τὰ κάτεργα τὰ τέσσαρα ἦλθαν εἰς τὴν Κορώνην.Τὸ ἀκούσει το ὁ πρίγκιπας, μεγάλως γὰρ τὸ ἐχάρη,ὡσαύτως τὸ ἀποδέχτησαν κ᾿ οἱ κεφαλᾶδες ὅλοι.Μὲ τὴν βουλὴν ὁ πρίγκιπας κράζει τοὺς Βενετίκουςἐκείνους ὅπου ἠφέρασιν τὲς συμφωνίες ἐκεῖνες.Καβαλλάριν ἀπέστειλεν ἐκεῖσε εἰς τὴν Κορώνην·τὸ κάστρον ἐπαράδωκεν νὰ τὸ ἔχουν οἱ Βενετίκοιμὲ ὅλην τὴν διακράτησιν μέχρι κρατεῖ ἡ Μεθώνη·ὅσα χωρία κι ἂν ἤσασιν τὰ ἐκράτει ἐτότε ἡ κούρτη,νὰ τὰ ἔχῃ καὶ νομεύεται τῆς Βενετίας ὁ δοῦκας,ἄνευ τῶν τόπων καὶ προνοιῶν, τὰ ἔχουν οἱ προνοιατόροι.198 Κι ἀφότου ἐπαράλαβαν ἐτότε οἱ Βενετίκοιτὸ κάστρον, τὴν περιοχήν, τὰ μέρη τῆς Κορώνης,ἀπήλθασιν τὰ κάτεργα ὁλόρθα εἰς τὸ Ἀνάπλι·τὸ κάστρον ἐσεντζίσασιν ἐκ μέρους τῆς θαλάσσης,κι ὁ πρίγκιπας ἐκ τὴν στερεὰν μὲ τὰ φουσσᾶτα του ὅλα.Τὸ καλοκαῖρι ἐπέρασεν, ὁ χειμῶνας εἰσῆλθεν,κἀκεῖσε ἐξεχειμάσασιν τῆς γῆς καὶ τῆς θαλάσσης.Κι ὡς ἦλθε ὁ δεύτερος καιρός, ἦλθε τὸ καλοκαῖριν,κ᾿ εἶδαν τὸ κάστρον τοῦ Ἀναπλίου τὸ πῶς ἔνι κλεισμένονκι οὐκ εἶχαν τίποτε ποσῶς καμμίαν βοήθειαν νὰ ἔλθῃ,ἐποίησαν συμβίβασιν κ᾿ ἐδώκασιν τὸ κάστρον.Τὸ Ἀνάπλι γὰρ εὑρίσκετον κάστρον εἰς δύο τραχώνια·
Ποίημα · 1330