν· νῦν δʼ ὁρᾷς ἃ χρή σʼ ὁρᾶν.ΠΕΝΘΕΥΣ
τί φαίνομαι δῆτʼ; οὐχὶ τὴν Ἰνοῦς στάσινἢ τὴν Ἀγαύης ἑστάναι, μητρός γʼ ἐμῆς;ΔΙΟΝΥΣΟΣ
αὐτὰς ἐκείνας εἰσορᾶν δοκῶ σʼ ὁρῶν.ἀλλʼ ἐξ ἕδρας σοι πλόκαμος ἐξέστηχʼ ὅδε,οὐχ ὡς ἐγώ νιν ὑπὸ μίτρᾳ καθήρμοσα.ΠΕΝΘΕΥΣ
ἔνδον προσείων αὐτὸν ἀνασείων τʼ ἐγὼκαὶ βακχιάζων ἐξ ἕδρας μεθώρμισα.ΔΙΟΝΥΣΟΣ
ἀλλʼ αὐτὸν ἡμεῖς, οἷς σε θεραπεύειν μέλει,πάλιν καταστελοῦμεν· ἀλλʼ ὄρθου κάρα.ΠΕΝΘΕΥΣ
ἰδού, σὺ κόσμει· σοὶ γὰρ ἀνακείμεσθα δή.ΔΙΟΝΥΣΟΣ
ζῶναί τέ σοι χαλῶσι κοὐχ ἑξῆς πέπλωνστολίδες ὑπὸ σφυροῖσι τείνουσιν σέθεν.ΠΕΝΘΕΥΣ
κἀμοὶ δοκοῦσι παρά γε δεξιὸν πόδα·τἀνθένδε δʼ ὀρθῶς παρὰ τένοντʼ ἔχει πέπλος.ΔΙΟΝΥΣΟΣ
ἦ πού με τῶν σῶν πρῶτον ἡγήσῃ φίλων,ὅταν παρὰ λόγον σώφρονας βάκχας ἴδῃς.ΠΕΝΘΕΥΣ
πότερα δὲ θύρσον δεξιᾷ λαβὼν χερὶἢ τῇδε, βάκχῃ μᾶλλον εἰκασθήσομαι;ΔΙΟΝΥΣΟΣ
ἐν δεξιᾷ χρὴ χἅμα δεξιῷ ποδὶαἴρειν νιν· αἰνῶ δʼ ὅτι μεθέστηκας φρενῶν.ΠΕΝΘΕΥΣ
ἆρʼ ἂν δυναίμην τὰς Κιθαιρῶνος πτυχὰςαὐταῖσι βάκχαις τοῖς ἐμοῖς ὤμοις φέρειν;ΔΙΟΝΥΣΟΣ
δύναιʼ ἄν, εἰ βούλοιο· τὰς δὲ πρὶν φρέναςοὐκ εἶχες ὑγιεῖς, νῦν δʼ ἔχεις οἵας σε δεῖ.ΠΕΝΘΕΥΣ
μοχλοὺς φέρωμεν; ἢ χεροῖν ἀνασπάσωκορυφαῖς ὑποβαλὼν ὦμον ἢ βραχίονα;ΔΙΟΝΥΣΟΣ
μὴ σύ γε τὰ Νυμφῶν διολέσῃς ἱδρύματακαὶ Πανὸς ἕδρας ἔνθʼ ἔχει συρίγματα.ΠΕΝΘΕΥΣ
καλῶς ἔλεξας· οὐ σθένει νικητέονγυναῖκας· ἐλάταισιν δʼ ἐμὸν κρύψω δέμας.ΔΙΟΝΥΣΟΣ
κρύψῃ σὺ κρύψιν ἥν σε κρυφθῆναι χρεών,ἐλθόντα δόλιον μαινάδων κατάσκοπον.ΠΕΝΘΕΥΣ
καὶ μὴν δοκῶ σφᾶς ἐν λόχμαις ὄρνιθας ὣςλέκτρων ἔχεσθαι φιλτάτοις ἐν ἕρκεσιν.ΔΙΟΝΥΣΟΣ
οὐκοῦν ἐπʼ αὐτὸ τοῦτʼ ἀποστέλλῃ φύλαξ·λήψῃ δʼ ἴσως σφᾶς, ἢν σὺ μὴ ληφθῇς πάρος.ΠΕΝΘΕΥΣ
κόμιζε διὰ μέσης με Θηβαίας χθονός·μόνος γὰρ αὐτῶν εἰμʼ ἀνὴρ τολμῶν τόδε.ΔΙΟΝΥΣΟΣ
μόνος σὺ πόλεως τῆσδʼ ὑπερκάμνεις, μόνος·τοιγάρ σʼ ἀγῶνες ἀναμένουσιν οὓς ἐχρῆν.ἕπου δέ· πομπὸς δʼ εἶμʼ ἐγὼ σωτήριος,κεῖθεν δʼ ἀπάξει σʼ ἄλλος.ΠΕΝΘΕΥΣ
ἡ τεκοῦσά γε.ΔΙΟΝΥΣΟΣ
ἐπίσημον ὄντα πᾶσιν.ΠΕΝΘΕΥΣ
ἐπὶ τόδʼ ἔρχομαι.ΔΙΟΝΥΣΟΣ
φερόμενος ἥξειςΠΕΝΘΕΥΣ
ἁβρότητʼ ἐμὴν λέγεις.ΔΙΟΝΥΣΟΣ
ἐν χερσὶ μητρός.ΠΕΝΘΕΥΣ
καὶ τρυφᾶν μʼ ἀναγκάσεις.ΔΙΟΝΥΣΟΣ
τρυφάς γε τοιάσδε.ΠΕΝΘΕΥΣ
ἀξίων μὲν ἅπτομαι.ΔΙΟΝΥΣΟΣ
δεινὸς σὺ δεινὸς κἀπὶ δείνʼ ἔρχῃ πάθη,ὥστʼ οὐρανῷ στηρίζον εὑρήσεις κλέος.ἔκτεινʼ, Ἀγαύη, χεῖρας αἵ θʼ ὁμόσποροιΚάδμου θυγατέρες· τὸν νεανίαν ἄγωτόνδʼ εἰς ἀγῶνα μέγαν, ὁ νικήσων δʼ ἐγὼκαὶ Βρόμιος ἔσται. τἄλλα δʼ αὐτὸ σημανεῖ.ΧΟΡΟΣ
ἴτε θοαὶ Λύσσας κύνες ἴτʼ εἰς ὄρος,θίασον ἔνθʼ ἔχουσι Κάδμου κόραι,ἀνοιστρήσατέ νινἐπὶ τὸν ἐν γυναικομίμῳ στολᾷλυσσώδη κατάσκοπον μαινάδων.μάτηρ πρῶτά νιν λευρᾶς ἀπὸ πέτραςἢ σκόλοπος ὄψεταιδοκεύοντα, μαινάσιν δʼ ἀπύσει·Τίς ὅδʼ ὀρειδρόμωνμαστὴρ Καδμείων ἐς ὄρος ἐς ὄρος ἔμολʼἔμολεν, ὦ βάκχαι; τίς ἄρα νιν ἔτεκεν;οὐ γὰρ ἐξ αἵματοςγυναικῶν ἔφυ, λεαίνας δέ τινοςὅδʼ ἢ Γοργόνων Λιβυσσᾶν γένος.ἴτω δίκα φανερός, ἴτω ξιφηφόροςφονεύουσα λαιμῶν διαμπὰξτὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονοςγόνον γηγενῆ.ΧΟΡΟΣ
ὃς ἀδίκῳ γνώμᾳ παρανόμῳ τʼ ὀργᾷπερὶ σὰ Βάκχιʼ, ὄργια ματρός τε σᾶςμανείσᾳ πραπίδιπαρακόπῳ τε λήματι στέλλεται,τἀνίκατον ὡς κρατήσων βίᾳ,γνωμᾶν σωφρόνα θάνατος ἀπροφάσι-στος ἐς τὰ θεῶν ἔφυ·βροτείως τʼ ἔχειν ἄλυπος βίος.τὸ σοφὸν οὐ φθονῶ·χαίρω θηρεύουσα· τὰ δʼ ἕτερα μεγάλαφανερά τʼ· ὤ, νάειν ἐπὶ τὰ καλὰ βίον,ἦμαρ ἐς νύκτα τʼ εὐ-αγοῦντʼ εὐσεβεῖν, τὰ δʼ ἔξω νόμιμαδίκας ἐκβαλόντα τιμᾶν θεούς.ἴτω δίκα φανερός, ἴτω ξιφηφόροςφονεύουσα λαιμῶν διαμπὰξτὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονοςτόκον γηγενῆ.ΧΟΡΟΣ
φάνηθι ταῦρος ἢ πολύκρανος ἰδεῖνδράκων ἢ πυριφλέγων ὁρᾶσθαι λέων.ἴθʼ, ὦ Βάκχε, θηραγρευτᾷ βακχᾶνγελῶντι προσώπῳ περίβαλε βρόχονθανάσιμον ὑπʼ ἀγέλαν πεσόν-τι τὰν μαινάδων.ΑΓΓΕΛΟΣ Β
ὦ δῶμʼ ὃ πρίν ποτʼ εὐτύχεις ἀνʼ Ἑλλάδα,Σιδωνίου γέροντος, ὃς τὸ γηγενὲςδράκοντος ἔσπειρʼ Ὄφεος ἐν γαίᾳ θέρος,ὥς σε στενάζω, δοῦλος ὢν μέν, ἀλλʼ ὅμωςχρηστοῖσι δούλοις συμφορὰ τὰ δεσποτῶν.ΧΟΡΟΣ
τί δʼ ἔστιν; ἐκ βακχῶν τι μηνύεις νέον;ΑΓΓΕΛΟΣ Β
Πενθεὺς ὄλωλεν, παῖς Ἐχίονος πατρός.ΧΟΡΟΣ
ὦναξ Βρόμιε, θεὸς φαίνῃ μέγας.ΑΓΓΕΛΟΣ Β
πῶς φῄς; τί τοῦτʼ ἔλεξας; ἦ ʼπὶ τοῖς ἐμοῖςχαίρεις κακῶς πράσσουσι δεσπόταις, γύναι;ΧΟΡΟΣ
εὐάζω ξένα μέλεσι βαρβάροις·οὐκέτι γὰρ δεσμῶν ὑπὸ φόβῳ πτήσσω.ΑΓΓΕΛΟΣ Β
Θήβας δʼ ἀνάνδρους ὧδʼ ἄγειςΧΟΡΟΣ
ὁ Διόνυσος ὁ Διόνυσος, οὐ Θῆβαικράτος ἔχουσʼ ἐμόν.ΑΓΓΕΛΟΣ Β
συγγνωστὰ μέν σοι, πλὴν ἐπʼ ἐξειργασμένοιςκακοῖσι χαίρειν, ὦ γυναῖκες, οὐ καλόν.ΧΟΡΟΣ
ἔννεπέ μοι, φράσον, τίνι μόρῳ θνῄσκειἄδικος ἄδικά τʼ ἐκπορίζων ἀνήρ;ΑΓΓΕΛΟΣ Β
ἐπεὶ θεράπνας τῆσδε Θηβαίας χθονὸςλιπόντες ἐξέβημεν Ἀσωποῦ ῥοάς,λέπας Κιθαιρώνειον εἰσεβάλλομενΠενθεύς τε κἀγώ—δεσπότῃ γὰρ εἱπόμην—ξένος θʼ ὃς ἡμῖν πομπὸς ἦν θεωρίας.πρῶτον μὲν οὖν ποιηρὸν ἵζομεν νάπος,τά τʼ ἐκ ποδῶν σιγηλὰ καὶ γλώσσης ἄποσῴζοντες, ὡς ὁρῷμεν οὐχ ὁρώμενοι.ἦν δʼ ἄγκος ἀμφίκρημνον, ὕδασι διάβροχον,πεύκαισι συσκιάζον, ἔνθα μαινάδεςκαθῆντʼ ἔχουσαι χεῖρας ἐν τερπνοῖς πόνοις.αἳ μὲν γὰρ αὐτῶν θύρσον ἐκλελοιπότακισσῷ κομήτην αὖθις ἐξανέστεφον,αἳ δʼ, ἐκλιποῦσαι ποικίλʼ ὡς πῶλοι ζυγά,βακχεῖον ἀντέκλαζον ἀλλήλαις μέλος.Πενθεὺς δʼ ὁ τλήμων θῆλυν οὐχ ὁρῶν ὄχλονἔλεξε τοιάδʼ· Ὦ ξένʼ, οὗ μὲν ἕσταμεν,οὐκ ἐξικνοῦμαι μαινάδων ὄσσοις νόθων·ὄχθων δʼ ἔπʼ, ἀμβὰς ἐς ἐλάτην ὑψαύχενα,ἴδοιμʼ ἂν ὀρθῶς μαινάδων αἰσχρουργίαν.τοὐντεῦθεν ἤδη τοῦ ξένου τὸ θαῦμʼ ὁρῶ·λαβὼν γὰρ ἐλάτης οὐράνιον ἄκρον κλάδονκατῆγεν, ἦγεν, ἦγεν ἐς μέλαν πέδον·κυκλοῦτο δʼ ὥστε τόξον ἢ κυρτὸς τροχὸςτόρνῳ γραφόμενος περιφορὰν ἕλκει δρόμον·ὣς κλῶνʼ ὄρειον ὁ ξένος χεροῖν ἄγωνἔκαμπτεν ἐς γῆν, ἔργματʼ οὐχὶ θνητὰ δρῶν.Πενθέα δʼ ἱδρύσας ἐλατίνων ὄζων ἔπι,ὀρθὸν μεθίει διὰ χερῶν βλάστημʼ ἄνωἀτρέμα, φυλάσσων μὴ ἀναχαιτίσειέ νιν,ὀρθὴ δʼ ἐς ὀρθὸν αἰθέρʼ ἐστηρίζετο,ἔχουσα νώτοις δεσπότην ἐφήμενον·ὤφθη δὲ μᾶλλον ἢ κατεῖδε μαινάδας.ὅσον γὰρ οὔπω δῆλος ἦν θάσσων ἄνω,καὶ τὸν ξένον μὲν οὐκέτʼ εἰσορᾶν παρῆν,ἐκ δʼ αἰθέρος φωνή τις, ὡς μὲν εἰκάσαιΔιόνυσος, ἀνεβόησεν· Ὦ νεάνιδες,ἄγω τὸν ὑμᾶς κἀμὲ τἀμά τʼ ὄργιαγέλων τιθέμενον· ἀλλὰ τιμωρεῖσθέ νιν.καὶ ταῦθʼ ἅμʼ ἠγόρευε καὶ πρὸς οὐρανὸνκαὶ γαῖαν ἐστήριξε φῶς σεμνοῦ πυρός.σίγησε δʼ αἰθήρ, σῖγα δʼ ὕλιμος νάπηφύλλʼ εἶχε, θηρῶν δʼ οὐκ ἂν ἤκουσας βοήν.αἳ δʼ ὠσὶν ἠχὴν οὐ σαφῶς δεδεγμέναιἔστησαν ὀρθαὶ καὶ διήνεγκαν κόρας.ὃ δʼ αὖθις ἐπεκέλευσεν· ὡς δʼ ἐγνώρισανσαφῆ κελευσμὸν Βακχίου Κάδμου κόραι,ᾖξαν πελείας ὠκύτητʼ οὐχ ἥσσονεςποδῶν τρέχουσαι συντόνοις δραμήμασι,μήτηρ Ἀγαύη σύγγονοί θʼ ὁμόσποροιπᾶσαί τε βάκχαι· διὰ δὲ χειμάρρου νάπηςἀγμῶν τʼ ἐπήδων θεοῦ πνοαῖσιν ἐμμανεῖς.ὡς δʼ εἶδον ἐλάτῃ δεσπότην ἐφήμενον,πρῶτον μὲν αὐτοῦ χερμάδας κραταιβόλουςἔρριπτον, ἀντίπυργον ἐπιβᾶσαι πέτραν,ὄζοισί τʼ ἐλατίνοισιν ἠκοντίζετο.ἄλλαι δὲ θύρσους ἵεσαν διʼ αἰθέροςΠενθέως, στόχον δύστηνον· ἀλλʼ οὐκ ἤνυτον.κρεῖσσον γὰρ ὕψος τῆς προθυμίας ἔχωνκαθῆσθʼ ὁ τλήμων, ἀπορίᾳ λελημμένος.τέλος δὲ δρυΐνους συγκεραυνοῦσαι κλάδουςῥίζας ἀνεσπάρασσον ἀσιδήροις μοχλοῖς.ἐπεὶ δὲ μόχθων τέρματʼ οὐκ ἐξήνυτον,ἔλεξʼ Ἀγαύη· Φέρε, περιστᾶσαι κύκλῳπτόρθου λάβεσθε, μαινάδες, τὸν ἀμβάτηνθῆρʼ ὡς ἕλωμεν, μηδʼ ἀπαγγείλῃ θεοῦχοροὺς κρυφαίους. αἳ δὲ μυρίαν χέραπροσέθεσαν ἐλάτῃ κἀξανέσπασαν χθονός·ὑψοῦ δὲ θάσσων ὑψόθεν χαμαιριφὴςπίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασινΠενθεύς· κακοῦ γὰρ ἐγγὺς ὢν ἐμάνθανεν.πρώτη δὲ μήτηρ ἦρξεν ἱερέα φόνουκαὶ προσπίτνει νιν· ὃ δὲ μίτραν κόμης ἄποἔρριψεν, ὥς νιν γνωρίσασα μὴ κτάνοιτλήμων Ἀγαύη, καὶ λέγει, παρηίδοςψαύων· Ἐγώ τοι, μῆτερ, εἰμί, παῖς σέθενΠενθεύς, ὃν ἔτεκες ἐν δόμοις Ἐχίονος·οἴκτιρε δʼ ὦ μῆτέρ με, μηδὲ ταῖς ἐμαῖςἁμαρτίαισι παῖδα σὸν κατακτάνῃς.ἣ δʼ ἀφρὸν ἐξιεῖσα καὶ διαστρόφουςκόρας ἑλίσσουσʼ, οὐ φρονοῦσʼ ἃ χρὴ φρονεῖν,ἐκ Βακχίου κατείχετʼ, οὐδʼ ἔπειθέ νιν.λαβοῦσα δʼ ὠλένης ἀριστερὰν χέρα,πλευραῖσιν ἀντιβᾶσα τοῦ δυσδαίμονοςἀπεσπάραξεν ὦμον, οὐχ ὑπὸ σθένους,ἀλλʼ ὁ θεὸς εὐμάρειαν ἐπεδίδου χεροῖν·Ἰνὼ δὲ τἀπὶ θάτερʼ ἐξειργάζετο,ῥηγνῦσα σάρκας, Αὐτονόη τʼ ὄχλος τε πᾶςἐπεῖχε βακχῶν· ἦν δὲ πᾶσʼ ὁμοῦ βοή,ὃ μὲν στενάζων ὅσον ἐτύγχανʼ ἐμπνέων,αἳ δʼ ἠλάλαζον. ἔφερε δʼ ἣ μὲν ὠλένην,ἣ δʼ ἴχνος αὐταῖς ἀρβύλαις· γυμνοῦντο δὲπλευραὶ σπαραγμοῖς· πᾶσα δʼ ᾑματωμένηχεῖρας διεσφαίριζε σάρκα Πενθέως.κεῖται δὲ χωρὶς σῶμα, τὸ μὲν ὑπὸ στύφλοιςπέτραις, τὸ δʼ ὕλης ἐν βαθυξύλῳ φόβῃ,οὐ ῥᾴδιον ζήτημα· κρᾶτα δʼ ἄθλιον,ὅπερ λαβοῦσα τυγχάνει μήτηρ χεροῖν,πήξασʼ ἐπʼ ἄκρον θύρσον ὡς ὀρεστέρουφέρει λέοντος διὰ Κιθαιρῶνος μέσου,λιποῦσʼ ἀδελφὰς ἐν χοροῖσι μαινάδων.χωρεῖ δὲ θήρᾳ δυσπότμῳ γαυρουμένητειχέων ἔσω τῶνδʼ, ἀνακαλοῦσα Βάκχιοντὸν ξυγκύναγον, τὸν ξυνεργάτην ἄγρας,τὸν καλλίνικον, ᾧ δάκρυα νικηφορεῖ.ἐγὼ μὲν οὖν τῇδʼ ἐκποδὼν τῇ ξυμφορᾷἄπειμʼ, Ἀγαύην πρὶν μολεῖν πρὸς δώματα.τὸ σωφρονεῖν δὲ καὶ σέβειν τὰ τῶν θεῶνκάλλιστον· οἶμαι δʼ αὐτὸ καὶ σοφώτατονθνητοῖσιν εἶναι κτῆμα τοῖσι χρωμένοις.ΧΟΡΟΣ
ἀναχορεύσωμεν Βάκχιον,ἀναβοάσωμεν ξυμφορὰντὰν τοῦ δράκοντος Πενθέος ἐκγενέτα·ὃς τὰν θηλυγενῆ στολὰννάρθηκά τε, πιστὸν Ἅιδαν,ἔλαβεν εὔθυρσον,ταῦρον προηγητῆρα συμφορᾶς ἔχων.βάκχαι Καδμεῖαι,τὸν καλλίνικον κλεινὸν ἐξεπράξατεἐς στόνον, ἐς δάκρυα.καλὸς ἀγών, χέρʼ αἵματι στάζουσανπεριβαλεῖν τέκνου.ΧΟΡΟΣ
ἀλλʼ, εἰσορῶ γὰρ ἐς δόμους ὁρμωμένηνΠενθέως Ἀγαύην μητέρʼ ἐν διαστρόφοιςὄσσοις, δέχεσθε κῶμον εὐίου θεοῦ.ΑΓΑΥΗ
Ἀσιάδες βάκχαι —ΧΟΡΟΣ
τί μʼ ὀροθύνεις, ὤ;ΑΓΑΥΗ
φέρομεν ἐξ ὀρέωνἕλικα νεότομον ἐπὶ μέλαθρα,μακάριον θήραν.ΧΟΡΟΣ
ὁρῶ καί σε δέξομαι σύγκωμον.ΑΓΑΥΗ
ἔμαρψα τόνδʼ ἄνευ βρόχωνλέοντος ἀγροτέρου νέον ἶνιν·ὡς ὁρᾶν πάρα.ΧΟΡΟΣ
πόθεν ἐρημίας;ΑΓΑΥΗ
ΚιθαιρὼνΧΟΡΟΣ
Κιθαιρών;ΑΓΑΥΗ
κατεφόνευσέ νιν.ΧΟΡΟΣ
τίς ἁ βαλοῦσα;ΑΓΑΥΗ
πρῶτον ἐμὸν τὸ γέρας.μάκαιρʼ Ἀγαύη κλῃζόμεθʼ ἐν θιάσοις.ΧΟΡΟΣ
τίς ἄλλα;ΑΓΑΥΗ
τὰ ΚάδμουΧΟΡΟΣ
τί Κάδμου;ΑΓΑΥΗ
γένεθλαμετʼ ἐμὲ μετʼ ἐμὲ τοῦδʼἔθιγε θηρός· εὐτυχής γʼ ἅδʼ ἄγρα.ΑΓΑΥΗ
μέτεχέ νυν θοίνας.ΧΟΡΟΣ
τί; μετέχω, τλᾶμον;ΑΓΑΥΗ
νέος ὁ μόσχος ἄρ-τι γένυν ὑπὸ κόρυθʼ ἁπαλότριχακατάκομον θάλλει.ΧΟΡΟΣ
πρέπει γʼ ὥστε θὴρ ἄγραυλος φόβῃ.ΑΓΑΥΗ
ὁ Βάκχιος κυναγέταςσοφὸς σοφῶς ἀνέπηλʼ ἐπὶ θῆρατόνδε μαινάδας.ΧΟΡΟΣ
ὁ γὰρ ἄναξ ἀγρεύς.ΑΓΑΥΗ
ἐπαινεῖς;ΧΟΡΟΣ
ἐπαινῶ.ΑΓΑΥΗ
τάχα δὲ ΚαδμεῖοιΧΟΡΟΣ
καὶ παῖς γε ΠενθεὺςΑΓΑΥΗ
ματέρʼ ἐπαινέσεται,λαβοῦσαν ἄγραν τάνδε λεοντοφυῆ.ΧΟΡΟΣ
περισσάν.ΑΓΑΥΗ
περισσῶς.ΧΟΡΟΣ
ἀγάλλῃ;ΑΓΑΥΗ
γέγηθα,μεγάλα μεγάλα καὶφανερὰ τᾷδʼ ἄγρᾳ κατειργασμένα.ΧΟΡΟΣ
δεῖξόν νυν, ὦ τάλαινα, σὴν νικηφόρονἀστοῖσιν ἄγραν ἣν φέρουσʼ ἐλήλυθας.ΑΓΑΥΗ
ὦ καλλίπυργον ἄστυ Θηβαίας χθονὸςναίοντες, ἔλθεθʼ ὡς ἴδητε τήνδʼ ἄγραν,Κάδμου θυγατέρες θηρὸς ἣν ἠγρεύσαμεν,οὐκ ἀγκυλητοῖς Θεσσαλῶν στοχάσμασιν,οὐ δικτύοισιν, ἀλλὰ λευκοπήχεσιχειρῶν ἀκμαῖσιν. κᾆτα κομπάζειν χρεὼνκαὶ λογχοποιῶν ὄργανα κτᾶσθαι μάτην;ἡμεῖς δέ γʼ αὐτῇ χειρὶ τόνδε θʼ εἵλομεν,χωρίς τε θηρὸς ἄρθρα διεφορήσαμεν.ποῦ μοι πατὴρ ὁ πρέσβυς; ἐλθέτω πέλας.Πενθεύς τʼ ἐμὸς παῖς ποῦ ʼστιν; αἰρέσθω λαβὼνπηκτῶν πρὸς οἴκους κλιμάκων προσαμβάσεις,ὡς πασσαλεύσῃ κρᾶτα τριγλύφοις τόδελέοντος ὃν πάρειμι θηράσασʼ ἐγώ.ΚΑΔΜΟΣ
ἕπεσθέ μοι φέροντες ἄθλιον βάροςΠενθέως, ἕπεσθε, πρόσπολοι, δόμων πάρος,οὗ σῶμα μοχθῶν μυρίοις ζητήμασινφέρω τόδʼ, εὑρὼν ἐν Κιθαιρῶνος πτυχαῖςδιασπαρακτόν, κοὐδὲν ἐν ταὐτῷ πέδῳλαβών, ἐν ὕλῃ κείμενον δυσευρέτῳ.ἤκουσα γάρ του θυγατέρων τολμήματα,ἤδη κατʼ ἄστυ τειχέων ἔσω βεβὼςσὺν τῷ γέροντι Τειρεσίᾳ Βακχῶν πάρα·πάλιν δὲ κάμψας εἰς ὄρος κομίζομαιτὸν κατθανόντα παῖδα Μαινάδων ὕπο.καὶ τὴν μὲν Ἀκτέωνʼ Ἀρισταίῳ ποτὲτεκοῦσαν εἶδον Αὐτονόην Ἰνώ θʼ ἅμαἔτʼ ἀμφὶ δρυμοὺς οἰστροπλῆγας ἀθλίας,τὴν δʼ εἶπέ τίς μοι δεῦρο βακχείῳ ποδὶστείχειν Ἀγαύην, οὐδʼ ἄκραντʼ ἠκούσαμεν·λεύσσω γὰρ αὐτήν, ὄψιν οὐκ εὐδαίμονα.ΑΓΑΥΗ
πάτερ, μέγιστον κομπάσαι πάρεστί σοι,πάντων ἀρίστας θυγατέρας σπεῖραι μακρῷθνητῶν· ἁπάσας εἶπον, ἐξόχως δʼ ἐμέ,ἣ τὰς παρʼ ἱστοῖς ἐκλιποῦσα κερκίδαςἐς μείζονʼ ἥκω, θῆρας ἀγρεύειν χεροῖν.φέρω δʼ ἐν ὠλέναισιν, ὡς ὁρᾷς, τάδελαβοῦσα τἀριστεῖα, σοῖσι πρὸς δόμοιςὡς ἀγκρεμασθῇ· σὺ δέ, πάτερ, δέξαι χεροῖν·γαυρούμενος δὲ τοῖς ἐμοῖς ἀγρεύμασινκάλει φίλους ἐς δαῖτα· μακάριος γὰρ εἶ,μακάριος, ἡμῶν τοιάδʼ ἐξειργασμένων.ΚΑΔΜΟΣ
ὦ πένθος οὐ μετρητὸν οὐδʼ οἷόν τʼ ἰδεῖν,φόνον ταλαίναις χερσὶν ἐξειργασμένων.καλὸν τὸ θῦμα καταβαλοῦσα δαίμοσινἐπὶ δαῖτα Θήβας τάσδε κἀμὲ παρακαλεῖς.οἴμοι κακῶν μὲν πρῶτα σῶν, ἔπειτʼ ἐμῶν·ὡς ὁ θεὸς ἡμᾶς ἐνδίκως μέν, ἀλλʼ ἄγαν,Βρόμιος ἄναξ ἀπώλεσʼ οἰκεῖος γεγώς.ΑΓΑΥΗ
ὡς δύσκολον τὸ γῆρας ἀνθρώποις ἔφυἔν τʼ ὄμμασι σκυθρωπόν. εἴθε παῖς ἐμὸςεὔθηρος εἴη, μητρὸς εἰκασθεὶς τρόποις,ὅτʼ ἐν νεανίαισι Θηβαίοις ἅμαθηρῶν ὀριγνῷτʼ· ἀλλὰ θεομαχεῖν μόνονοἷός τʼ ἐκεῖνος. νουθετητέος, πάτερ,σοὐστίν. τίς αὐτὸν δεῦρʼ ἂν ὄψιν εἰς ἐμὴνκαλέσειεν, ὡς ἴδῃ με τὴν εὐδαίμονα;ΚΑΔΜΟΣ
φεῦ φεῦ· φρονήσασαι μὲν οἷʼ ἐδράσατεἀλγήσετʼ ἄλγος δεινόν· εἰ δὲ διὰ τέλουςἐν τῷδʼ ἀεὶ μενεῖτʼ ἐν ᾧ καθέστατε,οὐκ εὐτυχοῦσαι δόξετʼ οὐχὶ δυστυχεῖν.ΑΓΑΥΗ
τί δʼ οὐ καλῶς τῶνδʼ ἢ τί λυπηρῶς ἔχει;ΚΑΔΜΟΣ
πρῶτον μὲν ἐς τόνδʼ αἰθέρʼ ὄμμα σὸν μέθες.ΑΓΑΥΗ
ἰδού· τί μοι τόνδʼ ἐξυπεῖπας εἰσορᾶν;ΚΑΔΜΟΣ
ἔθʼ αὑτὸς ἤ σοι μεταβολὰς ἔχειν δοκεῖ;ΑΓΑΥΗ
λαμπρότερος ἢ πρὶν καὶ διειπετέστερος.ΚΑΔΜΟΣ
τὸ δὲ πτοηθὲν τόδʼ ἔτι σῇ ψυχῇ πάρα;ΑΓΑΥΗ
οὐκ οἶδα τοὔπος τοῦτο. γίγνομαι δέ πωςἔννους, μετασταθεῖσα τῶν πάρος φρενῶν.ΚΑΔΜΟΣ
κλύοις ἂν οὖν τι κἀποκρίναιʼ ἂν σαφῶς;ΑΓΑΥΗ
ὡς ἐκλέλησμαί γʼ ἃ πάρος εἴπομεν, πάτερ.ΚΑΔΜΟΣ
ἐς ποῖον ἦλθες οἶκον ὑμεναίων μέτα;ΑΓΑΥΗ
Σπαρτῷ μʼ ἔδωκας, ὡς λέγουσʼ, Ἐχίονι.ΚΑΔΜΟΣ
τίς οὖν ἐν οἴκοις παῖς ἐγένετο σῷ πόσει;ΑΓΑΥΗ
Πενθεύς, ἐμῇ τε καὶ πατρὸς κοινωνίᾳ.ΚΑΔΜΟΣ
τίνος πρόσωπον δῆτʼ ἐν ἀγκάλαις ἔχεις;ΑΓΑΥΗ
λέοντος, ὥς γʼ ἔφασκον αἱ θηρώμεναι.ΚΑΔΜΟΣ
σκέψαι νυν ὀρθῶς· βραχὺς ὁ μόχθος εἰσιδεῖν.ΑΓΑΥΗ
ἔα, τί λεύσσω; τί φέρομαι τόδʼ ἐν χεροῖν;ΚΑΔΜΟΣ
ἄθρησον αὐτὸ καὶ σαφέστερον μάθε.ΑΓΑΥΗ
ὁρῶ μέγιστον ἄλγος ἡ τάλαινʼ ἐγώ.ΚΑΔΜΟΣ
μῶν σοι λέοντι φαίνεται προσεικέναι;ΑΓΑΥΗ
οὔκ, ἀλλὰ Πενθέως ἡ τάλαινʼ ἔχω κάρα.ΚΑΔΜΟΣ
ᾠμωγμένον γε πρόσθεν ἢ σὲ γνωρίσαι.ΑΓΑΥΗ
τίς ἔκτανέν νιν;—πῶς ἐμὰς ἦλθεν χέρας;ΚΑΔΜΟΣ
δύστηνʼ ἀλήθειʼ, ὡς ἐν οὐ καιρῷ πάρει.ΑΓΑΥΗ
λέγʼ, ὡς τὸ μέλλον καρδία πήδημʼ ἔχει.ΚΑΔΜΟΣ
σύ νιν κατέκτας καὶ κασίγνηται σέθεν.ΑΓΑΥΗ
ποῦ δʼ ὤλετʼ; ἦ κατʼ οἶκον; ἢ ποίοις τόποις;ΚΑΔΜΟΣ
οὗπερ πρὶν Ἀκτέωνα διέλαχον κύνες.ΑΓΑΥΗ
τί δʼ ἐς Κιθαιρῶνʼ ἦλθε δυσδαίμων ὅδε;ΚΑΔΜΟΣ
ἐκερτόμει θεὸν σάς τε βακχείας μολών.ΑΓΑΥΗ
ἡμεῖς δʼ ἐκεῖσε τίνι τρόπῳ κατήραμεν;ΚΑΔΜΟΣ
ἐμάνητε, πᾶσά τʼ ἐξεβακχεύθη πόλις.ΑΓΑΥΗ
Διόνυσος ἡμᾶς ὤλεσʼ, ἄρτι μανθάνω.ΚΑΔΜΟΣ
ὕβριν γʼ ὑβρισθείς· θεὸν γὰρ οὐχ ἡγεῖσθέ νιν.ΑΓΑΥΗ
τὸ φίλτατον δὲ σῶμα ποῦ παιδός, πάτερ;ΚΑΔΜΟΣ
ἐγὼ μόλις τόδʼ ἐξερευνήσας φέρω.ΑΓΑΥΗ
ἦ πᾶν ἐν ἄρθροις συγκεκλῃμένον καλῶς;ΑΓΑΥΗ
Πενθεῖ δὲ τί μέρος ἀφροσύνης προσῆκʼ ἐμῆς;ΚΑΔΜΟΣ
ὑμῖν ἐγένεθʼ ὅμοιος, οὐ σέβων θεόν.τοιγὰρ συνῆψε πάντας ἐς μίαν βλάβην,ὑμᾶς τε τόνδε θʼ, ὥστε διολέσαι δόμουςκἄμʼ, ὅστις ἄτεκνος ἀρσένων παίδων γεγὼςτῆς σῆς τόδʼ ἔρνος, ὦ τάλαινα, νηδύοςαἴσχιστα καὶ κάκιστα κατθανόνθʼ ὁρῶ,ᾧ δῶμʼ ἀνέβλεφʼ—ὃς συνεῖχες, ὦ τέκνον,τοὐμὸν μέλαθρον, παιδὸς ἐξ ἐμῆς γεγώς,πόλει τε τάρβος ἦσθα· τὸν γέροντα δὲοὐδεὶς ὑβρίζειν ἤθελʼ εἰσορῶν τὸ σὸνκάρα· δίκην γὰρ ἀξίαν ἐλάμβανες.νῦν δʼ ἐκ δόμων ἄτιμος ἐκβεβλήσομαιὁ Κάδμος ὁ μέγας, ὃς τὸ Θηβαίων γένοςἔσπειρα κἀξήμησα κάλλιστον θέρος.ὦ φίλτατʼ ἀνδρῶν—καὶ γὰρ οὐκέτʼ ὢν ὅμωςτῶν φιλτάτων ἔμοιγʼ ἀριθμήσῃ, τέκνον—οὐκέτι γενείου τοῦδε θιγγάνων χερί,τὸν μητρὸς αὐδῶν πατέρα προσπτύξῃ, τέκνον,λέγων· Τίς ἀδικεῖ, τίς σʼ ἀτιμάζει, γέρον;τίς σὴν ταράσσει καρδίαν λυπηρὸς ὤν;λέγʼ, ὡς κολάζω τὸν ἀδικοῦντά σʼ, ὦ πάτερ.νῦν δʼ ἄθλιος μέν εἰμʼ ἐγώ, τλήμων δὲ σύ.οἰκτρὰ δὲ μήτηρ, τλήμονες δὲ σύγγονοι.εἰ δʼ ἔστιν ὅστις δαιμόνων ὑπερφρονεῖ,ἐς τοῦδʼ ἀθρήσας θάνατον ἡγείσθω θεούς.ΧΟΡΟΣ
τὸ μὲν σὸν ἀλγῶ, Κάδμε· σὸς δʼ ἔχει δίκηνπαῖς παιδὸς ἀξίαν μέν, ἀλγεινὴν δὲ σοί.ΑΓΑΥΗ
ὦ πάτερ, ὁρᾷς γὰρ τἄμʼ ὅσῳ μετεστράφηΔΙΟΝΥΣΟΣ
δράκων γενήσῃ μεταβαλών, δάμαρ τε σὴἐκθηριωθεῖσʼ ὄφεος ἀλλάξει τύπον,ἣν Ἄρεος ἔσχες Ἁρμονίαν θνητὸς γεγώς.ὄχον δὲ μόσχων, χρησμὸς ὡς λέγει Διός,ἐλᾷς μετʼ ἀλόχου, βαρβάρων ἡγούμενος.πολλὰς δὲ πέρσεις ἀναρίθμῳ στρατεύματιπόλεις· ὅταν δὲ Λοξίου χρηστήριονδιαρπάσωσι, νόστον ἄθλιον πάλινσχήσουσι· σὲ δʼ Ἄρης Ἁρμονίαν τε ῥύσεταιμακάρων τʼ ἐς αἶαν σὸν καθιδρύσει βίον.ταῦτʼ οὐχὶ θνητοῦ πατρὸς ἐκγεγὼς λέγωΔιόνυσος, ἀλλὰ Ζηνός· εἰ δὲ σωφρονεῖνἔγνωθʼ, ὅτʼ οὐκ ἠθέλετε, τὸν Διὸς γόνονεὐδαιμονεῖτʼ ἂν σύμμαχον κεκτημένοι.ΚΑΔΜΟΣ
Διόνυσε, λισσόμεσθά σʼ, ἠδικήκαμεν.ΔΙΟΝΥΣΟΣ
ὄψʼ ἐμάθεθʼ ἡμᾶς, ὅτε δὲ χρῆν, οὐκ ᾔδετε.ΚΑΔΜΟΣ
ἐγνώκαμεν ταῦτʼ· ἀλλʼ ἐπεξέρχῃ λίαν.ΔΙΟΝΥΣΟΣ
καὶ γὰρ πρὸς ὑμῶν θεὸς γεγὼς ὑβριζόμην.ΚΑΔΜΟΣ
ὀργὰς πρέπει θεοὺς οὐχ ὁμοιοῦσθαι βροτοῖς.ΔΙΟΝΥΣΟΣ
πάλαι τάδε Ζεὺς οὑμὸς ἐπένευσεν πατήρ.ΑΓΑΥΗ
αἰαῖ, δέδοκται, πρέσβυ, τλήμονες φυγαί.ΔΙΟΝΥΣΟΣ
τί δῆτα μέλλεθʼ ἅπερ ἀναγκαίως ἔχει;ΚΑΔΜΟΣ
ὦ τέκνον, ὡς ἐς δεινὸν ἤλθομεν κακὸνπάντες, σύ θʼ ἡ τάλαινα σύγγονοί τε σαί,ἐγώ θʼ ὁ τλήμων· βαρβάρους ἀφίξομαιγέρων μέτοικος· ἔτι δέ μοι τὸ θέσφατονἐς Ἑλλάδʼ ἀγαγεῖν μιγάδα βάρβαρον στρατόν.καὶ τὴν Ἄρεως παῖδʼ Ἁρμονίαν, δάμαρτʼ ἐμήν,δράκων δρακαίνης φύσιν ἔχουσαν ἀγρίανἄξω ʼπὶ βωμοὺς καὶ τάφους Ἑλληνικούς,ἡγούμενος λόγχαισιν· οὐδὲ παύσομαικακῶν ὁ τλήμων, οὐδὲ τὸν καταιβάτηνἈχέροντα πλεύσας ἥσυχος γενήσομαι.ΑΓΑΥΗ
ὦ πάτερ, ἐγὼ δὲ σοῦ στερεῖσα φεύξομαι.ΚΑΔΜΟΣ
τί μʼ ἀμφιβάλλεις χερσίν, ὦ τάλαινα παῖ,ὄρνις ὅπως κηφῆνα πολιόχρων κύκνος;ΑΓΑΥΗ
ποῖ γὰρ τράπωμαι πατρίδος ἐκβεβλημένη;ΚΑΔΜΟΣ
οὐκ οἶδα, τέκνον· μικρὸς ἐπίκουρος πατήρ.ΑΓΑΥΗ
χαῖρʼ, ὦ μέλαθρον, χαῖρʼ, ὦ πατρίαπόλις· ἐκλείπω σʼ ἐπὶ δυστυχίᾳφυγὰς ἐκ θαλάμων.ΚΑΔΜΟΣ
στεῖχέ νυν, ὦ παῖ, τὸν ἈρισταίουΑΓΑΥΗ
στένομαί σε, πάτερ.ΚΑΔΜΟΣ
κἀγὼ σέ, τέκνον,καὶ σὰς ἐδάκρυσα κασιγνήτας.ΑΓΑΥΗ
δεινῶς γὰρ τάνδʼ αἰκείανΔιόνυσος ἄναξ τοὺς σοὺς εἰςοἴκους ἔφερεν.ΔΙΟΝΥΣΟΣ
καὶ γὰρ ἔπασχον δεινὰ πρὸς ὑμῶν,ἀγέραστον ἔχων ὄνομʼ ἐν Θήβαις.ΑΓΑΥΗ
χαῖρε, πάτερ, μοι.ΚΑΔΜΟΣ
χαῖρʼ, ὦ μελέαθύγατερ. χαλεπῶς δʼ ἐς τόδʼ ἂν ἥκοις.ΑΓΑΥΗ
ἄγετʼ, ὦ πομποί, με κασιγνήταςἵνα συμφυγάδας ληψόμεθʼ οἰκτράς.ἔλθοιμι δʼ ὅπουμήτε Κιθαιρὼν ἔμʼ ἴδοι μιαρὸςμήτε Κιθαιρῶνʼ ὄσσοισιν ἐγώ,μήθʼ ὅθι θύρσου μνῆμʼ ἀνάκειται·Βάκχαις δʼ ἄλλαισι μέλοιεν.ΧΟΡΟΣ
πολλαὶ μορφαὶ τῶν δαιμονίων,πολλὰ δʼ ἀέλπτως κραίνουσι θεοί·καὶ τὰ δοκηθέντʼ οὐκ ἐτελέσθη,τῶν δʼ ἀδοκήτων πόρον ηὗρε θεός.τοιόνδʼ ἀπέβη τόδε πρᾶγμα.